Ἐπεὶ δὲ τρίτον ἔτος Γότθοις τε καὶ Θευδερίχῳ Ῥάβενναν πολιορκοῦσιν ἐτέτριπτο ἤδη, οἵ τε Γότθοι ἀχθόμενοι τῇ προσεδρείᾳ καὶ οἱ ἀμφὶ Ὀδόακρον πιεζόμενοι τῶν ἀναγκαίων τῇ ἀπορίᾳ, ὑπὸ διαλλακτῇ τῷ Ῥαβέννης ἱερεῖ ἐς λόγους ἀλλήλοις ξυνίασιν, ἐφ’ ᾧ Θευδέριχός τε καὶ Ὀδόακρος ἐν Ῥαβέννῃ ἐπὶ τῇ ἴσῃ καὶ ὁμοίᾳ δίαιταν ἕξουσι.καὶ χρόνον μέν τινα διεσώσαντο τὰ ξυγκείμενα, μετὰ δὲ Θευδέριχος Ὀδόακρον λαβών, ὥς φασιν, ἐπιβουλῇ ἐς αὐτὸν χρώμενον, νῷ τε δολερῷ καλέσας ἐπὶ θοίνην, ἔκτεινε, καὶ ἀπ’ αὐτοῦ βαρβάρων τῶν πολεμίων προσποιησάμενος ὅσους περιεῖναι ξυνέπεσεν αὐτὸς ἔσχε τὸ Γότθων τε καὶ Ἰταλιωτῶν κράτος.καὶ βασιλέως μὲν τοῦ Ῥωμαίων οὔτε τοῦ σχήματος οὔτε τοῦ ὀνόματος ἐπιβατεῦσαι ἠξίωσεν, ἀλλὰ καὶ ῥὴξ διεβίου καλούμενος ʽοὕτω γὰρ σφῶν τοὺς ἡγεμόνας καλεῖν οἱ βάρβαροι νενομίκασἰ, τῶν μέντοι κατηκόων τῶν αὑτοῦ προὔστη ξύμπαντα περιβαλλόμενος ὅσα τῷ φύσει βασιλεῖ ἥρμοσται.δικαιοσύνης τε γὰρ ὑπερφυῶς ἐπεμελήσατο καὶ τοὺς νόμους ἐν τῷ βεβαίῳ διεσώσατο, ἔκ τε βαρβάρων τῶν περιοίκων τὴν χώραν ἀσφαλῶς διεφύλαξε, ξυνέσεώς τε καὶ ἀνδρίας ἐς ἄκρον ἐληλύθει ὡς μάλιστα.καὶ ἀδίκημα σχεδόν τι οὐδὲν οὔτε αὐτὸς ἐς τοὺς ἀρχομένους εἰργάζετο οὔτε τῳ ἄλλῳ τὰ τοιαῦτα ἐγκεχειρηκότι ἐπέτρεπε, πλήν γε δὴ ὅτι τῶν χωρίων τὴν μοῖραν ἐν σφίσιν αὐτοῖς Γότθοι ἐνείμαντο ἥνπερ Ὀδόακρος τοῖς στασιώταις τοῖς αὑτοῦ ἔδωκεν.ἦν τε ὁ Θευδέριχος λόγῳ μὲν τύραννος, ἔργῳ δὲ βασιλεὺς ἀληθὴς τῶν ἐν ταύτῃ τῇ τιμῇ τὸ ἐξ ἀρχῆς ηὐδοκιμηκότων οὐδενὸς ἧσσον, ἔρως τε αὐτοῦ ἔν τε Γότθοις καὶ Ἰταλιώταις πολὺς ἤκμασε, καὶ ταῦτα ἀπὸ τοῦ ἀνθρωπείου τρόπου.ἑτέρων γὰρ ἕτερα ἐν ταῖς πολιτείαις ἀεὶ αἱρουμένων τὴν ἐφεστῶσαν ἀρχὴν ξυμβαίνει ἀρέσκειν μὲν ἐν τῷ παραυτίκα οἷς ἂν ἐν ἡδονῇ τὰ πρασσόμενα ᾖ, λυπεῖν δὲ ὦν τῆς γνώμης ἀπ’ ἐναντίας χωρήσειεν.ἔτη δὲ ἐπιβιοὺς ἑπτὰ καὶ τριάκοντα ἐτελεύτησε, φοβερὸς μὲν τοῖς πολεμίοις γεγονὼς ἅπασι, πόθον δὲ αὑτοῦ πολύν τινα ἐς τοὺς ὑπηκόους ἀπολιπών. ἐτελεύτησε δὲ τρόπῳ τοιῷδε.Σύμμαχος καὶ Βοέτιος, ὁ τούτου γαμβρός, εὐπατρίδαι μὲν τὸ ἀνέκαθεν ἤστην, πρώτω δὲ βουλῆς τῆς Ῥωμαίων καὶ ὑπάτω ἐγενέσθην ἄμφω.φιλοσοφίαν δὲ ἀσκήσαντε καὶ δικαιοσύνης ἐπιμελησαμένω οὐδενὸς ἧσσον, πολλοῖς τε ἀστῶν καὶ ξένων χρήμασι τὴν ἀπορίαν ἰασαμένω καὶ δόξης ἐπὶ μέγα χωρήσαντε ἄνδρας ἐς φθόνον τοὺς πονηροτάτους ἐπηγαγέτην.οἷς δὴ συκοφαντοῦσι Θευδέριχος ἀναπεισθεὶς ἅτε νεωτέροις πράγμασιν ἐγχειροῦντε τὼ ἄνδρε τούτω ἔκτεινε καὶ τὰ χρήματα ἐς τὸ δημόσιον ἀνάγραπτα ἐποιήσατο.δειπνοῦντι δέ οἱ ἡμέραις ὀλίγαις ὕστερον ἰχθύος μεγάλου κεφαλὴν οἱ θεράποντες παρετίθεσαν. αὕτη Θευδερίχῳ ἔδοξεν ἡ κεφαλὴ Συμμάχου νεοσφαγοῦς εἶναι.καὶ τοῖς μὲν ὀδοῦσιν ἐς χεῖλος τὸ κάτω ἐμπεπηγόσι, τοῖς δὲ ὀφθαλμοῖς βλοσυρόν τι ἐς αὐτὸν καὶ μανικὸν ὁρῶσιν, ἀπειλοῦντί οἱ ἐπὶ πλεῖστον ἐῴκει.περιδεὴς δὲ τῷ ὑπερβάλλοντι τοῦ τέρατος γεγονὼς καὶ ῥιγώσας ἐκτόπως ἐς κοίτην τὴν αὑτοῦ ἀπεχώρησε δρόμῳ, τριβώνιά τε πολλά οἱ ἐπιθεῖναι κελεύσας ἡσύχαζε.μετὰ δὲ ἅπαντα εἰς Ἐλπίδιον τὸν ἰατρὸν τὰ ξυμπεσόντα ἐξενεγκὼν τὴν ἐς Σύμμαχόν τε καὶ Βοέτιον ἁμαρτάδα ἔκλαιεν.ἀποκλαύσας δὲ καὶ περιαλγήσας τῇ ξυμφορᾷ οὐ πολλῷ ὕστερον ἐτελεύτησεν, ἀδίκημα τοῦτο πρῶτόν τε καὶ τελευταῖον ἐς τοὺς ὑπηκόους τοὺς αὑτοῦ δράσας, ὅτι δὴ οὐ διερευνησάμενος, ὥσπερ εἰώθει, τὴν περὶ τοῖν ἀνδροῖν γνῶσιν ἤνεγκε.Τελευτήσαντός τε αὐτοῦ παρέλαβε τὴν βασιλείαν Ἀταλάριχος, ὁ Θευδερίχου θυγατριδοῦς, ὀκτὼ γεγονὼς ἔτη καὶ ὑπὸ τῇ μητρὶ Ἀμαλασούνθῃ τρεφόμενος.ὁ γάρ οἱ πατὴρ ἤδη ἐξ ἀνθρώπων ἠφάνιστο. χρόνῳ τε οὐ πολλῷ ὕστερον Ἰουστινιανὸς ἐν Βυζαντίῳ τὴν βασιλείαν παρέλαβεν.Ἀμαλασοῦνθα δέ, ἅτε τοῦ παιδὸς ἐπίτροπος οὖσα, τὴν ἀρχὴν διῳκεῖτο, ξυνέσεως μὲν καὶ δικαιοσύνης ἐπὶ πλεῖστον ἐλθοῦσα, τῆς δὲ φύσεως ἐς ἄγαν τὸ ἀρρενωπὸν ἐνδεικνυμένη.ὅσον τε χρόνον τῆς πολιτείας προὔστη, οὐδένα τῶν πάντων Ῥωμαίων ἐς τὸ σῶμα ἐκόλασεν ἢ χρήμασιν ἐζημίωσεν.οὐ μὴν οὐδὲ Γότθοις ξυνεχώρησεν ἐς τὴν ἐς ἐκείνους ἀδικίαν ὀργῶσιν, ἀλλὰ καὶ τοῖς Συμμάχου τε καὶ Βοετίου παισὶ τὴν οὐσίαν ἀπέδωκεν.ἡ μὲν οὖν Ἀμαλασοῦνθα τὸν παῖδα ἐβούλετο τοῖς Ῥωμαίων ἄρχουσι τὰ ἐς τὴν δίαιταν ὁμότροπον καταστήσασθαι καὶ φοιτᾶν ἐς γραμματιστοῦ ἤδη ἠνάγκαζε.τρεῖς τε ἀπολεξαμένη τῶν ἐν Γότθοις γερόντων οὕσπερ ἠπίστατο μᾶλλον ἁπάντων ξυνετούς τε καὶ ἐπιεικεῖς εἶναι, ξυνδιαιτᾶσθαι Ἀταλαρίχῳ ἐκέλευε.Γότθοις δὲ ταῦτα οὐδαμῆ ἤρεσκε. τῆς γὰρ ἐς τοὺς ὑπηκόους ἀδικίας ἐπιθυμίᾳ βαρβαρικώτερον πρὸς αὐτοῦ ἄρχεσθαι ἤθελον.καί ποτε ἡ μὲν μήτηρ ἁμαρτάνοντά τι ἐν τῷ κοιτῶνι τὸν παῖδα λαβοῦσα ἐρράπισε· καὶ ὃς δεδακρυμένος ἐς τὴν ἀνδρωνῖτιν ἐνθένδε ἀπῆλθε.Γότθοι δὲ αὐτῷ ἐντυχόντες δεινὰ ἐποιοῦντο καὶ τῇ Ἀμαλασούνθῃ λοιδορούμενοι ἰσχυρίζοντο βούλεσθαι αὐτὴν τὸν παῖδα ἐξ ἀνθρώπων ἀφανιεῖν ὅτι τάχιστα, ὅπως αὐτὴ ἑτέρῳ ἀνδρὶ ἐς κοίτην ἐλθοῦσα Γότθων τε καὶ Ἰταλιωτῶν ξὺν αὐτῷ ἄρχοι.