βούλεσθαι τοίνυν ἑστάναι μὲν αὐτοὺς παρὰ τοὺς Γονθάριδος φύλακας οἵπερ ἐνταῦθα ἐπὶ φυλακῇ ἐτετάχατο, τοῦ δὲ παίζειν δόκησίν τινα παρεχομένους τῶν μὲν ἀσπίδων ἅσπερ ἐκεῖνοι φέρουσιν ἅπτεσθαι, πάλλοντας δὲ αὐτὰς καὶ ἄλλως κινοῦντας ἄνω κάτω ἐς ἀεὶ στρέφειν· θορύβου δὲ ἢ κραυγῆς ἐντὸς γενομένης ἀραμένους τὰς ἀσπίδας αὐτὰς βοηθεῖν δρόμῳ.Ἀρταβάνης μὲν ταῦτα ἐπήγγελλεν, ὁ δὲ Γρηγόριος ἐπιτελῆ ἐποίει. ὅ τε Ἀρτασίρης ἐπενόει τάδε· τῶν βελῶν τινα διελὼν δίχα τῷ καρπῷ τῆς εὐωνύμου χειρὸς ἐπέθετο κατὰ τὰς τομὰς μέχρι ἐς τὸν ἀγκῶνα. ἱμᾶσί τε αὐτὰ ἐς τὸ ἀκριβὲς σφίγξας ὕπερθε τὸ ταύτῃ τοῦ χιτωνίσκου μέρος ἐπέβαλλεν.ἐποίει δὲ ταῦτα, ὅπως, ἤν τις αὐτῷ τὸ ξίφος ἐπανατεινάμενος ἐγχειρῇ παίειν, μηδὲν αὐτῷ δεινὸν πεπονθέναι ξυμβαίη, προβεβλημένῳ μὲν τὴν λαιὰν χεῖρα, τοῦ δὲ σιδήρου ἀποκαυλιζομένου ἐν τῇ ἐς τὸ ξύλον ἐπιφορᾷ καὶ τοῦ σώματος ἅψασθαι οὐδαμῆ ἔχοντος. Τοιαύτῃ μὲν γνώμῃ Ἀρτασίρης, ὥσπερ μοι ἐρρήθη, ἐποίει.τῷ δὲ Ἀρταβάνῃ ἔλεξεν ὧδε· “Ἐγὼ τὸ μὲν ἐγχείρημα ὀκνήσει οὐδεμιᾷ ὑποστήσεσθαι καὶ ξίφει τῷδε τοῦ Γονθάριδος σώματος ψαύσειν ἐλπίδα ἔχω, τὸ δὲ ἐνθένδε οὐκ ἔχω εἰπεῖν, πότερα ὁ θεὸς τῷ τυράννῳ χαλεπῶς ἔχων ξυγκατεργάσεταί μοι τὸ τόλμημα τοῦτο, ἤ τινα ἐμὴν ἁμαρτάδα τιννύμενος ἐνταῦθά τε ἀπαντήσας ἐμπόδιος εἴη.ἢν τοίνυν οὐκ ἐν καιρίῳ πληγέντα τὸν τύραννον ἴδῃς, σὺ δή με τῷ ξίφει τῷ ἐμῷ μηδέν τι μελλήσας ἀπόκτεινον, ὅπως μὴ πρὸς αὐτοῦ αἰκιζόμενος γνώμῃ τε τῇ σῇ ἐς τὴν πρᾶξιν ὡρμηκέναι εἰπὼν αἴσχιστά τε αὐτὸς διαφθαρείην καί σε προσαπολεῖν ἀναγκασθείην ἀκούσιος.”τοσαῦτα καὶ Ἀρτασίρης εἰπὼν ξύν τε Γρηγορίῳ καὶ τῶν δορυφόρων ἑνὶ παρὰ τὰς στιβάδας ἐλθὼν ὄπισθεν Ἀρταβάνου ἑστήκει. οἱ δὲ λοιποὶ παρὰ τοὺς φύλακας μένοντες τὰ σφίσιν ἐπηγγελμένα ἐποίουν.Ὁ μὲν οὖν Ἀρτασίρης, ἀρξαμένης που τῆς θοίνης, ἔργου ἔχεσθαι διενοεῖτο, ἤδη τε τῆς τοῦ ἀκινάκου λαβῆς ἥπτετο.ἀλλ’ αὐτὸν ὁ Γρηγόριος διεκώλυσεν ἔτι τὸν Γόνθαριν ὅλον εἰπὼν τῇ Ἀρμενίων φωνῇ ἐν αὑτῷ εἶναι, οὔπω ἐκπεπωκότα τοῦ οἴνου τι μέγα.ἀνοιμώξας τοίνυν Ἀρτασίρης, “Ὦ ἄνθρωπε,” εἶπεν, “ὡς καλὴν ἔχοντά με ψυχὴν οὐ δέον ἐν τῷ παρόντι κεκώλυκας.”προϊόντος δὲ τοῦ πότου, ἤδη που καταβεβρεγμένος ὁ Γόνθαρις τοῖς δορυφόροις τῶν βρώσεων ἐδίδου, φιλοτιμίᾳ τινὶ χρώμενος.οἳ δὴ ταύτας λαβόντες ἐσθίειν ἤδη τοῦ οἰκήματος ἔξω γενόμενοι ἔμελλον, μόνων ἀπολελειμμένων παρὰ τὸν Γόνθαριν δορυφόρων τριῶν, ὧνπερ Οὐλίθεος εἷς ἐτύγχανεν ὤν.ἐξῄει δὲ καὶ Ἀρτασίρης, ὡς τῶν βρώσεων ξὺν τοῖς ἑτέροις γευσόμενος.ἐνταῦθά τις αὐτῷ γέγονεν ἔννοια μή τί οἱ σπάσασθαι βουλομένῳ τὸν ἀκινάκην ἐμπόδιον εἴη.ἔξω τοίνυν γενόμενος ἔρριψε μὲν λάθρα τοῦ ξίφους τὴν θήκην, γυμνόν τε αὐτὸ ὑπὸ μάλης λαβὼν πρὸς τῆς ἐπωμίδος κεκαλυμμένον παρὰ τὸν Γόνθαριν ἐσεπήδησεν, ὡς κρύφα τι τῶν ἄλλων ἐρῶν.ὅπερ Ἀρταβάνης ἰδὼν τῷ τε θυμῷ ζέων καὶ τῇ τῆς ἀγωνίας ὑπερβολῇ ἐς βαθεῖάν τινα ἐμπεσὼν μέριμναν, κινεῖν τε τὴν κεφαλὴν ἤρξατο καὶ πολλὰς ἀμείβειν τοῦ προσώπου χρόας, ἔνθους τέ τις τῷ μεγέθει τῆς πράξεως γεγενῆσθαι παντελῶς ἔδοξεν.ὅπερ ὁ Πέτρος ἰδὼν ξυνῆκε τὸ ποιούμενον, οὐ μέντοι ἐξήνεγκεν ἐς τῶν ἄλλων τινά, ἐπεὶ αὐτὸν βασιλεῖ εὐνοϊκῶς ἔχοντα λίαν ἤρεσκε τὰ πρασσόμενα.τὸν δὲ Ἀρτασίρην, ἄγχιστά πη τοῦ τυράννου ἐλθόντα, τῶν τις οἰκετῶν ὦσε, μικρόν τε ὄπισθεν ἀποκεχωρηκότος κατενόησε τὸ ξίφος γυμνὸν ἀνέκραγέ τε, “Τί τοῦτο, βέλτιστε” ;λέγων. ὁ μὲν οὖν Γόνθαρις παρὰ τῶν ὤτων τὸ δεξιὸν τὴν χεῖρα ἐπιβαλὼν στρέψας τε τὸ πρόσωπον ἐς αὐτὸν ἔβλεπεν.Ἀρτασίρης δὲ αὐτὸν τῷ ξίφει μεταξὺ ἔπαισε καὶ τοῦ βρέγματος μοῖράν τινα ξὺν τοῖς δακτύλοις ἀπέκοψε.Πέτρος δὲ ἀναβοήσας ἐνεκελεύετο τῷ Ἀρτασίρῃ τὸν ἀνοσιώτατον κτείνειν ἀνθρώπων ἁπάντων.ἀναθρώσκοντα δὲ Γόνθαριν Ἀρταβάνης ἰδὼν ʽἐγγύθι γὰρ κατεκλίνετὀ μάχαιραν ἀμφήκη σπασάμενος, ἥ οἱ παρὰ τὸν μηρὸν ἀπεκρέματο μεγάλη τις οὖσα, ἐς τὴν ἀριστερὰν τοῦ τυράννου πλευρὰν ἄχρι ἐς τὴν λαβὴν ξύμπασαν ὤσας ἐνταῦθα μεθῆκε.καὶ ὃς οὐδέν τι ἧσσον ἀναθορεῖν ἐπεχείρησεν, ἅτε δὲ καιρίαν λαβὼν αὐτοῦ ἔπεσεν.ὁ μὲν οὖν Οὐλίθεος τῷ Ἀρτασίρῃ τὸ ξίφος ὡς κατὰ κόρρης κατάξων ἐπήνεγκεν· ὁ δὲ τῆς κεφαλῆς χεῖρα τὴν ἀριστερὰν προβαλλόμενος τῆς ἐννοίας τῆς αὑτοῦ ἐν τοῖς ἀναγκαιοτάτοις ἀπώνατο.τοῦ ξίφους γάρ οἱ τὴν ἀκμὴν ἀποθεμένου ἐν ταῖς ἐπὶ τῆς χειρὸς τῶν βελῶν ἐκτομαῖς, αὐτὸς ἀπαθὴς γεγονὼς ἔκτεινε τὸν Οὐλίθεον οὐδενὶ πόνῳ.Πέτρος δὲ καὶ Ἀρταβάνης, ὁ μὲν τὸ Γονθάριδος ξίφος, ὁ δὲ τὸ τοῦ Οὐλιθέου πεπτωκότος ἁρπάσας, τῶν δορυφόρων τοὺς λειπομένους αὐτοῦ ἔκτειναν.γέγονε τοίνυν, ὡς τὸ εἰκός, κραυγῆς τε καὶ ταραχῆς μέγα τι χρῆμα. αἰσθόμενοί τε ταύτης ὅσοι τῶν Ἀρμενίων παρὰ τοὺς τοῦ τυράννου φύλακας ἵσταντο, τὰς ἀσπίδας εὐθὺς ἀνελόμενοι κατὰ τὰ σφίσι ξυγκείμενα ἐπὶ τὰς στιβάδας ἐχώρουν δρόμῳ, καὶ τούς τε Βανδίλους ξύμπαντας τούς τε Γονθάριδι ἐπιτηδείους ἀνεῖλον, οὐδενὸς σφίσιν ἀντιστατοῦντος.