πολλὰ γοῦν σοι ἔργα ὑπὲρ τῆς ἐλευθερίας θαυμαστὰ πέπρακται. Ἀκάκιον γάρ, νέος ὢν ἔτι, τὸν Ἀρμενίων ἄρχοντα, καὶ Σίτταν τὸν Ῥωμαίων στρατηγὸν ἔκτεινας, καὶ ἀπ’ αὐτοῦ Χοσρόῃ βασιλεῖ γνώριμος γεγονὼς ξὺν αὐτῷ ἐπὶ Ῥωμαίους ἐστράτευσας.ἐπεὶ δὲ τηλικόσδε εἶ, ὡς σὸν εἶναι μὴ περιορᾶν τὴν Ῥωμαίων ἀρχὴν ὑπὸ κυνὶ μεθύοντι κεῖσθαι, ἐνδείκνυσο τανῦν ὡς εὐγενείᾳ τε καὶ ψυχῆς ἀρετῇ ἐκεῖνα, ὦ ʼγαθέ, τὰ πρόσθεν εἰργάσω· ἐγὼ δέ σοι καὶ Ἀρτασίρης ὅδε ἅπαντα ἐπιτάττοντι ὅση δύναμις ὑπουργήσομεν.”Γρηγόριος μὲν τοσαῦτα εἶπεν· Ἀρταβάνου δὲ τὴν διάνοιαν ἐπὶ τὸν τύραννον ἔτι μᾶλλον ὥρμησεν.ὁ δὲ Γόνθαρις Ἀρεοβίνδου μὲν τήν τε γυναῖκα καὶ τὴν ἀδελφὴν ἐκ τοῦ φρουρίου ἐξαγαγὼν ἐπί τινος οἰκίας ἠνάγκασε μένειν, οὔτε τι ὑβρίσας λόγῳ ἢ ἔργῳ ὁτῳοῦν ἐς αὐτὰς οὔτε τὰ ἐπιτήδεια ἐνδεεστέρως ἢ κατὰ τὴν χρείαν ἐχούσας οὔτε τι ἄλλο βιασθείσας εἰπεῖν ἢ πρᾶξαι, πλήν γε δὴ ὅτι γράψαι πρὸς τὸν θεῖον ἡ Πρεϊέκτα ἠνάγκαστο ὡς Γόνθαρις μὲν αὐτάς τε τιμῴη ἐς ἄγαν καὶ καθαρὸς εἴη παντάπασι τοῦ τἀνδρὸς φόνου, Οὐλιθέῳ δὲ τὸ κακὸν ἐργασθείη, Γονθάριδος οὐδαμῆ ἐπαινοῦντος.ἔπρασσε δὲ ταῦτα ὁ Γόνθαρις Πασιφίλῳ ἀναπεισθείς, ἀνδρὶ γεγονότι μὲν τῶν ἐν Βυζακίῳ στασιωτῶν πρώτῳ, ξυναραμένῳ δὲ αὐτῷ μάλιστα ἐς τὴν τῆς τυραννίδος ἐπίθεσιν.ἰσχυρίζετο γὰρ ὁ Πασίφιλος, ἢν ταῦτα ποιοίη, ξυνοικιεῖν τε αὐτῷ βασιλέα τὴν κόρην καὶ προῖκα κατὰ τὸ ξυγγενὲς ἐπιδώσειν χρημάτων μεγάλων.Ἀρταβάνην τε τῷ στρατῷ ἐξηγεῖσθαι ἐπί τε Ἀντάλαν καὶ Μαυρουσίους τοὺς ἐν Βυζακίῳ ἐκέλευε.Κουτζίνας γάρ, ἅτε τῷ Ἀντάλᾳ προσκεκρουκώς, ἀπέστη τε αὐτοῦ ἐκ τοῦ ἐμφανοῦς καὶ Γονθάριδι προσεχώρησεν· ᾧ δὴ τόν τε παῖδα καὶ τὴν μητέρα ἐν ὁμήρων λόγῳ παρέσχετο.τὸ μὲν οὖν στράτευμα ἡγουμένου Ἀρταβάνου εὐθὺς ἐπὶ τὸν Ἀντάλαν ἐχώρει. ξυνῆν δὲ αὐτῷ καὶ Ἰωάννης, ὁ τῶν Στότζα στασιωτῶν ἄρχων, καὶ Οὐλίθεος ὁ δορυφόρος· εἵποντο δὲ καὶ Μαυρούσιοι,ὧν Κουτζίνας ἦρχε. πόλιν τε Ἀδραμητὸν διαμείψαντες καταλαμβάνουσι τοὺς ἐναντίους ἐνταῦθά πη ὄντας, καὶ στρατοπεδευσάμενοι ὀλίγῳ ἄποθεν τῶν πολεμίων ηὐλίσαντο.τῇ δὲ ὑστεραίᾳ Ἰωάννης μὲν καὶ Οὐλίθεος, μοῖράν τινα τοῦ στρατοῦ ἔχοντες, αὐτοῦ ἔμειναν, Ἀρταβάνης δὲ καὶ Κουτζίνας ἐπῆγον ἐπὶ τοὺς ἐναντίους τὸ στράτευμα.οὓς δὴ οὐ ξυνενεγκόντες οἱ ξὺν τῷ Ἀντάλᾳ Μαυρούσιοι ἐς φυγὴν ὥρμηντο.ἀλλ’ ἐθελοκακήσας Ἀρταβάνης ἐκ τοῦ αἰφνιδίου στρέψας τε τὸ σημεῖον ὀπίσω ἀπήλαυνε.διὸ δὴ Οὐλίθεος αὐτὸν ἐς τὸ στρατόπεδον ἥκοντα κτείνειν διενοεῖτο.παραιτούμενος δὲ Ἀρταβάνης ἔφασκε δεῖσαι μὴ Μαρκέντιος ἐξ Ἀδραμητοῦ πόλεως ἐπιβοηθήσας τοῖς ἐναντίοις, ὅπη ἐνταῦθα ἐτύγχανεν ὤν, ἀνήκεστα σφᾶς ἔργα ἐργάσηται·ἀλλὰ Γόνθαριν χρῆναι παντὶ τῷ στρατῷ ἐπὶ τοὺς πολεμίους ἰέναι.καὶ τὰ μὲν πρῶτα ἐβουλεύετο ἐς Ἀδραμητὸν ἰὼν ξὺν τοῖς ἑπομένοις τῷ βασιλέως στρατῷ ἀναμίγνυσθαι.ἄμεινον δέ οἱ πολλὰ διαλογισαμένῳ ἔδοξεν εἶναι Γόνθαριν ἐξ ἀνθρώπων ἀφανίσαντι βασιλέα τε καὶ Λιβύην πραγμάτων ἀπαλλάξαι δυσκόλων.ἀναστρέψας οὖν ἐς Καρχηδόνα τῷ τυράννῳ ἀπήγγελλεν ὅτι δὴ στρατεύματος αὐτῷ πλείονος ἐπὶ τοὺς πολεμίους δεήσει.ὁ δὲ Πασιφίλῳ κοινολογησάμενος ἅπαντα μὲν ἐξοπλίσαι τὸν στρατὸν ἤθελεν, αὐτὸς δὲ φυλακὴν ἐν Καρχηδόνι καταστησάμενος ἐπὶ τοὺς πολεμίους τῷ στρατῷ ἐξηγήσασθαι.πολλοὺς μὲν οὖν ἐς ἡμέραν ἑκάστην ἀνῄρει ἐς οὓς ὑποψίᾳ τινὶ καὶ λόγον οὐκ ἐχούσῃ ἐχρῆτο.τῷ δὲ Πασιφίλῳ ἐπέστελλεν, ὃν δὴ καταστήσεσθαι ἐπὶ Καρχηδόνος φυλακῇ ἔμελλε, τοὺς Γραικοὺς ἅπαντας οὐδὲν ὑπολογισαμένῳ κτεῖναι.Τά τε ἄλλα διοικησάμενος ὅπη οἱ ἐδόκει ὡς ἄριστα ἔχειν, τοὺς ἐπιτηδείους ἑστιᾶν ἔγνω, ὡς ἡμέρᾳ τῇ ἐπιούσῃ τὴν ἔξοδον ποιησόμενος.ἔν τε οἰκήματι οὗ δὴ στιβάδες ἐν παρασκευῇ ἦσαν ἐκ παλαιοῦ τρεῖς, τὴν θοίνην ἐποίει.αὐτὸς μὲν οὖν ἐπὶ στιβάδος κατεκλίνετο, ὡς τὸ εἰκός, τῆς πρώτης, ἔνθα δὴ καὶ Ἀθανάσιός τε καὶ Ἀρταβάνης ἦσαν, τῶν τε Γονθάριδι γνωρίμων τινές, καὶ Πέτρος Θρᾷξ μὲν γένος, δορυφόρος δὲ Σολόμωνος γενόμενος πρότερον.ἐν ἀμφοτέραις δὲ ταῖς ἄλλαις στιβάσι Βανδίλων οἱ πρῶτοί τε καὶ ἄριστοι ἦσαν.Ἰωάννην μέντοι, ὃς τῶν Στότζα στασιωτῶν ἦρχε, Πασίφιλος ἰδίᾳ εἱστία, καὶ τῶν ἄλλων ἕκαστον, ὅπη ἑκάστῳ τῶν Γονθάριδι ἐπιτηδείων φίλον ἔδοξεν εἶναι.Ἀρταβάνης τοίνυν ἡνίκα ἐπὶ ταύτην δὴ τὴν θοίνην ἐκαλεῖτο, τοῦτόν οἱ τὸν καιρὸν ἐπιτηδείως ἔχειν ἐς τὸν τοῦ τυράννου φόνον οἰόμενος, τὸ βούλευμα ἐπιτελεῖν διενοεῖτο.ἐς Γρηγόριον οὖν καὶ Ἀρτασίρην καὶ δορυφόρους ἑτέρους τρεῖς τὸ πρᾶγμα ἐξενεγκὼν τοὺς μὲν δορυφόρους ξὺν τοῖς ξίφεσιν ἐκέλευσεν εἴσω γενέσθαι· ʽἀρχόντων γὰρ ἑστιωμένων ὄπισθεν ἑστάναι τοὺς δορυφόρους νόμοσ̓ εἴσω δὲ γενομένους ἐγχειρεῖν ἄφνω, ἡνίκα ἂν σφίσι δοκῇ ὁ καιρὸς ὡς μάλιστα ἐπιτηδείως ἔχειν, πρῶτόν τε τὸν Ἀρτασίρην ἔργου ἔχεσθαι.τῷ δὲ Γρηγορίῳ ἐπέστελλε τῶν Ἀρμενίων πολλοὺς τοὺς μάλιστα εὐτολμοτάτους ἀπολεξαμένῳ ἐς τὸ Παλάτιον ἐπαγαγέσθαι, τὰ ξίφη μόνα ἐν χερσὶ φέροντας· ʽἄλλῳ γὰρ οὐδενὶ τοὺς τοῖς ἄρχουσιν ἐν πόλει ἑπομένους ὁπλίζεσθαι θέμισ̓ τούτους τε ἐν τῷ προστώῳ ἀπολιπόντι εἴσω ξὺν τοῖς δορυφόροις γενέσθαι, καὶ αὐτῶν τὸ μὲν βούλευμα μηδενὶ ἐξειπεῖν, τοσοῦτον δὲ εἰπεῖν μόνον, ὡς ἐς τὸν Γόνθαριν ὑπόπτως ἔχοι, ἐπὶ πονηρῷ τῷ Ἀρταβάνους ἐς τὴν θοίνην αὐτὸν κεκληκέναι·