ἐπεὶ δὲ ἅπαντας πώγωνος ἑώρων ἐμπιπλαμένους, οὐ χρόνον τὸν παρόντα τὸ μαντεῖον σημαίνειν σφίσιν ᾤοντο, ἀλλὰ πολλαῖς γενεαῖς ὕστερον, ταύτῃ τὸ λόγιον ἑρμηνεύοντες, ᾗ αὐτοὶ ἤθελον.αὐτίκα μὲν οὖν ἐς τὴν διάλυσιν τῶν σπονδῶν ὥρμηντο, ἀλλὰ τὸ ἐκ Βελισαρίου δέος αὐτοὺς διεκώλυεν.οὐ γάρ ποτε πολέμῳ Ῥωμαίων περιέσεσθαι, παρόντος γε αὐτοῦ, ἐν ἐλπίδι εἶχον.ὡς δὲ τὴν ἄφοδον αὐτοῦ σὺν τοῖς ὑπασπισταῖς τοῖς αὐτοῦ καὶ δορυφόροις ποιεῖσθαι ἤκουσαν, ἤδη τε τὰς ναῦς ὑπ’ αὐτῶν τε καὶ Βανδίλων πληροῦσθαι ἐπύθοντο, τὰ ὅπλα ἐξαπιναίως ἀράμενοι ἅπασαν κακοῦ ἰδέαν ἐς τοὺς Λίβυας ἐπεδείξαντο.οἱ γὰρ στρατιῶται ὀλίγοι τε ἐν ἑκάστῃ ἐσχατιᾶς χώρᾳ καὶ ἔτι ἀπαράσκευοι ὄντες, καταθέουσιν οὐκ ἂν εἶχον πανταχόσε τοῖς βαρβάροις ἀνθίστασθαι, οὐδὲ τὰς ἐπεκδρομὰς συχνάς τε καὶ οὐκ ἐκ τοῦ ἐμφανοῦς γινομένας διακωλύσειν.ἀλλ’ ἄνδρες μὲν οὐδενὶ κόσμῳ ἐκτείνοντο, γυναῖκες δὲ σὺν παισὶν ἐν ἀνδραπόδων λόγῳ ἐγίνοντο, τά τε χρήματα ἐκ πάσης ἐσχατιᾶς ἤγετο καὶ φυγῆς ἡ χώρα ξύμπασα ὑπεπίμπλατο. ταῦτα Βελισαρίῳ ἤδη που ἀναγομένῳ ἠγγέλλετο.καὶ αὐτὸς μὲν ἀναστρέφειν οὐκέτι εἶχε, Σολόμωνι δὲ διέπειν τὸ Λιβύης κράτος παρείχετο, ἀπολέξας καὶ τῶν ὑπασπιστῶν τε καὶ δορυφόρων τῶν αὑτοῦ μέρος τὸ πλεῖστον, ὥστε Σολόμωνι ἑπομένους Μαυρουσίων ὅτι τάχιστα τοὺς ἐπαναστάντας τῆς ἐς Ῥωμαίους ἀδικίας σὺν προθυμίᾳ πολλῇ τίσασθαι.καὶ βασιλεὺς δὲ στρατιὰν ἄλλην Σολόμωνι ἔπεμψε, ξὺν Θεοδώρῳ τε τῷ ἐκ Καππαδοκίας καὶ Ἰλδίγερι· ὃς δὴ Ἀντωνίνης γαμβρὸς τῆς Βελισαρίου γυναικὸς ἦν.ἐπειδὴ δὲ τῶν ἐπὶ Λιβύης χωρίων τοὺς φόρους οὐκέτι ἦν ἐν γραμματείοις τεταγμένους εὑρεῖν, ᾗπερ αὐτοὺς ἀπεγράψαντο ἐν τοῖς ἄνω χρόνοις Ῥωμαῖοι, ἅτε Γιζερίχου ἀναχαιτίσαντός τε καὶ διαφθείραντος κατ’ ἀρχὰς ἅπαντα, Τρύφων τε καὶ Εὐστράτιος πρὸς βασιλέως ἐστάλησαν, ἐφ’ ᾧ τοὺς φόρους αὐτοῖς τάξουσι κατὰ λόγον ἑκάστῳ. οἳ δὴ οὐ μέτριοι Λίβυσιν οὐδὲ φορητοὶ ἔδοξαν εἶναι.Βελισάριος δὲ ἅμα Γελίμερί τε καὶ Βανδίλοις ἐς Βυζάντιον ἀφικόμενος γερῶν ἠξιώθη ἃ δὴ ἐν τοῖς ἄνω χρόνοις Ῥωμαίων στρατηγοῖς τοῖς νίκας τὰς μεγίστας καὶ λόγου πολλοῦ ἀξίας ἀναδησαμένοις διετετάχατο.χρόνος δὲ ἀμφὶ ἐνιαυτοὺς ἑξακοσίους παρῳχήκει ἤδη ἐξ ὅτου ἐς ταῦτα τὰ γέρα οὐδεὶς ἐληλύθει, ὅτι μὴ Τίτος τε καὶ Τραϊανός, καὶ ὅσοι ἄλλοι αὐτοκράτορες στρατηγήσαντες ἐπί τι βαρβαρικὸν ἔθνος ἐνίκησαν.τά τε γὰρ λάφυρα ἐνδεικνύμενος καὶ τὰ τοῦ πολέμου ἀνδράποδα ἐν μέσῃ πόλει ἐπόμπευσεν, ὃν δὴ θρίαμβον καλοῦσι Ῥωμαῖοι, οὐ τῷ παλαιῷ μέντοι τρόπῳ, ἀλλὰ πεζῇ βαδίζων ἐκ τῆς οἰκίας τῆς αὐτοῦ ἄχρι ἐς τὸν ἱππόδρομον κἀνταῦθα ἐκ βαλβίδων αὖθις ἕως εἰς τὸν χῶρον ἀφίκετο οὗ δὴ ὁ θρόνος ὁ βασίλειός ἐστιν.ἦν δὲ λάφυρα μὲν ὅσα δὴ ὑπουργία τῇ βασιλέως ἀνεῖσθαι εἰώθει, θρόνοι τε χρυσοῖ καὶ ὀχήματα οἷς δὴ τὴν βασιλέως γυναῖκα ὀχεῖσθαι νόμος, καὶ κόσμος πολὺς ἐκ λίθων ἐντίμων ξυγκείμενος, ἐκπώματά τε χρυσᾶ, καὶ τἄλλα ξύμπαντα ὅσα ἐς τὴν βασιλέως θοίνην χρήσιμα.ἦν δὲ καὶ ἄργυρος ἕλκων μυριάδας ταλάντων πολλὰς καὶ πάντων τῶν βασιλικῶν κειμηλίων πάμπολύ τι χρῆμα ʽἅτε Γιζερίχου τὸ ἐν Ῥώμῃ σεσυληκότος Παλάτιον, ὥσπερ ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθἠ, ἐν οἷς καὶ τὰ Ἰουδαίων κειμήλια ἦν, ἅπερ ὁ Οὐεσπασιανοῦ Τίτος μετὰ τὴν Ἱεροσολύμων ἅλωσιν ἐς Ῥώμην ξὺν ἑτέροις τισὶν ἤνεγκε.καὶ αὐτὰ τῶν τις Ἰουδαίων ἰδὼν καὶ παραστὰς τῶν βασιλέως γνωρίμων τινὶ “Ταῦτα,” ἔφη, “τὰ χρήματα ἐς τὸ ἐν Βυζαντίῳ Παλάτιον ἐσκομίζεσθαι ἀξύμφορον οἴομαι εἶναι.οὐ γὰρ οἷόν τε αὐτὰ ἑτέρωθι εἶναι ἢ ἐν τῷ χώρῳ οὗ δὴ Σολομὼν αὐτὰ πρότερον ὁ τῶν Ἰουδαίων βασιλεὺς ἔθετο.διὰ ταῦτα γὰρ καὶ Γιζέριχος τὰ Ῥωμαίων βασίλεια εἷλε καὶ νῦν τὰ Βανδίλων ὁ Ῥωμαίωνστρατός.” ταῦτα ἐπεὶ ἀνενεχθέντα βασιλεὺς ἤκουσεν, ἔδεισέ τε καὶ ξύμπαντα κατὰ τάχος ἐς τῶν Χριστιανῶν τὰ ἐν Ἱεροσολύμοις ἱερὰ ἔπεμψεν.ἀνδράποδα δὲ ἦν τοῦ θριάμβου Γελίμερ τε αὐτός, ἐσθῆτά πού τινα ἐπὶ τῶν ὤμων ἀμπεχόμενος πορφυρᾶν, καὶ τὸ ξυγγενὲς ἅπαν, Βανδίλων τε ὅσοι εὐμήκεις τε ἄγαν καὶ καλοὶ τὰ σώματα ἦσαν.ὡς δὲ ἐν τῷ ἱπποδρόμῳ Γελίμερ ἐγεγόνει καὶ τόν τε βασιλέα ἐπὶ βήματος ὑψηλοῦ καθήμενον τόν τε δῆμον ἐφ’ ἑκάτερα ἑστῶτα εἶδε καὶ αὑτὸν οὗ ἦν κακοῦ περισκοπῶν ἔγνω, οὔτε ἀπέκλαυσεν οὔτε ἀνῴμωξεν, ἐπιλέγων δὲ οὐκ ἐπαύσατο κατὰ τὴν Ἑβραίων γραφὴν “Ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης.”ἀφικόμενον δὲ αὐτὸν κατὰ τὸ βασιλέως βῆμα τὴν πορφυρίδα περιελόντες, πρηνῆ πεσόντα προσκυνεῖν Ἰουστινιανὸν βασιλέα κατηνάγκασαν. τοῦτο δὲ καὶ Βελισάριος ἐποίει ἅτε ἱκέτης βασιλέως σὺν αὐτῷ γεγονώς.βασιλεύς τε Ἰουστινιανὸς καὶ ἡ βασιλὶς Θεοδώρα τοὺς Ἰλδερίχου παῖδάς τε καὶ ἐκγόνους πάντας τε τοὺς ἐκ τῆς Βαλεντινιανοῦ βασιλέως ξυγγενείας χρήμασιν ἱκανοῖς ἐδωρήσαντο, καὶ Γελίμερι χωρία οὐκ εὐκαταφρόνητα ἐν Γαλατίᾳ δόντες ὁμοῦ τοῖς ξυγγενέσιν ἐνταῦθα οἰκεῖν συνεχώρησαν.ἐς πατρικίους μέντοι ἀνάγραπτος Γελίμερ ἥκιστα ἐγεγόνει, ἐπεὶ οὐ μετατίθεσθαι τῆς Ἀρείου δόξης ἤθελεν.