καὶ αὐτῷ οἵ τε ξυγγενεῖς καὶ τῶν οἰκετῶν ὀλίγοι τινὲς εἵποντο καταπεπληγμένοι τε καὶ τὰ παρόντα ἐν σιγῇ ἔχοντες.καὶ χρόνον μέν τινα ἔλαθε Βανδίλους ἀποδρὰς Γελίμερ, ἐπεὶ δὲ αὐτόν τε πεφευγέναι ᾔσθοντο ἅπαντες καὶ οἱ πολέμιοι ἤδη καθεωρῶντο, τότε δὴ οἵ τε ἄνδρες ἐθορύβουν καὶ τὰ παιδία ἀνέκραγε καὶ αἱ γυναῖκες ἐκώκυον.καὶ οὔτε χρημάτων παρόντων μετεποιοῦντο οὔτε τῶν φιλτάτων ὀδυρομένων σφίσιν ἔμελεν, ἀλλ’ ἕκαστος ἔφευγεν οὐδενὶ κόσμῳ ὅπη ἐδύνατο.ἐπελθόντες δὲ Ῥωμαῖοι τό τε στρατόπεδον ἀνδρῶν ἔρημον αὐτοῖς χρήμασιν αἱροῦσι καὶ ἐπιδιώξαντες τὴν νύκτα ὅλην ἄνδρας μὲν ὅσοις ἐντύχοιεν ἔκτεινον, παῖδας δὲ καὶ γυναῖκας ἐποιοῦντο ἐν ἀνδραπόδων λόγῳ.χρήματα δὲ τοσαῦτα τὸ πλῆθος ἐν τούτῳ τῷ στρατοπέδῳ εὗρον ὅσα οὐδεπώποτε ἔν γε χωρίῳ ἑνὶ τετύχηκεν εἶναι.οἵ τε γὰρ Βανδίλοι ἐκ παλαιοῦ τὴν Ῥωμαίων ἀρχὴν ληισάμενοι συχνὰ χρήματα ἐς Λιβύην μετήνεγκαν καὶ τῆς χώρας αὐτοῖς ἀγαθῆς ἐν τοῖς μάλιστα οὔσης καρποῖς τε τοῖς ἀναγκαιοτάτοις ἐς ἄγαν εὐθηνούσης, τὰς τῶν χρημάτων προσόδους ξυνέβη, αἵ γε ἐκ τῶν ἐκείνῃ γινομένων ἀγαθῶν ἠγείροντο, οὐκ ἐς ἑτέραν τινὰ δαπανᾶσθαι χώραν ἐμπορίᾳ τῇ τῶν ἐπιτηδείων, ἀλλ’ αὐτὰς ἀεὶ οἱ τὰ χωρία κεκτημένοι προσεποιοῦντο ἐς πέντε καὶ ἐνενήκοντα ἔτη, ἐς οἷς δὴ Λιβύης οἱ Βανδίλοι ἦρξαν.καὶ ἀπ’ αὐτοῦ ἐς πάμπολυ χρῆμα ὁ πλοῦτος χωρήσας ἐκείνῃ τῇ ἡμέρᾳ ἐς τῶν Ῥωμαίων τὰς χεῖρας ἐπανῆκεν αὖθις.ἡ μὲν οὖν μάχη καὶ δίωξις ἥδε καὶ τοῦ Βανδίλων στρατοπέδου ἡ ἅλωσις τρισὶ μησὶν ὕστερον γέγονεν ἢ ὁ Ῥωμαίων στρατὸς ἐς Καρχηδόνα ἦλθε, μεσοῦντος μάλιστα τοῦ τελευταίου μηνός, ὃν Δεκέμβριον Ῥωμαῖοι καλοῦσι.Τότε δὲ κατιδὼν Βελισάριος τὸ Ῥωμαίων στράτευμα πλημμελῶς τε καὶ ξὺν πολλῇ ἀκοσμίᾳ φερόμενον ἤσχαλλε, δειμαίνων τὴν νύκτα ὅλην μὴ οἱ πολέμιοι, ξυμφρονήσαντές τε καὶ ἐπ’ αὐτοὺς ξυνιστάμενοι, τὰ ἀνήκεστα αὐτοὺς δράσωσιν.ὅπερ εἰ γενέσθαι τρόπῳ ὅτῳ δὴ τηνικαῦτα ξυνέπεσεν, οἶμαι ἂν Ῥωμαίων οὐδένα διαφυγόντα ταύτης δὴ τῆς λείας ἀπόνασθαι.οἱ γὰρ στρατιῶται πένητες ἄνθρωποι κομιδῆ ὄντες καὶ χρημάτων μὲν ἐς ἄγαν μεγάλων, σωμάτων δὲ ὡραίων τε καὶ ὑπερφυῶς εὐπρεπῶν κύριοι ἐκ τοῦ αἰφνιδίου γεγενημένοι κατέχειν τὴν διάνοιαν οὐκέτι ἐδύναντο οὐδὲ κόρον τινὰ τῶν σφίσι παρόντων εὑρεῖν, ἀλλ’ οὕτως ἐμέθυον, καταβεβρεγμένοι τοῖς ὑπάρχουσιν εὐτυχήμασιν, ὥστε αὐτὸς ἕκαστος ἅπαντα ἄγων ἐς Καρχηδόνα ἀναστρέφειν ἐβούλοντο.καὶ περιήρχοντο οὐ κατὰ συμμορίας, ἀλλὰ κατὰ ἕνα ἢ δύο, ὅπη ποτὲ αὐτοὺς ἡ ἐλπὶς ἄγοι, ἅπαντα κύκλῳ διερευνώμενοι ἔν τε νάπαις καὶ δυσχωρίαις καὶ εἴ που σπήλαιον παρατύχοι ἢ ἄλλο ὁτιοῦν ἐς κίνδυνον ἢ ἐνέδραν ἄγον.οὐδὲ γὰρ αὐτοὺς τῶν πολεμίων φόβος οὐδὲ ἡ Βελισαρίου αἰδὼς ἐσῄει οὐδὲ ἄλλο τῶν πάντων οὐδέν, ὅτι μὴ ἡ τῶν λαφύρων ἐπιθυμία, ταύτης τε ὑπερβιαζομένης ἐς ὀλιγωρίαν τῶν ἄλλων πάντων ἐτράποντο.ἃ δὴ ἅπαντα ἐν νῷ ποιούμενος Βελισάριος ἐν ἀπόρῳ εἶχεν ᾗ τὸ παρὸν θέσθαι.ἅμα δὲ ἡμέρᾳ ἐπὶ λόφου τινὸς τῆς ὁδοῦ ἀγχοῦ εἱστήκει, τήν τε οὐκέτι οὖσαν εὐκοσμίαν ἀνακαλούμενος καὶ πολλὰ πᾶσι στρατιώταις τε ὁμοῦ καὶ ἄρχουσι λοιδορούμενος.τότε δὴ ὅσοις τετύχηκε πλησίον που εἶναι, καὶ μάλιστα οἱ τῆς Βελισαρίου οἰκίας ὄντες, τὰ μὲν ὑπάρχοντα σφίσι χρήματά τε καὶ ἀνδράποδα ξὺν τοῖς ὁμοσκήνοις τε καὶ ὁμοτραπέζοις ἐς Καρχηδόνα ἔπεμπον, αὐτοὶ δὲ παρὰ τὸν στρατηγὸν ἰόντες τῶν σφίσι παραγγελλομένων κατήκουον.Ὁ δὲ Ἰωάννην μὲν τὸν Ἀρμένιον ξὺν διακοσίοις ἐκέλευε Γελίμερι ἕπεσθαι, καὶ μήτε νύκτα μήτε ἡμέραν ἀνιέντας διώκειν, ἕως αὐτὸν ζῶντα ἢ νεκρὸν λάβοιεν.ἐς δὲ Καρχηδόνα τοῖς ἐπιτηδείοις ἐπέστελλε, Βανδίλοις, ὅσοι ἐς τὰ ἀμφὶ τὴν πόλιν χωρία ἐν ἱεροῖς ἱκέται ἐκάθηντο, πιστὰ διδοῦσι καὶ τὰ ὅπλα, ὅπως μή τι νεωτερίσωσιν, ἀφελομένοις ἔς τε τὴν πόλιν ἐσαγαγοῦσιν ἔχειν,ἄχρι αὐτὸς ἔλθοι. ξὺν δὲ τοῖς λειπομένοις πανταχόσε περιιὼν τούς τε στρατιώτας σπουδῇ ἤγειρε καὶ Βανδίλοις τοῖς ἀεὶ ἐν ποσὶ πίστεις ὑπὲρ σωτηρίας ἐδίδου. οὐ γὰρ ἔτι ἦν Βανδίλων οὐδένα ὅτι μὴ ἐν τοῖς ἱεροῖς ἱκέτην λαβεῖν.ὧν δὴ τὰ ὅπλα ἀφαιρούμενος, ξὺν στρατιώταις φυλάσσουσιν ἐς Καρχηδόνα ἔστελλεν, οὐ διδοὺς καιρὸν σφίσιν ἐπὶ Ῥωμαίους ξυνίστασθαι.καὶ ἐπεὶ ἅπαντά οἱ ὡς ἄριστα εἶχεν, ἐπὶ Γελίμερα καὶ αὐτὸς ξὺν τῷ πλείονι τοῦ στρατοῦ κατὰ τάχος ᾔει.ὁ δὲ Ἰωάννης ἐς πέντε ἡμέρας τε καὶ νύκτας τὴν δίωξιν ποιησάμενος οὐ πόρρω ἀπὸ Γελίμερος ἤδη ἐγεγόνει, ἀλλά οἱ τῇ ὑστεραίᾳ ἔμελλεν ἐς χεῖρας ἰέναι. ἐπεὶ δὲ οὐκ ἔδει Γελίμερα Ἰωάννῃ ἁλῶναι, τύχης ἐναντίωμα ξυνηνέχθη τοιόνδε.ἐν τοῖς ξὺν Ἰωάννῃ διώκουσιν Οὐλίαριν τὸν Βελισαρίου δορυφόρον τετύχηκεν εἶναι.ἦν δὲ οὗτος ἀνὴρ θυμοειδὴς μὲν καὶ πρὸς ἀλκὴν ψυχῆς τε καὶ σώματος ἱκανῶς πεφυκώς, οὐ λίαν δὲ κατεσπουδασμένος, ἀλλ’ οἴνῳ τε καὶ γελοίοις ὡς τὰ πολλὰ χαίρων.οὗτος Οὐλίαριν ἡμέρᾳ τῆς διώξεως ἕκτῃ οἰνωμένος ἀμφὶ ἡλίου ἀνατολὰς ὄρνιν τινὰ ἐπὶ δένδρου καθήμενον εἶδε, καὶ τὸ τόξον κατὰ τάχος ἐντείνας κατὰ τοῦ ὄρνιθος ἠφίει τὸ βέλος.