ὅπερ Ἄκλας καλοῦσιν. ἔνθα δὴ ὁ Γελίμερ παρ’ αὐτὸν εἰσῆλθε, γελῶν γέλωτα οὔτε φαῦλον οὔτε κρύπτεσθαι ἱκανὸν ὄντα, τῶν τε αὐτὸν θεωμένων ἔνιοι μὲν τῇ τοῦ πάθους ὑπερβολῇ ἁπάντων τε αὐτὸν ἐκστῆναι τῶν κατὰ φύσιν ὑπώπτευον καὶ παραπαίοντα ἤδη λόγῳ οὐδενὶ τὸν γέλωτα ἔχειν.οἱ μέντοι φίλοι ἀγχίνουν τε τὸν ἄνθρωπον ἐβούλοντο εἶναι καὶ ἅτε οἰκίας μὲν βασιλικῆς γεγονότα, εἰς βασιλείαν δὲ ἀναβεβηκότα, καὶ δύναμίν τε ἰσχυρὰν χρήματά τε μεγάλα ἐκ παιδὸς ἄχρι καὶ ἐς γῆρας περιβαλόμενον, εἶτα εἰς φυγήν τε καὶ δέος πολὺ ἐμπεσόντα καὶ κακοπάθειαν τὴν ἐν Παπούᾳ ὑποστάντα, καὶ νῦν ἐν αἰχμαλώτων λόγῳ ἥκοντα, πάντων τε ταύτῃ τῶν ἀπὸ τῆς τύχης ἀγαθῶν τε καὶ φλαύρων ἐν πείρᾳ γεγονότα, ἄλλου οὐδενὸς ἄξια τὰ ἀνθρώπινα ἢ γέλωτος πολλοῦ οἴεσθαι εἶναι.περὶ μὲν οὖν τοῦ γέλωτος ὃν Γελίμερ ἐγέλα, λεγέτω ὥς πη ἕκαστος γινώσκει,καὶ ἐχθρὸς καὶ φίλος. Βελισάριος δὲ ἐς βασιλέα ὡς Γελίμερ δορυάλωτος εἴη ἐν Καρχηδόνι ἀνενεγκὼν ᾔτει ξὺν αὐτῷ ἐς Βυζάντιον ἀφικέσθαι. ἅμα δὲ αὐτόν τε καὶ Βανδίλους ἅπαντας οὐκ ἐν ἀτιμίᾳ ἐφύλασσε καὶ τὸν στόλον ἐν παρασκευῇ ἐποιεῖτο.Πολλὰ μὲν οὖν καὶ ἄλλα ἐν τῷ παντὶ αἰῶνι ἤδη τε κρείσσω ἐλπίδος ἐς πεῖραν ἦλθε καὶ ἀεὶ ἥξει, ἕως ἂν αἱ αὐταὶ τύχαι ἀνθρώπων ὦσι·τά τε γὰρ λόγῳ ἀδύνατα δοκοῦντα εἶναι ἔργῳ ἐπιτελῆ γίγνεται καὶ τὰ τέως ἀδύνατα φανέντα πολλάκις,εἶτα ἀποβάντα θαύματος ἄξια ἔδοξεν εἶναι· εἰ μέντοι τοιαῦτα ἔργα πώποτε γεγενῆσθαι τετύχηκεν οὐκ ἔχω εἰπεῖν, τὸν Γιζερίχου τέταρτον ἀπόγονον καὶ τὴν βασιλείαν τὴν αὐτοῦ πλούτῳ τε καὶ στρατιωτῶν δυνάμει ἀκμάζουσαν πρὸς πεντακισχιλίων ἀνδρῶν ἐπηλύδων τε καὶ οὐκ ἐχόντων ὅποι ὁρμίζοιντο ἐν χρόνῳ οὕτω βραχεῖ καταλελύσθαι.τοσοῦτον γὰρ ἦν τὸ τῶν ἱππέων πλῆθος τῶν Βελισαρίῳ ἐπισπομένων, οἳ καὶ τὸν πόλεμον πάντα πρὸς Βανδίλους διήνεγκαν. τοῦτο γὰρ εἴτε τύχῃ εἴτε τινὶ ἀρετῇ γέγονε, δικαίως ἄν τις αὐτὸ ἀγασθείη. ἐγὼ δὲ ὅθενπερ ἐξέβην ἐπάνειμι.Ὁ μὲν οὖν Βανδιλικὸς πόλεμος ἐτελεύτα ὧδε. ὁ δὲ φθόνος, οἷα ἐν μεγάλῃ εὐδαιμονίᾳ φιλεῖ γίγνεσθαι, ᾤδαινεν ἤδη ἐς Βελισάριον, καίπερ αὐτῷ οὐδεμίαν παρέχοντα σκῆψιν.τῶν γὰρ ἀρχόντων τινὲς διέβαλον αὐτὸν ἐς βασιλέα, τυραννίδα αὐτῷ οὐδαμόθεν προσήκουσαν ἐπικαλοῦντες.βασιλεὺς δὲ ταῦτα μὲν ἐς τὸ πᾶν οὐκ ἐξήνεγκεν, ἢ τὴν διαβολὴν ἐν ὀλιγωρίᾳ ποιησάμενος, ἢ καὶ βέλτιον αὐτῷ ἐνομίσθη.Σολόμωνα δὲ πέμψας αἵρεσιν Βελισαρίῳ παρέσχετο ἑλέσθαι ὁποτέραν ἂν αὐτῷ βουλομένῳ εἴη, πότερα ξὺν Γελίμερί τε καὶ Βανδίλοις ἐς Βυζάντιον ἥκειν, ἢ αὐτοῦ μένοντι ἐκείνους στεῖλαι.ὁ δὲ ʽοὐ γὰρ ἔλαθον αὐτὸν οἱ ἄρχοντες τὴν τυραννίδα ἐπενεγκόντεσ̓ ἐς Βυζάντιον ἀφικέσθαι ἠπείγετο, ὅπως δὴ τήν τε αἰτίαν ἐκλύσηται καὶ τοὺς διαβαλόντας μετελθεῖν δύνηται. ὅτῳ δὲ τρόπῳ τὴν τῶν κατηγόρων πεῖραν ἔμαθεν, ἐρῶν ἔρχομαι.ὅτε δὴ τὴν διαβολὴν τήνδε ποιεῖσθαι οἱ διαβαλόντες ἤθελον, δείσαντες μὴ σφίσιν ὁ τὴν ἐπιστολὴν μέλλων κομιεῖν βασιλεῖ ἐν θαλάσσῃ ἀφανισθεὶς τὰ πρασσόμενα διακωλύσῃ, ἐν δύο γραμματείοις τὴν τυραννίδα γράψαντες, ἀγγέλους δύο ὡς βασιλέα ἐν ναυσὶ δύο στέλλειν διενοοῦντο.τούτοιν ἅτερος μὲν λαθὼν. ἔπλευσεν, ὁ δὲ ἕτερος ἐξ ὑποψίας δή τινος ἐν Μανδρακίῳ ἥλω, καὶ τὰ γράμματα τοῖς λαβοῦσιν αὐτὸν ἐγχειρίσας ἔκπυστα ἐποίει τὰ πρασσόμενα.ταύτῃ τε μαθὼν Βελισάριος ἐς ὄψιν ἐλθεῖν τὴν βασιλέως, ὥσπερ ἐρρήθη, ἠπείγετο. ταῦτα μὲν δὴ ἐν Καρχηδόνι ἐφέρετο τῇδε.Μαυρούσιοι δὲ ὅσοι ἔν τε Βυζακίῳ καὶ Νουμιδίᾳ ᾤκηντο, ἐς ἀπόστασίν τε ἐξ αἰτίας οὐδεμιᾶς εἶδον καὶ τὰς σπονδὰς διαλύσαντες χεῖρας ἀνταίρειν ἐξαπιναίως Ῥωμαίοις ἔγνωσαν. καὶ τοῦτο οὐκ ἀπὸ τρόπου τοῦ οἰκείου σφίσιν ἐπράσσετο.ἔστι γὰρ ἐν Μαυρουσίοις οὔτε θεοῦ φόβος οὔτε ἀνθρώπων αἰδώς. μέλει γὰρ αὐτοῖς οὔτε ὅρκων οὔτε ὁμήρων, ἢν καὶ παῖδες ἢ ἀδελφοὶ τῶν ἐν σφίσιν ἡγουμένων τύχωσιν ὄντες.οὐδὲ ἄλλῳ οὐδενὶ εἰρήνη ἐν Μαυρουσίοις, ὅτι μὴ τῶν πολεμίων τῶν κατ’ αὐτῶν δέει κρατύνεται. ὅτῳ δὲ αὐτοῖς αἵ τε πρὸς Βελισάριον σπονδαὶ ἐγένοντο καὶ ὅτῳ διελύθησαν τρόπῳ, ἐγὼ δηλώσω.ἡνίκα ὁ βασιλέως στόλος ἐπίδοξος ἐγεγόνει ὡς ἐς Λιβύην ἀφίξεται, δείσαντες οἱ Μαυρούσιοι μή τι ἐνθένδε κακὸν λάβωσι ταῖς ἐκ τῶν γυναικῶν μαντείαις ἐχρῶντο.ἄνδρα γὰρ μαντεύεσθαι ἐν τῷ ἔθνει τούτῳ οὐ θέμις, ἀλλὰ γυναῖκες σφίσι κάτοχοι ἐκ δή τινος ἱερουργίας γινόμεναι προλέγουσι τὰ ἐσόμενα, τῶν πάλαι χρηστηρίων οὐδενὸς ἧσσον.τότε οὖν πυνθανομένοις αὐτοῖς, ὥσπερ ἐρρήθη, αἱ γυναῖκες ἀνεῖλον, στρατὸν ἐξ ὑδάτων, Βανδίλων κατάλυσιν, Μαυρουσίων φθοράν τε καὶ ἧτταν,ὅτε Ῥωμαίοις ὁ στρατηγὸς ἀγένειος ἔλθοι. ταῦτα ἀκούσαντες οἱ Μαυρούσιοι, ἐπεὶ τὸ βασιλέως στράτευμα εἶδον ἐκ θαλάσσης ἧκον, ἐν δέει τε μεγάλῳ ἐγένοντο καὶ ξυμμαχεῖν Βανδίλοις ἥκιστα ἤθελον, ἀλλ’ ἐς Βελισάριον πέμψαντες καὶ τὴν εἰρήνην, ὡς πρόσθεν δεδήλωται, κρατυνάμενοι ἡσύχαζόν τε καὶ τὸ μέλλον ὅπη ἐκβήσεται ἐκαραδόκουν.ἐπεὶ δὲ Βανδίλων τὰ πράγματα ἤδη ἐς πέρας ἀφῖκτο, πέμπουσιν ἐς τὸ Ῥωμαίων στράτευμα, διερευνώμενοι εἴ τις αὐτοῖς ἐν ἀρχῇ ἀγένειός ἐστιν.