στείλας τε τῶν ἐπιτηδείων τινὰς τόν τε Γελίμερος πλοῦτον ἔλαβε καὶ Βονιφάτιον ξὺν τοῖς χρήμασι τοῖς αὐτοῦ ἀφῆκε, πάμπολύ τι χρῆμα τοῦ Γελίμερος συλήσαντα πλούτου.Ἐπεὶ δὲ ἐς Καρχηδόνα ἀνέστρεφε, Βανδίλους τε ἅπαντας ἐν παρασκευῇ ἐποιεῖτο, ὅπως ἅμα ἦρι ἀρχομένῳ ἐς Βυζάντιον πέμψειε, καὶ στράτευμα ἔστελλεν ἐφ’ ᾧ ἀνασώσοιντο Ῥωμαίοις ἅπαντα ὧν Βανδίλοι ἦρχον.Κύριλλον μὲν οὖν ξὺν πλήθει πολλῷ ἐς Σαρδὼ ἔπεμψε, τὴν Τζάζωνος κεφαλὴν ἔχοντα, ἐπεὶ οἱ νησιῶται οὗτοι ἥκιστα προσχωρεῖν Ῥωμαίοις ἐβούλοντο, δεδιότες τε τοὺς Βανδίλους καὶ οὐκ ἂν οἰόμενοι ἀληθῆ εἶναι ὅσα σφίσι ξυνενεχθῆναι ἐν Τρικαμάρῳ ἐλέγετο.τούτῳ δὲ τῷ Κυρίλλῳ ἐπήγγελλε μοῖραν τοῦ στρατοῦ ἐς Κουρσικὴν πέμψαντα τῇ Ῥωμαίων ἀρχῇ τὴν νῆσον ἀνακτήσασθαι, Βανδίλων κατήκοον τὰ πρότερα οὖσαν, ἣ Κύρνος μὲν ἐν τοῖς ἄνω χρόνοις ἐπεκαλεῖτο, οὐ πόρρω δὲ ἀπὸ Σαρδοῦς ἐστιν.ὁ δὲ ἐς Σαρδὼ ἀφικόμενος τήν τε Τζάζωνος κεφαλὴν τοῖς ταύτῃ ᾠκημένοις ἐπέδειξε καὶ ἄμφω τὰ νήσω τῇ Ῥωμαίων βασιλείᾳ ἐς φόρου ἀπαγωγὴν ἀνεσώσατο.ἐς δὲ Καισάρειαν τὴν ἐν Μαυριτανοῖς Βελισάριος Ἰωάννην ξὺν λόχῳ πεζικῷ οὗ δὴ αὐτὸς ἡγεῖτο ἔπεμψεν, ἣ ὁδῷ μὲν ἡμερῶν τριάκοντα εὐζώνῳ ἀνδρὶ Καρχηδόνος διέχει, ἐς Γάδειρά τε καὶ τὰς ἡλίου δυσμὰς ἰόντι· κεῖται δὲ ἐπὶ θαλάσσῃ, μεγάλη τε καὶ πολυάνθρωπος ἐκ παλαιοῦ οὖσα.Ἰωάννην δὲ ἄλλον, τῶν οἰκείων ὑπασπιστῶν ἕνα, ἐς τὸν ἐν Γαδείροις πορθμὸν καὶ τὴν ἑτέραν τῶν Ἡρακλέους στηλῶν ἔπεμψε, τὸ ἐκείνῃ φρούριον, ὃ Σέπτον καλοῦσι, καθέξοντα.ἐς δὲ τὰς νήσους αἵπερ ἀγχοῦ εἰσι τῆς ὠκεανοῦ ἐσβολῆς, Ἔβουσά τε καὶ Μαϊορίκα καὶ Μινορίκα ἐπιχωρίως καλούμεναι, Ἀπολλινάριον ἔστειλεν, ὃς ἐξ Ἰταλίας μὲν ὥρμητο, μειράκιον δὲ ὢν ἔτι ἐς Λιβύην ἀφῖκτο.καὶ πολλοῖς χρήμασι πρὸς Ἰλδερίχου τότε Βανδίλων ἡγουμένου δεδωρημένος, ἐπεὶ παρελέλυτο τῆς ἀρχῆς Ἰλδέριχος καὶ ἐν φυλακῇ, ὥσπερ ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, εἴχετο, ἐς Ἰουστινιανὸν βασιλέα ξὺν Λίβυσι τοῖς ἄλλοις οἳ τὰ Ἰλδερίχου ἔπρασσον, ἱκετεύσων ἦλθε.στρατεύσας τε ξὺν τῷ Ῥωμαίων στόλῳ ἐπὶ Γελίμερα καὶ Βανδίλους, ἀνὴρ ἀγαθὸς ἐν τῷ πολέμῳ τῷδε καὶ πάντων μάλιστα ἐν Τρικαμάρῳ ἐγένετο. καὶ ἀπ’ αὐτοῦ τοῦ ἔργου Βελισάριος τὰς νήσους οἱ τάσδε ἐπέτρεψε.μετὰ δὲ καὶ ἐς Τρίπολιν Πουδεντίῳ τε καὶ Ταττιμοὺθ πρὸς τῶν ἐκείνῃ Μαυρουσίων πιεζομένοις στράτευμα πέμψας τὴν Ῥωμαίων δύναμιν ταύτῃ ἐπέρρωσε.Στείλας δὲ καὶ ἐς Σικελίαν τινάς, ἐφ’ ᾧ τὸ ἐν Λιλυβαίῳ φρούριον ἅτε τῇ Βανδίλων ἀρχῇ προσῆκον ἕξουσιν, ἀπεκρούσθη ἐνθένδε, Γότθων ἥκιστα ἀξιούντων Σικελίας τινὰ ξυγχωρεῖν μοῖραν, ὡς οὐδὲν τὸ φρούριον τοῦτο Βανδίλοις προσῆκον.ὁ δέ, ἐπεὶ ταῦτα ἤκουσε, πρὸς τοὺς ἄρχοντας οἳ ταύτῃ ἦσαν ἔγραψε τάδε· “Λιλύβαιον τὸ Βανδίλων φρούριον τῶν βασιλέως δούλων ἀποστερεῖτε ἡμᾶς, οὐ δίκαια ποιοῦντες οὐδὲ ὑμῖν αὐτοῖς ξύμφορα, καὶ ἄρχοντι τῷ ὑμετέρῳ οὔτι ἑκόντι καὶ μακρὰν ἀπολελειμμένῳ τῶν πρασσομένων ἐκπολεμῶσαι βούλεσθε βασιλέα τὸν μέγαν, οὗ τὴν εὔνοιαν πόνῳ πολλῷ κτησάμενος ἔχει.καίτοι πῶς οὐκ ἂν ἀπὸ τοῦ ἀνθρωπείου τρόπου ποιεῖν δόξαιτε, εἰ Γελίμερα μὲν ἔναγχος ἔχειν ξυνεχωρεῖτε τὸ φρούριον, βασιλέα δὲ τὸν τοῦ Γελίμερος κύριον ἀφαιρεῖσθαι τὰ τοῦ δούλου κτήματα ἔγνωτε;μὴ ὑμεῖς γε, ὦ βέλτιστοι. ἀλλ’ ἐνθυμεῖσθε, ὡς φιλία μὲν αἰτίας πολλὰς καλύπτειν πέφυκεν, ἔχθρα δὲ οὐδὲ τῶν σμικροτάτων ἀδικημάτων ἀνέχεται, ἀλλὰ διερευνᾶται μὲν ἅπαντα ἄνωθεν, οὐ περιορᾷ δὲ πλουτοῦντας τοῖς γε οὐδὲν προσήκουσι τοὺς πολεμίους.εἶτα μάχεται ὑπὲρ ὧν τοὺς προγόνους ἠδικῆσθαί φησι· καὶ ἢν μὲν σφαλῇ ἐν τῷ κινδύνῳ, ἀπώλεσε τῶν ὑπαρχόντων οὐδέν, εὐημερήσασα δὲ μεταμανθάνειν ποιεῖ τοὺς ἡσσημένους τὸ σύγγνωμον.ὑμεῖς οὖν μήτε δράσητε ἡμᾶς μηδὲν περαιτέρω κακὸν μήτε αὐτοὶ πάθητε, μήτε πολέμιον κατεργάσησθε τῷ Γότθων γένει βασιλέα τὸν μέγαν, ὃν ὑμῖν ἵλεων εἶναι ἐν εὐχῇ ἐστιν.εὖ γὰρ ἴστε ὡς τοῦδε μεταποιουμένοις ὑμῖν τοῦ φρουρίου ὁ πόλεμος ἐν ποσὶν ἔσται οὐχ ὑπὲρ τοῦ Λιλυβαίου μόνον, ἀλλ’ ὑπὲρ ἁπάντων ὧν οὐδὲν προσῆκον ὑμῖν εἶτα ἀντέχεσθε.”Τοσαῦτα μὲν ἡ ἐπιστολὴ ἐδήλου. Γότθοι δὲ ἀνήνεγκάν τε ταῦτα ἐς τοῦ Ἀταλαρίχου τὴν μητέρα καὶ πρὸς τῆς γυναικὸς ἐπιτεταγμένον σφίσιν ἀπεκρίναντο ὧδε·“Τὰ γράμματα ἃ γέγραφας, ἄριστε Βελισάριε, παραίνεσιν μὲν ἀληθῆ φέρει, ἐς ἄλλους δὲ ἀνθρώπων τινάς, οὐκ εἰς τοὺς Γότθους ἡμᾶς ἥκουσαν.ἡμεῖς γὰρ οὐδὲν τῶν βασιλέως Ἰουστινιανοῦ λαβόντες ἔχομεν, μή ποτε οὕτω μανείημεν· Σικελίαν δὲ ξύμπασαν προσποιούμεθα ἡμετέραν οὖσαν, ἧς δὴ ἄκρα μία τὸ ἐν Λιλυβαίῳ φρούριόν ἐστιν.εἰ δὲ Θευδέριχος τὴν ἀδελφὴν τῷ Βανδίλων βασιλεῖ ξυνοικοῦσαν τῶν τινι Σικελίας ἐμπορίων ἐκέλευσε χρῆσθαι, οὐδὲν τοῦτο πρᾶγμα.οὐ γὰρ ἂν τοῦτο δικαιώματος ὑμῖν ὁτουοῦν ἀξίωσιν φέροι. σὺ μέντοι, ὦ στρατηγέ, πράττοις ἂν τὰ δίκαια πρὸς ἡμᾶς, ἤν γε τῶν ἐν ἡμῖν ἀντιλεγομένων τὴν διάλυσιν οὐχ ὡς πολέμιος, ἀλλ’ ἅτε φίλος ποιεῖσθαι θέλοις. διαφέρει δέ,