Γόνθαρις δὲ κατὰ κράτος νενικηκὼς ξὺν τοῖς στασιώταις τὸ Παλάτιον ἔσχε, καὶ τάς τε πύλας τόν τε λιμένα ἐνδελεχέστατα ἤδη ἐφύλαττε.πρῶτα μὲν οὖν τὸν Ἀθανάσιον μετεπέμπετο, καὶ ὃς αὐτῷ οὐδὲν μελλήσας ἦλθε,θωπείᾳ τε πολλῇ χρώμενος δόκησιν παρείχετο ὡς αὐτὸν ὅτι μάλιστα ἡ πρᾶξις ἀρέσκοι.ἔπειτα δὲ τὸν τῆς πόλεως ἱερέα πέμψας Ἀρεόβινδον ἐκέλευε τὰ πιστὰ λαβόντα ἐς Παλάτιον ἥκειν, ἀπειλήσας πολιορκήσειν τε ἀπειθήσαντα καὶ μηκέτι αὐτῷ ὑπὲρ τῆς σωτηρίας τὰ πιστὰ δώσειν, ἀλλὰ πάσῃ μηχανῇ ἐξελὼν κτείνειν.ὁ μὲν οὖν ἱερεὺς Ῥεπάρατος ἰσχυρίζετο Γονθάριδος γνώμῃ τῷ Ἀρεοβίνδῳ ὀμεῖσθαι, μηδὲν αὐτῷ ἄχαρι πρὸς ἐκείνου ξυμβήσεσθαι, φράσας καὶ ὅσα μὴ πειθομένῳ τῷ ἀνθρώπῳ ἠπείλησε.δείσας δὲ Ἀρεόβινδος ὡμολόγησεν αὐτίκα τῷ ἱερεῖ ἕψεσθαι, ἢν τὸ θεῖον λουτρὸν ἱερουργήσας, ᾗπερ εἴθισται, εἶτα πρὸς αὐτοῦ οἱ ἀπομοσάμενος ἀμφὶ τῇ σωτηρίᾳ τὰ πιστὰ δοίη.ὁ μὲν οὖν ἱερεὺς κατὰ ταῦτα ἐποίει. Ἀρεόβινδος δὲ οὐδέν τι μελλήσας αὐτῷ εἵπετο, ἱμάτιον ἀμπεχόμενος οὔτε στρατηγῷ οὔτε ἄλλῳ στρατευομένῳ ἀνδρὶ ἐπιτηδείως ἔχον, ἀλλὰ δούλῳ ἢ ἰδιώτῃ παντάπασι πρέπον· κασοῦλαν αὐτὸ τῇ Λατίνων φωνῇ καλοῦσι Ῥωμαῖοι.ἐπειδή τε ἀγχοῦ τοῦ Παλατίου ἐγένοντο, τὰ θεῖα ἐν χερσὶ λόγια παρὰ τοῦ ἱερέως λαβὼν τῷ Γονθάριδι ἐς ὄψιν ἦλθε.πρηνής τε πεσὼν χρόνον πολὺν αὐτοῦ ἔκειτο, τὴν ἱκετηρίαν αὐτῷ τά τε θεῖα λόγια προτεινόμενος καὶ τὸ παιδίον ὅπερ τοῦ θείου ἀξιωθὲν λουτροῦ ἔτυχεν, ἐφ’ οὗ οἱ τὴν πίστιν ὁ ἱερεύς, ὥσπερ μοι ἐρρήθη, παρέσχετο.ἐπεὶ δὲ αὐτὸν ἐξανέστησεν ὁ Γόνθαρις μόλις, πρὸς τῶν ἱερῶν ἁπάντων ἀνεπυνθάνετο τοῦ Γονθάριδος, εἴ οἱ τὰ τῆς σωτηρίας ἐν ἀσφαλεῖ κεῖται.καὶ ὃς θαρσεῖν αὐτὸν ἰσχυρότατα ἤδη ἐκέλευεν· οὐδὲν γὰρ ἄχαρι πρὸς αὐτοῦ πείσεσθαι, ἀλλὰ τῇ ὑστεραίᾳ ξύν τε τῇ γυναικὶ καὶ τοῖς χρήμασιν ἐκ Καρχηδόνος οἰχήσεσθαι.εἶτα τὸν ἱερέα Ῥεπάρατον ἀποπεμψάμενος, Ἀρεόβινδόν τε καὶ Ἀθανάσιον δειπνεῖν ξὺν αὑτῷ ἐν Παλατίῳ ἐκέλευε.καὶ δειπνοῦντα μὲν τὸν Ἀρεόβινδον ἐτίμα· πρῶτον γὰρ αὐτὸν ἐπὶ τῆς στιβάδος κατέκλινε· δειπνήσαντα δὲ οὐ μεθῆκεν, ἀλλὰ καθεύδειν ἐν κοιτῶνι μόνον ἠνάγκαζεν· οὗ δὴ τὸν Οὐλίθεον ξὺν ἑτέροις τισὶν ἐπ’ αὐτὸν ἔπεμψεν.οἵπερ αὐτὸν κωκύοντά τε καὶ ὀλολυγαῖς συχναῖς χρώμενον πολλά τε πρὸς ἔλεον ἐπαγωγὰ φθεγγόμενον ἐς αὐτοὺς κτείνουσιν. Ἀθανασίου μέντοι ἐφείσαντο, τὸ γῆρας, οἶμαι, τοῦ ἀνθρώπου ὑπεριδόντες.Τῇ δὲ ἐπιγενομένῃ ἡμέρᾳ τὴν μὲν Ἀρεοβίνδου κεφαλὴν παρὰ τὸν Ἀντάλαν ὁ Γόνθαρις ἔπεμψε, τὰ δὲ χρήματα καὶ τοὺς στρατιώτας αὐτὸν ἀποστερεῖν ἔγνω.Ἀντάλας τοίνυν, ὅτι τέ οἱ τῶν ξυγκειμένων οὐδὲν ἐπετέλει, δεινὰ ἐποιεῖτο, καὶ τά τε ὀμωμοσμένα τά τε εἰργασμένα τῷ Γονθάριδι ἐς τὸν Ἀρεόβινδον ἐννοῶν ἤσχαλλεν.οὐ γάρ οἱ ἐδόκει ὁ τοιούτους ὅρκους ἠδικηκὼς οὔτε αὐτῷ ποτε οὔτε ἄλλῳ ὁτῳοῦν πιστὸς ἔσεσθαι.πολλὰ γοῦν ἐν αὑτῷ λογισάμενος Ἰουστινιανῷ βασιλεῖ προσχωρεῖν ἤθελε· διὸ δὴ ὀπίσω ἀπήλαυνε.γνούς τε Μαρκέντιον, ὃς τῶν ἐν Βυζακίῳ καταλόγων ἦρχεν, ἐς νῆσόν τινα τῶν ταύτῃ ἐπικειμένων καταφυγεῖν, πέμψας παρ’ αὐτὸν φράσας τε τὸν πάντα λόγον καὶ τὰ πιστὰ δούς, τὸν ἄνθρωπον ἐπηγάγετο.καὶ Μαρκέντιος μὲν ἔμενε ξὺν τῷ Ἀντάλᾳ ἐν τῷ στρατοπέδῳ, στρατιῶται δὲ ὅσοι ἐν Βυζακίῳ διατριβὴν εἶχον, εὐνοϊκῶς βασιλεῖ ἔχοντες, Ἀδραμητὸν πόλιν ἐφύλασσον.οἱ δὲ τοῦ Στότζα στρατιῶται, οὐχ ἥσσους ἢ χίλιοι ὄντες, αἰσθόμενοι τῶν ποιουμένων, Ἰωάννου σφίσιν ἡγουμένου, παρὰ τὸν Γόνθαριν ἐχώρησαν δρόμῳ·καὶ ὃς αὐτοὺς ἀσμένως τῇ πόλει ἐδέξατο. ἦσαν δὲ Ῥωμαῖοι μὲν πεντακόσιοι, Οὖννοι δὲ ὀγδοήκοντα μάλιστα, οἱ δὲ λοιποὶ Βανδίλοι ἅπαντες.καὶ Ἀρταβάνης τὰ πιστὰ λαβὼν ἔς τε τὸ Παλάτιον ξὺν τοῖς Ἀρμενίοις ἀνέβη καὶ τῷ τυράννῳ ὑπηρετήσειν ἐπιτάσσοντι ὡμολόγησε.λάθρα δὲ ἀνελεῖν τὸν Γόνθαριν ἐβουλεύτετο, Γρηγορίῳ τε τῷ ἀνεψιῷ καὶ Ἀρτασίρῃ τῷ δορυφόρῳ κοινολογησάμενος τὸ βούλευμα τοῦτο.Γρηγόριος δὲ αὐτὸν ἐς τὴν πρᾶξιν ἐνάγων ἔλεξε τοιάδε· “Ἀρταβάνη, νῦν σοι πάρεστι μόνῳ τὸ Βελισαρίου ἀναδήσασθαι κλέος, μᾶλλον δὲ αὐτὸ καὶ πολλῷ ἔτι ὑπερβαλέσθαι.ὁ μὲν γὰρ στρατιὰν ἀξιολογωτάτην καὶ χρήματα μεγάλα παρὰ βασιλέως λαβὼν ἐνταῦθα ἧκεν, ἄρχοντας μὲν ἔχων τούς οἱ ἑπομένους καὶ ξυμβούλους πολλούς, στόλον δὲ νηῶν οἷον οὔπω ἡμεῖς ἀκοῇ ἴσμεν, ἵππον τε πολλὴν καὶ ὅπλα καὶ τὰ ἄλλα ἁπλῶς εἰπεῖν ἅπαντα ἐπαξίως οἱ παρεσκευασμένα τῆς Ῥωμαίων ἀρχῆς.οὕτω τε πόνῳ πολλῷ ἀνεσώσατο Λιβύην Ῥωμαίοις.ἅπερ ἅπαντα οὕτως ἀπόλωλεν ὥστε, εἰ μηδὲ ἀρχὴν ἐγεγόνει, ἔν γε τῷ παρόντι ἐν ἴσῳ εἶναι· πλήν γε δὴ ὅτι ἀποκέκριται Ῥωμαίοις τανῦν ἐκ τῆς Βελισαρίου νίκης τοῖς τε σώμασι καὶ τοῖς χρήμασιν ἐζημιῶσθαι, καὶ πρός γε τὸ μηδὲ φυλάξαι τἀγαθὰ δυνατοῖς γεγονέναι.τὸ δὲ πάντα ταῦτα ἀνασώσασθαι τανῦν βασιλεῖ ἐν τῇ σῇ μόνῃ ψυχῇ τε καὶ γνώμῃ καὶ δεξιᾷ κεῖται.οὐκοῦν ἐκλογίζου μὲν ὡς εἶ Ἀρσακίδης ἀνέκαθεν γένος, ἐνθυμοῦ δὲ ὡς τοῖς εὖ γεγονόσιν ἀνδραγαθίζεσθαι ἀεί τε καὶ πανταχῆ πρέπει.