ὁ μὲν οὖν Ἰωάννης ἐντείνας τὸ τόξον ἔτι προσιόντα τὸν Στότζαν κατὰ βουβῶνα τὸν δεξιὸν ἐπιτυχὼν βάλλει, ὁ δὲ καιρίαν πληγεὶς αὐτοῦ ἔπεσεν, οὔπω μὲν τεθνεώς, χρόνον δέ τινα ὀλίγον ταύτῃ δὴ ἐπιβιωσόμενος τῇ πληγῇ.ἐπελθόντες δὲ πάντες αὐτίκα, ὅσοι τε αὐτῷ εἵποντο καὶ ὁ τῶν Μαυρουσίων στρατός, Στότζαν μὲν ὀλιγοψυχοῦντα ἐπὶ δένδρου τινὸς ἔθεντο, αὐτοὶ δὲ θυμῷ πολλῷ ἐπὶ τοὺς πολεμίους χωρήσαντες τόν τε Ἰωάννην καὶ Ῥωμαίους ἅπαντας, ἅτε πλήθει πολλῷ ὑπεραίροντες, οὐδενὶ πόνῳ ἐτρέψαντο.τότε δή φασιν εἰπεῖν τὸν Ἰωάννην ὡς ἡδύν τινα θάνατον θνήσκοι, ἐπεί οἱ τὰ τῆς εὐχῆς ἀμφὶ τῷ Στότζᾳ ἐς πέρας ἀφῖκται. χῶρος δέ τις ἦν κατάντης ἐνταῦθα, οὗ δὴ αὐτὸν ἀποβάλλει ὀκλάσας ὁ ἵππος.ἐφ’ ὃν αὖθις αὐτὸν ἀναθρώσκειν πειρώμενον καταλαβόντες οἱ πολέμιοι κτείνουσιν, ἄνδρα γενόμενον δόξῃ τε καὶ ἀρετῇ μέγαν. ὅπερ ὁ Στότζας μαθὼν ἐτελεύτησε, τοσοῦτον εἰπών, ὡς ἥδιστα τὸ λοιπὸν θνήσκοι.ἐν ταύτῃ τῇ μάχῃ καὶ Ἰωάννης Ἀρμένιος Ἀρταβάνου ἀδελφὸς θνήσκει, ἔργα ἐς τοὺς πολεμίους ἐπιδειξάμενος ἀρετῆς ἄξια.βασιλεὺς δὲ ταῦτα ἀκούσας περιώδυνός τε τῇ τοῦ Ἰωάννου ἀρετῇ γεγονὼς μάλιστα, ἀξύμφορόν τε νομίσας εἶναι τοῖν δυοῖν στρατηγοῖν τὴν ἀρχὴν διέπειν, τὸν μὲν Σέργιον εὐθὺς μεταπεμψάμενος ἐς Ἰταλίαν ξὺν στρατῷ ἔπεμψεν, Ἀρεοβίνδῳ δὲ ἅπαν τὸ Λιβύης παρέδωκε κράτος.Γόνθαρις δὲ δυοῖν μησὶν ὕστερον ἢ Σέργιος ἐνθένδε ἀπιὼν ᾤχετο, τυραννίδι ἐπέθετο τρόπῳ τοιῷδε. ἐτύγχανε μὲν αὐτὸς τῶν ἐν Νουμίδαις καταλόγων ἡγούμενος διατριβήν τε διὰ τοῦτο ἐνταῦθα ἔχων, ἔπρασσε δὲ λάθρα ἐς Μαυρουσίους ὅπως ἐπὶ Καρχηδόνα χωρήσωσιν.αὐτίκα τοίνυν ἔκ τε Νουμιδίας καὶ Βυζακίου πολεμίων στρατὸς ἐς ταὐτὸ ἀγηγερμένος ἐπὶ Καρχηδόνα σπουδῇ πολλῇ ᾔεσαν. ἡγεῖτο δὲ Νουμιδῶν μὲν Κουτζίνας τε καὶ Ἰαύδας, Βυζακηνῶν δὲ Ἀντάλας.ξυνῆν δὲ αὐτῷ καὶ Ἰωάννης ὁ τύραννος ξὺν τοῖς ἑπομένοις, ὃν δὴ οἱ στασιῶται, Στότζα τετελευτηκότος, ἄρχοντα σφίσιν αὐτοῖς κατεστήσαντο.γνοὺς δὲ Ἀρεόβινδος τὴν ἔφοδον ἄλλους τε τῶν ἀρχόντων ξὺν τοῖς ἑπομένοις ἐς Καρχηδόνα καὶ Γόνθαριν μετεπέμπετο. παρῆν δὲ αὐτῷ ξὺν τοῖς Ἀρμενίοις καὶ Ἀρταβάνης.ὁ μὲν οὖν Ἀρεόβινδος Γόνθαριν ἐξηγεῖσθαι παντὶ τῷ στρατῷ ἐπὶ τοὺς πολεμίους ἐκέλευεν.ὁ δὲ προθύμως οἱ τὰ ἐς τὸν πόλεμον ὑπηρετήσειν ὑποσχόμενος ἐποίει τάδε. τῶν οἰκετῶν ἕνα, Μαυρούσιον μὲν γένος, τέχνην δὲ μάγειρον, ἐς τὸ τῶν πολεμίων στρατόπεδον ἐκέλευσεν ἰέναι, καὶ δόκησιν μὲν τοῖς ἄλλοις παρέχεσθαι ὅτι δὴ τὸν δεσπότην ἀποδρὰς ᾤχετο, λάθρα δὲ τῷ Ἀντάλᾳ εἰπεῖν ὡς αὐτῷ Γόνθαρις κοινωνεῖν βούλοιτο τῆς Λιβύων ἀρχῆς.ὁ μὲν οὖν μάγειρος κατὰ ταῦτα ἐποίει, ὁ δὲ Ἀντάλας τὸν μὲν λόγον ἀσμένως ἤκουσε, τοσοῦτον δὲ ἀπεκρίνατο, ὡς αἱ γενναῖαι τῶν πράξεων οὐ διὰ τῶν μαγείρων ἐπιγίνεσθαι τοῖς ἀνθρώποις πεφύκασι.ταῦτα ἐπεὶ Γόνθαρις ἤκουσε, τῶν δορυφόρων ἕνα, Οὐλίθεον ὄνομα, ᾧ δὴ μάλιστα πιστοτάτῳ ἐχρῆτο, παρὰ τὸν Ἀντάλαν εὐθὺς ἔπεμψεν, ὡς ἀγχοτάτω Καρχηδόνος αὐτὸν παρακαλῶν ἰέναι.οὕτω γάρ οἱ τὸν Ἀρεόβινδον ἐξ ἀνθρώπων ἀφανιεῖν ἐπηγγέλλετο.ὁ μὲν οὖν Οὐλίθεος κρύφα τῶν ἄλλων βαρβάρων Ἀντάλᾳ ξυμβαίνει, ἐφ’ ᾧ Βυζακίου μὲν Ἀντάλας ἄρχοι, τό τε ἥμισυ τῶν Ἀρεοβίνδου χρημάτων ἔχων καὶ πεντακοσίους τε καὶ χιλίους στρατιώτας Ῥωμαίους σὺν αὑτῷ ἐπαγόμενος, Γόνθαρις δὲ τὸ βασιλέως ἀξίωμα λάβοι, Καρχηδόνος τε τὸ κράτος καὶ Λιβύης τῆς ἄλλης ἔχων.ταῦτά τε διαπεπραγμένος ἐπανῆκεν ἐς τὸ Ῥωμαίων στρατόπεδον, ὅπερ ἅπαν πρὸ τοῦ περιβόλου πεποίηντο, ἐν σφίσιν αὐτοῖς τὰ φυλακτήρια πύλης ἑκάστης νειμάμενοι.οἱ δὲ βάρβαροι οὐ πολλῷ ὕστερον εὐθὺ Καρχηδόνος σπουδῇ πολλῇ ᾔεσαν, ἔν τε χωρίῳ τῷ Δεκίμῳ καλουμένῳ στρατοπεδευσάμενοι ἔμενον. ἐνθένδε τε ἄραντες τῇ ὑστεραίᾳ πρόσω ἐχώρουν.τινὲς δὲ ὑπαντιάσαντες τοῦ Ῥωμαίων στρατοῦ, ἐς χεῖράς τε αὐτοῖς ἀπροσδόκητοι ἦλθον καὶ Μαυρουσίους οὐ συχνοὺς ἔκτειναν.οὓς δὴ ὁ Γόνθαρις εὐθὺς ἀνεκάλει κακίζων ἅτε ἀνεπισκέπτως τε θρασυνομένους καὶ τὰ Ῥωμαίων πράγματα ἐθέλοντας ἐς προὖπτόν τινα ἐμβαλεῖν κίνδυνον.Ἐν τούτῳ δὲ Ἀρεόβινδος πέμψας παρὰ τὸν Κουτζίναν λάθρα ἔπρασσε προδοσίας πέρι. καί οἱ ὁ Κουτζίνας ὡμολόγησεν, ἐπειδὰν ἐν τῷ ἔργῳ γένωνται, ἐπί τε Ἀντάλαν καὶ Μαυρουσίους τοὺς ἐν Βυζακίῳ τραπέσθαι.Μαυρούσιοι γὰρ οὔτε πρὸς ἄλλων ἀνθρώπων τινὰς οὔτε πρὸς ἀλλήλους τὸ πιστὸν ἔχουσι. ταῦτα ἐς Γόνθαριν Ἀρεόβινδος ἐξήνεγκεν.ὁ δὲ παρακρούεσθαί τε καὶ ἀναβάλλεσθαι τὴν πρᾶξιν ἐθέλων παρῄνει τῷ Ἀρεοβίνδῳ τὸ πιστὸν ἐς Κουτζίναν ὡς ἥκιστα ἔχειν, ἢν μὴ τοὺς παῖδας ἐν ὁμήρων λόγῳ παρ’ αὐτοῦ λάβοι.Ἀρεόβινδος μὲν οὖν καὶ Κουτζίνας λάθρα παρ’ ἀλλήλους ἀεὶ πέμποντες ἀμφὶ τῇ ἐς Ἀντάλαν ἐπιβουλῇ διατριβὴν εἶχον.Γόνθαρις δὲ αὖθις τὸν Οὐλίθεον στείλας ἔκπυστα τῷ Ἀντάλᾳ ἐποίησε τὰ πρασσόμενα.καὶ ὃς οὔτε τι τῷ Κουτζίνᾳ ἐπικαλεῖν ἔγνω οὔτε ὅτι ἐπέπυστο τὴν ἐπιβουλὴν ἔνδηλος αὐτῷ ἐγεγόνει, οὐ μὴν οὐδέ τι ἐξήνεγκε τῶν αὐτῷ τε καὶ Γονθάριδι ξυγκειμένων.