καὶ τοῦ μὲν ὄρνιθος ἀποτυγχάνει, Ἰωάννην δὲ ὄπισθεν ἐς τὸν αὐχένα οὔτι ἑκουσίως βάλλει.ὁ δὲ καιρίαν τυπεὶς ἐξ ἀνθρώπων χρόνῳ ὀλίγῳ ὕστερον ἠφανίσθη, πολὺν αὑτοῦ πόθον βασιλεῖ τε Ἰουστινιανῷ καὶ Βελισαρίῳ τῷ στρατηγῷ καὶ Ῥωμαίοις ἅπασι καὶ Καρχηδονίοις ἀπολιπών.ἀνδρίας τε γὰρ καὶ τῆς ἄλλης ἀρετῆς εὖ ἥκων, πρᾷόν τε τοῖς ἐντυγχάνουσι παρεῖχεν αὑτὸν καὶ ἐπιεικέστατον οὐδενὸς ἧσσον. Ἰωάννης μὲν οὖν τὴν πεπρωμένην οὕτως ἀνέπλησεν.Οὐλίαρις δὲ ἐπεὶ ἐν ἑαυτῷ ἐγεγόνει, ἐς κώμην τινὰ πλησίον που οὖσαν καταφυγὼν ἐν τῷ κατὰ ταύτην ἱερῷ ἱκέτης ἐκάθητο.οἱ δὲ στρατιῶται Γελίμερα διώκειν οὐκέτι ὥρμηντο, ἀλλ’ Ἰωάννην μὲν ἕως περιῆν ἐθεράπευον, ἐπεὶ δὲ ἐκεῖνος ἐτελεύτησε, τά τε νομιζόμενα ἐς τὴν αὐτοῦ ὁσίαν ἐποίουν καὶ τὸν πάντα λόγον Βελισαρίῳ δηλώσαντες αὐτοῦ ἔμενον.ὅς, ἐπειδὴ τάχιστα ἤκουσεν, ἔς τε τὸν Ἰωάννου τάφον ἀφίκετο καὶ τὸ ἐκείνου πάθος ἀπέκλαιεν.ἀποκλαύσας δὲ καὶ περιαλγήσας τῇ πάσῃ συμφορᾷ πολλοῖς τε ἄλλοις καὶ χρημάτων προσόδῳ τὸν Ἰωάννου τάφον ἐτίμησε.δεινὸν μέντοι Οὐλίαριν οὐδὲν ἔδρασεν, ἐπεὶ οἱ στρατιῶται Ἰωάννην σφίσιν ἐπισκῆψαι ὅρκοις ἔφασκον δεινοτάτοις μηδεμίαν ἐς αὐτὸν γενέσθαι τίσιν ἅτε οὐκ ἐκ προνοίας τὸ μίασμα ἐργασάμενον.Ταύτῃ μὲν οὖν Γελίμερ διαφεύγει τὸ μὴ ὑπὸ τοῖς πολεμίοις ἐκείνῃ τῇ ἡμέρᾳ γενέσθαι. Βελισάριος δὲ αὐτὸν τὸ ἐντεῦθεν ἐδίωκεν, ἐς πόλιν τε Νουμιδῶν ἐχυράν, ἐπὶ θαλάσσῃ κειμένην, ἀφικόμενος, δέκα ἡμερῶν ὁδῷ Καρχηδόνος διέχουσαν, ἣν δὴ Ἱππονερέγιον καλοῦσιν, ἔμαθε Γελίμερα ἐς Παπούαν τὸ ὄρος ἀναβάντα οὐκέτι ἁλώσιμον Ῥωμαίοις εἶναι.τοῦτο δὲ τὸ ὄρος ἐστὶ μὲν ἐν τοῖς Νουμιδίας ἐσχάτοις ἀπότομόν τε ἐπὶ πλεῖστον καὶ δεινῶς ἄβατον ʽπέτραι γὰρ ὑψηλαὶ ἐς αὐτὸ πανταχόθεν ἀνέχουσἰ, κατῴκηνται δὲ ἐν αὐτῷ Μαυρούσιοι βάρβαροι, οἳ τῷ Γελίμερι φίλοι τε καὶ ἐπίκουροι ἦσαν, καὶ πόλις ἀρχαία Μηδεὸς ὄνομα παρὰ τοῦ ὄρους τὰ ἔσχατα κεῖται.ἐνταῦθα Γελίμερ ξὺν τοῖς ἑπομένοις ἡσύχαζε. Βελισάριος δὲ ʽοὐδὲ γὰρ τοῦ ὄρους ἀποπειρᾶσθαι ἄλλως τε καὶ χειμῶνος ὥρᾳ οἷός τε ἦν, ἔτι τέ οἱ τῶν πραγμάτων ᾐωρημένων Καρχηδόνος ἀπολελεῖφθαι ἀξύμφορον ἐνόμιζεν εἶναἰ στρατιώτας τε ἀπολεξάμενος καὶ ἄρχοντα Φάραν τῇ τοῦ ὄρους προσεδρείᾳ κατέστησεν.ἦν δὲ ὁ Φάρας οὗτος δραστήριός τε καὶ λίαν κατεσπουδασμένος καὶ ἀρετῆς εὖ ἥκων, καίπερ Ἔρουλος ὢν γένος.ἄνδρα δὲ Ἔρουλον μὴ ἐς ἀπιστίαν τε καὶ μέθην ἀνεῖσθαι, ἀλλ’ ἀρετῆς μεταποιεῖσθαι, χαλεπόν τε καὶ ἐπαίνου πολλοῦ ἄξιον.Φάρας δὲ οὐ μόνος τῆς εὐκοσμίας ἀντείχετο, ἀλλὰ καὶ Ἐρούλων ὅσοι αὐτῷ εἵποντο. τοῦτον δὴ τὸν Φάραν ἐς τὸν τοῦ ὄρους πρόποδα Βελισάριος καθῆσθαι τὴν τοῦ χειμῶνος ὥραν ἐκέλευε καὶ φυλακὴν ἀκριβῆ ἔχειν, ὡς μήτε τὸ ὄρος ἀπολιπεῖν Γελίμερι δυνατὰ εἴη μήτε τι τῶν ἀναγκαίων ἐς αὐτὸ ἐσκομίζεσθαι.καὶ Φάρας μὲν κατὰ ταῦτα ἐποίει. Βελισάριος δὲ Βανδίλους ὅσοι ἐς Ἱππονερέγιον πρὸς τοῖς ἱεροῖς ἱκέται ἐκάθηντο, πολλοί τε καὶ ἄριστοι, ἀνέστησέ τε πιστὰ λαβόντας καὶ ἐς Καρχηδόνα ξὺν φυλακῇ ἔπεμψεν. ἐνταῦθα δὲ αὐτῷ καί τι τοιόνδε ξυμπεσεῖν ἔτυχεν.Ἐν τῇ Γελίμερος οἰκίᾳ γραμματεὺς ἦν τις Βονιφάτιος Λίβυς, ἐκ Βυζακίου ὁρμώμενος, πιστὸς τῷ Γελίμερι ἐς τὰ μάλιστα.τοῦτον δὴ τὸν Βονιφάτιον Γελίμερ κατ’ ἀρχὰς τοῦδε τοῦ πολέμου ἐς ναῦν ἐμβιβάσας ἄριστα πλέουσαν, ἐν ταύτῃ τε ἅπαντα τὸν βασιλικὸν πλοῦτον ἐνθέμενος ἐκέλευεν ἐς τὸν τοῦ Ἱππονερεγίου λιμένα ὁρμίζεσθαι, καὶ ἢν τὰ πράγματα σφίσιν οὐκ εὖ καθιστάμενα ἴδοι, τὰ χρήματα ἔχοντα πλεῖν κατὰ τάχος ἐς Ἱσπανίαν, παρὰ Θεῦδίν τε ἀφικέσθαι τὸν τῶν Οὐισιγότθων ἡγούμενον, ἔνθα δὴ καὶ αὐτὸς διασώζεσθαι ἐκαραδόκει, πονηρᾶς γινομένης Βανδίλοις τῆς τοῦ πολέμου τύχης.Βονιφάτιος δέ, ἕως μὲν τὰ Βανδίλων ἐλπίδα εἶχεν, αὐτοῦ ἔμενεν· ἐπεὶ δὲ τάχιστα ἡ ἐν Τρικαμάρῳ μάχη καὶ τὰ ἄλλα ἅπερ ἐρρήθη ἐγεγόνει, ἄρας τὰ ἱστία ἔπλει καθάπερ οἱ ἐπέστελλε Γελίμερ.ἀλλὰ πνεύματος αὐτὸν ἐναντίωμα εἰς τὸν τοῦ Ἱππονερεγίου λιμένα οὔτι ἑκούσιον αὖθις ἤνεγκεν. ὡς δὲ τοὺς πολεμίους ἀγχοῦ ἤδη που ἠκηκόει εἶναι, τοὺς ναύτας πολλὰ ὑποσχόμενος ἐλιπάρει ἐς ἄλλην τινὰ ἤπειρον ἢ νῆσον βιασαμένους ἰέναι.οἱ δὲ ʽοὐ γὰρ ἐδύναντο χειμῶνος σφίσι χαλεποῦ λίαν ἐπιπεσόντος καὶ τὸ τῆς θαλάσσης ῥόθιον ἅτε ἐν Τυρρηνικῷ πελάγει ἐς ὕψος μέγα ἐγείροντοσ̓, τότε δὴ αὐτοί τε καὶ Βονιφάτιος ἐς ἔννοιαν ἦλθον ὡς ἄρα ὁ θεὸς τὰ χρήματα Ῥωμαίοις διδόναι ἐθέλων τὴν ναῦν οὐκ ἐῴη ἀνάγεσθαι.μόλις μέντοι τοῦ λιμένος ἔξω γενόμενοι ξὺν κινδύνῳ μεγάλῳ τὴν ναῦν ἀνεκώχευον.ὡς δὲ ἀφίκετο Βελισάριος εἰς τὸ Ἱππονερέγιον, πέμπει τινὰς παρ’ αὐτὸν Βονιφάτιος. οὓς δὴ ἐν ἱερῷ καθῆσθαι ἐκέλευεν, ἐροῦντας μὲν ὡς πρὸς Βονιφατίου σταλεῖεν τοῦ τὰ Γελίμερος χρήματα ἔχοντος, ἀποκρυψομένους δὲ ὅπη ποτὲ εἴη, πρίν γε δὴ τὰ πιστὰ λάβοιεν ὡς τὰ Γελίμερος χρήματα διδοὺς αὐτὸς ἀπαλλάξει κακῶν ἀπαθής, ἔχων ὅσα αὐτοῦ οἰκεῖα εἴη.καὶ οἱ μὲν ταῦτα ἔπρασσον, Βελισάριος δὲ ἥσθη τε τῇ εὐαγγελίᾳ καὶ ὀμεῖσθαι οὐκ ἀπηξίου.