Ὀλίγῳ δὲ ὕστερον Βελισαρίῳ καὶ ὁ θρίαμβος κατὰ δὴ τὸν παλαιὸν νόμον ξυνετελέσθη. ἐς ὑπάτους γὰρ προελθόντι οἱ ξυνέπεσε φέρεσθαί τε πρὸς τῶν αἰχμαλώτων καὶ ἐν τῷ δίφρῳ ὀχουμένῳ τῷ δήμῳ ῥιπτεῖν αὐτὰ δὴ ἐκεῖνα τοῦ Βανδίλων πολέμου τὰ λάφυρα.τά τε γὰρ ἀργυρώματα καὶ ζώνας χρυσᾶς καὶ ἄλλου πλούτου Βανδιλικοῦ πολύ τι χρῆμα ἐκ τῆς Βελισαρίου ὑπατείας ὁ δῆμος ἥρπασε, καί τι τῶν οὐκ εἰωθότων ἀνανεοῦσθαι τῷ χρόνῳ ἔδοξε. ταῦτα μὲν δὴ οὕτως ἐν Βυζαντίῳ ἔσχε.Σολόμων δὲ τὸ ἐν Λιβύῃ παραλαβὼν στράτευμα, ἐπηρμένων μέν, ὡς προδεδήλωται, τῶν Μαυρουσίων, ᾐωρημένων δὲ τῶν ὅλων πραγμά των, ἐν ἀπόρῳ εἶχεν ᾗ τὸ παρὸν θέσθαι.τούς τε γὰρ στρατιώτας ἐν Βυζακίῳ καὶ Νουμιδίᾳ οἱ βάρβαροι ἀνῃρηκέναι καὶ πάντα ἄγειν τε καὶ φέρειν τὰ ἐκείνῃ ἠγγέλλοντο.μάλιστα δὲ αὐτόν τε καὶ Καρχηδόνα πᾶσαν συνετάραξε τὰ ἐς Ἀιγάν τε τὸν Μασσαγέτην καὶ Ῥουφῖνον τὸν Θρᾷκα ἐν Βυζακίῳ ξυνενεχθέντα.ἄμφω γὰρ λογίμω ἐς ἄγαν ἔν τε τῇ Βελισαρίου οἰκίᾳ ἤστην καὶ τῷ Ῥωμαίων στρατεύματι, ἅτερος μὲν αὐτοῖν Ἀιγὰν ἐν τοῖς Βελισαρίου δορυφόροις ταττόμενος, ὁ δὲ ἕτερος ἅτε ἁπάντων εὐψυχότατος τὸ σημεῖον τοῦ στρατηγοῦ ἐν ταῖς παρατάξεσιν εἰωθὼς φέρειν, ὃν δὴ βανδοφόρον καλοῦσι Ῥωμαῖοι.τότε γὰρ τούτω τὼ ἄνδρε ἱππικῶν καταλόγων ἡγουμένω ἐν Βυζακίῳ, ἐπειδὴ τοὺς Μαυρουσίους εἶδον τά τε ἐν ποσὶ ληιζομένους καὶ Λίβυας ἅπαντας ἐν ἀνδραπόδων λόγῳ ποιησαμένους, τηρήσαντες ἐν στενοχωρίᾳ ξὺν τοῖς σφίσιν ἑπομένοις τοὺς τὴν λείαν παραπέμποντας, αὐτούς τε κτείνουσι καὶ τοὺς αἰχμαλώτους ἀφαιροῦνται πάντας.ὡς δὲ οὗτος ὁ λόγος ἐς τῶν βαρβάρων τοὺς ἄρχοντας ἧκε, Κουτζίναν τε καὶ Ἐσδιλάσαν καὶ Ἰουρφούθην καὶ Μεδισινίσσαν, οὐ μακρὰν ταύτης δὴ τῆς στενοχωρίας ἀπέχοντας, χωροῦσιν ἐπ’ αὐτοὺς παντὶ τῷ στρατῷ περὶ δείλην ὀψίαν.Ῥωμαῖοι δέ, κομιδῆ τε ὀλίγοι ὄντες καὶ ἐν χώρῳ στενῷ ἐς μέσον μυριάδων πολλῶν ἀπειλημμένοι, ἀμύνεσθαι τοὺς ἐπιόντας οὐχ οἷοί τε ἦσαν. ἔνθα γὰρ ἂν τραπεῖεν, ἀεὶ κατὰ νώτου ἐβάλλοντο.τότε δὴ Ῥουφῖνός τε καὶ Ἀιγὰν ξὺν ὀλίγοις τισὶν ἐς πέτραν ἐγγύς που οὖσαν ἀναδραμόντες ἐνθένδε τοὺς βαρβάρους ἠμύνοντο.ἕως μὲν οὖν τοῖς τόξοις ἐχρῶντο, οὐκ ἐτόλμων σφίσιν ἐκ τοῦ εὐθέος εἰς χεῖρας ἐλθεῖν οἱ πολέμιοι, ἀλλὰ τὰς αἰχμὰς ἐσηκόντιζον· ἐπεὶ δὲ τὰ βέλη ἅπαντα σφᾶς ἤδη ἐπιλελοίπει, οἵ τε Μαυρούσιοι αὐτοῖς ἐς χεῖρας ἦλθον καὶ αὐτοὶ τοῖς ξίφεσιν ἐκ τῶν παρόντων ἠμύνοντο.τοῦ δὲ πλήθους τῶν βαρβάρων βιαζομένου, Ἀιγὰν μὲν κρεουργηθεὶς τὸ σῶμα ὅλον ἐνταῦθα ἔπεσε, Ῥουφῖνον δὲ οἱ πολέμιοι ἁρπάσαντες ἦγον.αὐτίκα δὲ τῶν ἀρχόντων εἷς Μεδισινίσσας, δείσας μὴ διαφυγὼν πράγματα σφίσιν αὖθις παρέχοι, τῆς τε κεφαλῆς αὐτὸν ἀφαιρεῖται καὶ ταύτην ἐς τὰ οἰκεῖα λαβὼω ταῖς γυναιξὶ ταῖς αὑτοῦ ἔδειξε, μεγέθους τε ὑπερβολῇ καὶ τριχῶν πλήθει ἀξιοθέατον οὖσαν.ἐπεὶ δὲ ἡμᾶς ὁ τῆς ἱστορίας λόγος ἐνταῦθα ἤγαγεν, ἐπάναγκες εἰπεῖν ἄνωθεν ὅθεν τε τὰ Μαυρουσίων ἔθνη ἐς Λιβύην ἦλθον καὶ ὅπως ἐνταῦθα ᾠκήσαντο.Ἐπειδὴ Ἑβραῖοι ἐξ Αἰγύπτου ἀνεχώρησαν καὶ ἄγχι τῶν Παλαιστίνης ὁρίων ἐγένοντο, Μωσῆς μὲν σοφὸς ἀνήρ, ὃς αὐτοῖς τῆς ὁδοῦ ἡγήσατο. θνήσκει, διαδέχεται δὲ τὴν ἡγεμονίαν Ἰησοῦς ὁ τοῦ Ναυῆ παῖς, ὃς ἔς τε τὴν Παλαιστίνην τὸν λεὼν τοῦτον εἰσήγαγε καὶ ἀρετὴν ἐν τῷ πολέμῳ κρείττω ἢ κατὰ ἀνθρώπου φύσιν ἐπιδειξάμενος τὴν χώραν ἔσχε.καὶ τὰ ἔθνη ἅπαντα καταστρεψάμενος τὰς πόλεις εὐπετῶς παρεστήσατο, ἀνίκητός τε παντάπασιν ἔδοξεν εἶναι.τότε δὲ ἡ ἐπιθαλασσία χώρα ἐκ Σιδῶνος μέχρι τῶν Αἰγύπτου ὁρίων Φοινίκη ξύμπασα ὠνομάζετο.βασιλεὺς δὲ εἷς τὸ παλαιὸν αὐτῇ ἐφειστήκει, ὥσπερ ἅπασιν ὁμολογεῖται οἳ Φοινίκων τὰ ἀρχαιότατα ἀνεγράψαντο.ἐνταῦθα ᾤκηντο ἔθνη πολυανθρωπότατα, Γεργεσαῖοί τε καὶ Ἰεβουσαῖοι καὶ ἄλλα ἄττα ὀνόματα ἔχοντα, οἷς δὴ αὐτὰ ἡ τῶν Ἑβραίων ἱστορία καλεῖ.οὗτος ὁ λεὼς ἐπεὶ ἄμαχόν τι χρῆμα τὸν ἐπηλύτην στρατηγὸν εἶδον, ἐξ ἠθῶν τῶν πατρίων ἐξαναστάντες ἐπ’ Αἰγύπτου ὁμόρου οὔσης ἐχώρησαν.ἔνθα χῶρον οὐδένα ἱκανὸν σφίσιν ἐνοικήσασθαι εὑρόντες, ἐπεὶ ἐν Αἰγύπτῳ πολυανθρωπία ἐκ παλαιοῦ ἦν, ἐς Λιβύην ἐστάλησαν.πόλεις τε οἰκήσαντες πολλὰς ξύμπασαν Λιβύην μέχρι στηλῶν τῶν Ἡρακλείων ἔσχον, ἐνταῦθά τε καὶ ἐς ἐμὲ τῇ Φοινίκων φωνῇ χρώμενοι ᾤκηνται.ἐδείμαντο δὲ καὶ φρούριον ἐν Νουμιδίᾳ, οὗ νῦν πόλις Τίγισίς ἐστί τε καὶ ὀνομάζεται.ἔνθα στῆλαι δύο ἐκ λίθων λευκῶν πεποιημέναι ἄγχι κρήνης εἰσὶ τῆς μεγάλης, γράμματα Φοινικικὰ ἐγκεκολαμμένα ἔχουσαι τῇ Φοινίκων γλώσσῃ λέγοντα ὧδε· “Ἡμεῖς ἐσμεν οἱ φυγόντες ἀπὸ προσώπου Ἰησοῦτοῦ λῃστοῦ υἱοῦ Ναυῆ.” ἦσαν δὲ καὶ ἄλλα ἔθνη ἐν Λιβύῃ πρότερον ᾠκημένα, οἳ διὰ τὸ ἐκ παλαιοῦ ἐνταῦθα ἱδρῦσθαι αὐτόχθονες εἶναι ἐλέγοντο.καὶ ἀπ’ αὐτοῦ Ἀνταῖον, τὸν αὐτῶν βασιλέα, ὃς ἐν Κλιπέᾳ Ἡρακλεῖ ἐπάλαισε, τῆς γῆς υἱὸν ἔφασαν εἶναι.χρόνῳ δὲ ὕστερον καὶ ὅσοι μετὰ Διδοῦς ἐκ Φοινίκης ἀνέστησαν ἅτε πρὸς ξυγγενεῖς τοὺς ἐν Λιβύῃ ᾠκημένους ἀφίκοντο. οἳ δὴ αὐτοῖς Καρχηδόνα κτίσαι τε καὶ ἔχειν ἐθελούσιοι ξυνεχώρησαν.