ὅτι οἱ μὲν φίλοι τὰ διάφορα ἐν τῆ διαίτῃ, οἱ δὲ πολέμιοι ἐν τῇ μάχῃ διακρίνειν πεφύκασιν.ἡμεῖς μὲν οὖν Ἰουστινιανῷ βασιλεῖ περὶ τούτων διαιτᾶν ἐπιτρέψομεν, ὅπη ἂν αὐτῷ δοκῇ νόμιμά τε εἶναι καὶ δίκαια. βουλόμεθα δέ σε ὡς βέλτιστα βουλεύσασθαι μᾶλλον ἢ ὡς ταχύτατα καὶ τὴν παρὰ τοῦ σοῦ βασιλέως προσδέχεσθαι γνῶσιν.” τοσαῦτα μὲν καὶ ἡ τῶν Γότθων γραφὴ ἐδήλου.Βελισάριος δὲ ἀνενεγκὼν ἅπαντα ἑς βασιλέα ἡσύχαζεν, ἕως αὐτῷ βασιλεὺς ἐπιστέλλοι ὅσα ἂν αὐτῷ βουλομένῳ εἴη.Φάρας δὲ τῇ προσεδρείᾳ ἤδη ἄλλως τε καὶ χειμῶνος ὥρᾳ ἀχθόμενος, ἅμα δὲ καὶ οὐκ ἂν οἰόμενος οἵους τε εἶναι τοὺς ἐκείνῃ Μαυρουσίους ἐμποδὼν σφίσι στήσεσθαι, τῇ ἐς Παπούαν ἀναβάσει ξὺν προθυμίᾳ πολλῇ ἐπεχείρησεν. ἅπαντας μὲν οὖν εὖ μάλα ἐξοπλίσας τοὺς ἑπομένους ἀνέβαινε.βεβοηθηκότων δὲ τῶν Μαυρουσίων ἅτε ἐν χωρίῳ ἀνάντει τε καὶ λίαν δυσβάτῳ, ἡ κωλύμη εὐπετῶς ἐπὶ τοὺς ἀνιόντας ἐγίνετο.καρτερῶς δὲ τοῦ Φάρα βιαζομένου τὴν ἄνοδον, δέκα μὲν καὶ ἑκατὸν τῶν ἀμφ’ αὐτὸν ἐν τῷ ἔργῳ τούτῳ ἀπέθανον, αὐτὸς δὲ ξὺν τοῖς ἐπιλοίποις ἀποκρουσθεὶς ἀνεχώρησε, καὶ ἀπ’ αὐτοῦ ἀποπειράσασθαι μὲν τῆς ἀνόδου, ἀντιστατοῦντος τοῦ πράγματος, οὐκέτι ἐτόλμα, φυλακὴν δὲ κατεσπουδας μένην, ὡς ἔνι μάλιστα, κατεστήσατο, ὅπως οἱ πιεζόμενοι τῷ λιμῷ οἱ ἐν Παπούᾳ σφᾶς αὐτοὺς ἐγχειρισειαν, καὶ οὔτε ἀποδιδράσκειν αὐτοῖς ἐνεδίδου οὔτε τι τῶν ἔξωθεν ἐς αὐτοὺς φέρεσθαι.ἔνθα δὴ τῷ τε Γελίμερι καὶ τοῖς ἀμφ’ αὐτὸν ἀδελφιδοῖς τε καὶ ἀνεψιαδοῖς οὖσι καὶ ἄλλοις εὖ γεγονόσι ξυνέπεσε κακοπαθείᾳ χρῆσθαι ἥν, ὅπως ποτὲ εἴποι τις, οὐκ ἂν ὁμοίως τοῖς πράγμασι φράζοι.ἐθνῶν γὰρ ἁπάντων ὧν ἡμεῖς ἴσμεν ἁβρότατον μὲν τὸ τῶν Βανδίλων, ταλαιπωρότατον δὲ τὸ Μαυρουσίων τετύχηκεν εἶναι.οἱ μὲν γάρ, ἐξ ὅτου Λιβύην ἔσχον, βαλανείοις τε οἱ ξύμπαντες ἐπεχρῶντο ἐς ἡμέραν ἑκάστην καὶ τραπέζῃ ἅπασιν εὐθηνούσῃ ὅσα δὴ γῆ τε καὶ θάλασσα ἥδιστά τε καὶ ἄριστα φέρει.ἐχρυσοφόρουν δὲ ὡς ἐπὶ πλεῖστον, καὶ Μηδικὴν ἐσθῆτα, ἣν νῦν Σηρικὴν καλοῦσιν, ἀμπεχόμενοι, ἔν τε θεάτροις καὶ ἱπποδρομίοις καὶ τῇ ἄλλῃ εὐπαθείᾳ, καὶ πάντων μάλιστα κυνηγεσίοις τὰς διατριβὰς ἐποιοῦντο.καὶ σφίσιν ὀρχησταὶ καὶ μῖμοι ἀκούσματά τε συχνὰ καὶ θεάματα ἦν, ὅσα μουσικά τε καὶ ἄλλως ἀξιοθέατα ξυμβαίνει ἐν ἀνθρώποις εἶναι.καὶ ᾤκηντο μὲν αὐτῶν οἱ πολλοὶ ἐν παραδείσοις, ὑδάτων καὶ δένδρων εὖ ἔχουσι· ξυμπόσια δὲ ὅτι πλεῖστα ἐποίουν, καὶ ἔργα τὰ ἀφροδίσια πάντα αὐτοῖς ἐν μελέτῃ πολλῇ ἤσκητο.Μαυρούσιοι δὲ οἰκοῦσι μὲν ἐν πνιγηραῖς καλύβαις, χειμῶνί τε καὶ θέρους ὥρᾳ καὶ ἄλλῳ τῷ ξύμπαντι χρόνῳ, οὔτε χιόσιν οὔτε ἡλίου θέρμῃ ἐνθένδε οὔτε ἄλλῳ ὁτῳοῦν ἀναγκαίῳ κακῷ ἐξιστάμενοι.καθεύδουσι δὲ ἐπὶ τῆς γῆς κώδιον οἱ εὐδαίμονες αὑτοῖς, ἂν οὕτω τύχοι, ὑποστρωννύντες.ἱμάτια δὲ σφίσιν οὐ ξυμμεταβάλλειν ταῖς ὥραις νόμος, ἀλλὰ τριβώνιόν τε ἁδρὸν καὶ χιτῶνα τραχὺν ἐς καιρὸν ἅπαντα ἐνδιδύσκονται.ἔχουσι δὲ οὔτε ἄρτον οὔτε οἶνον οὔτε ἄλλο οὐδὲν ἀγαθόν, ἀλλὰ τὸν σῖτον, ἢ τὰς ὀλύρας τε καὶ κριθάς, οὔτε ἕψοντες οὔτε ἐς ἄλευρα ἢ ἄλφιτα ἀλοῦντες οὐδὲν ἀλλοιότερον ἢ τὰ ἄλλα ζῷα ἐσθίουσι.τοιούτοις δὴ οὖσι τοῖς Μαυρουσίοις οἱ ἀμφὶ τὸν Γελίμερα συχνὸν ξυνοικήσαντες χρόνον τήν τε ξυνειθισμένην αὐτοῖς δίαιταν ἐς τοῦτο ταλαιπωρίας μεταβαλόντες, ἐπειδὴ καὶ αὐτὰ σφᾶς τὰ ἀναγκαῖα ἤδη ἐπιλελοίπει, οὐκέτι ἀντεῖχον, ἀλλὰ καὶ τὸ τεθνάναι αὐτοῖς ἥδιστον καὶ τὸ δουλεύειν ἥκιστα αἰσχρὸν ἐνομίζετο.Ὧν δὴ Φάρας αἰσθόμενος γράφει πρὸς Γελίμερα τάδε· “Εἰμὶ μὲν καὶ αὐτὸς βάρβαρος καὶ γραμμάτων τε καὶ λόγων οὔτε ἐθὰς οὔτε ἄλλως ἔμπειρος γέγονα.ὅσα δέ με ἄνθρωπον ὄντα εἰδέναι ἀνάγκη, ἐκ τῆς τῶν πραγμάτων φύσεως ἐκμαθὼν ἔγραψα.τί ποτε ἄρα πεπονθώς, ὦ φίλε Γελίμερ, οὐ σαυτὸν μόνον, ἀλλὰ καὶ ξύμπαν τὸ σὸν γένος ἐς τὸ βάραθρον τοῦτο ἐμβέβληκας. ὅπως δηλαδὴ μὴ γένοιο δοῦλος;πάντως γάρ σε καὶ νεανιεύεσθαι τοῦτο οἶμαι, καὶ τὴν ἐλευθερίαν προΐσχεσθαι, ὡς δὴ ἅπαντα ταύτης τὰ μοχθηρὰ ἀνταλλάσσεσθαι ἄξιον.εἶτα νῦν Μαυρουσίων τοῖς γε ἀτυχεστάτοις οὐκ οἴει δουλεύειν, ὃς τὴν ἐλπίδα τοῦ σώζεσθαι, ἢν τὰ κράτιστα φέρῃ, ἐπ’ αὐτοῖς ἔχεις;καίτοι πῶς ἂν οὐχὶ τῷ παντὶ ἄμεινον εἴη δουλεύειν ἐν Ῥωμαίοις πτωχεύοντα ἢ τυραννεῖν ἐν Παπούᾳ τε καὶ Μαυρουσίοις;πάντως δέ σοι καὶ τὸ ξυνδούλῳ Βελισαρίῳ εἶναι ὑπερβολή τις ὕβρεως φαίνεται.ἄπαγε, ὦ βέλ τιστε Γελίμερ. ἢ οὐ καὶ ἡμεῖς ἐξ εὐπατριδῶν γεγονότες βασιλεῖ νῦν ὑπηρετεῖν αὐχοῦμεν; καὶ μὴν λέγουσιν Ἰουστινιανῷ βασιλεῖ βουλομένῳ εἶναι ἔς τε βουλὴν ἀνάγραπτόν σε ποιήσασθαι, τιμῆς μεταλαχόντα τῆς ἀνωτάτω, ἣν δὴ πατρικίων καλοῦσι, καὶ χώρᾳ πολλῇ τε καὶ ἀγαθῇ καὶ χρήμασι μεγάλοις δωρήσασθαι, Βελισάριόν τε ἐθέλειν ἀναδέχεσθαι πάντα ταῦτα ἔσεσθαί σοι, πίστεις διδόντα.σὺ δὲ ὅσα μὲν ἡ τύχη μοχθηρὰ ἤνεγκε, φέρειν γενναίως οἷός τε εἶ πάντα τὰ ἐνθένδε ἀνθρώπῳ γε ὄντι ἀναγκαῖα εἶναι οἰόμενος.ἢν δέ τινι ἀγαθῷ τὰ δυσχερῆ ταῦτα ξυγκεραννύειν βεβούλευται, τοῦτο δὲ αὐτὸς ἐθελούσιος δέξασθαι οὐκ ἂν ἀξιοίης; ἢ οὐχ ὁμοίως τοῖς φλαύροις ἀναγκαῖά γε ἡμῖν καὶ τὰ παρὰ τῆς τύχης ἀγαθὰ λογιστέον; ἀλλὰ ταῦτα μὲν οὐδὲ τοῖς σφόδρα ἀνοήτοις δοκεῖ.