ληισάμενοί τε αὐτὴν οἱ βάρβαροι καὶ φύλακας καταστησάμενοι ὀλίγους τινὰς ἀπηλλάσσοντο.Ῥωμαίων δὲ τῶν ζωγρηθέντων τινὲς μὲν φεύγοντες ἐς Καρχηδόνα ἦλθον, ἐν οἷς Σεβηριανός τε καὶ Ἱμέριος ἦν. ἐκ Μαυρουσίων γὰρ τοῖς φεύγειν ἐθέλουσιν οὐ χαλεπὸν ἦν. πολλοὶ δὲ καὶ ξὺν τῷ Στότζᾳ οὔτι ἄκοντες ἔμειναν.Χρόνῳ δὲ οὐ πολλῷ ὕστερον τῶν τις ἱερέων, Παῦλος ὄνομα, ὃς δὴ ἐφεστήκει τῇ τῶν νοσούντων ἐπιμελείᾳ, κοινολογησάμενος τῶν λογίμων τισίν, “Αὐτὸς μέν,” ἔφη, “ἐς Καρχηδόνα σταλήσομαι καὶ κατὰ τάχος ξὺν στρατῷ ἐπανήξειν ἐλπίδα ἔχω, ὑμῖν δὲ μελήσει τῇ πόλει τὸ βασιλέωςστράτευμα δέξασθαι.” οἱ μὲν οὖν αὐτὸν βρόχοις τισὶν ἀνάψαντες νύκτωρ ἀπὸ τοῦ περιβόλου καθῆκαν, ὁ δὲ παρὰ τῆς θαλάσσης τὴν ἠιόνα γενόμενος, ὁλκάδος τε ἁλιέων ἐπιτυχὼν ἐνταῦθά πη οὔσης χρήμασι πολλοῖς ἀναπείσας τοὺς ταύτης κυρίους ἐς Καρχηδόνα ἔπλει.οὗ δὴ καταπλεύσας καὶ Σεργίῳ ἐς ὄψιν ἐλθὼν τόν τε λόγον ἅπαντα ἔφρασε καὶ στράτευμα λόγου ἄξιον ὡς Ἀδραμητὸν ἀνασωσομένῳ διδόναι ἠξίου.καὶ ἐπεὶ ταῦτα Σέργιον ἥκιστα ἤρεσκεν, ἅτε τοῦ ἐν Καρχηδόνι στρατοῦ οὐ πολλοῦ ὄντος, ὅδε ὀλίγους οἱ στρατιωτας τινὰς διδόναι ἐδεῖτο, λαβων τε ἄνδρας οὐ πλέον ὀγδοήκοντα, ἐπενοει τοιάδε.νηῶν τε ἄθροισιν καὶ ἀκάτων συχνῶν ποιησάμενος ναύτας τε πολλοὺς ἐνταῦθα ἐσεβίβασε καὶ Λίβυας ἄλλους, ἱμάτια περιβεβλημένους ἃ δὴ Ῥωμαίων οἱ στρατιῶται εἰώθασιν ἐνδιδύσκεσθαι.ἄρας τε τῷ παντὶ στόλῳ εὐθὺ Ἀδραμητοῦ κατὰ τάχος ἔπλει. καὶ ἐπεὶ αὐτῆς ἄγχιστα ἐγεγόνει, πέμψας τινὰς λάθρα τοῖς τῆς πόλεως δοκίμοις ἐσήμαινεν ὡς Γερμανὸς ὁ βασιλέως ἀνεψιὸς ἐς Καρχηδόνα ἔναγχος ἥκων Ἀδραμητηνοῖς λόγοι πολλοῦ ἄξιον στράτευμα πέμψειεν.οἷς δὴ θαρσοῦντας ἐκέλευε τὴν νύκτα ἐκείνην ἀνακλῖναι σφίσι πυλίδα μίαν.οἱ δὲ τὰ ἐπηγγελμένα ἐποίουν. οὕτω τε ὁ Παῦλος ξὺν τοῖς ἑπομένοις ἐντὸς τοῦ περιβόλου γενόμενος τούς τε πολεμίους ἅπαντας ἔκτεινε καὶ βασιλεῖ Ἀδραμητὸν ἀνεσώσατο· ἥ τε ἀμφὶ Γερμανῷ φήμη ἐνθένδε ἀρξαμένη ἄχρι ἐς Καρχηδόνα ἐχώρησεν.οἱ δὲ Μαυρούσιοι καὶ ὁ Στότζας ξὺν τοῖς ἑπομένοις ταῦτα ἀκούσαντες κατ’ ἀρχὰς μὲν κατωρρώδησάν τε καὶ ἐς τὰς Λιβύης ἐσχατιὰς φεύγοντες ᾤχοντο, ἔπειτα δὲ γνόντες τὸν ἀληθῆ λόγον δεινὰ ἐποιοῦντο, εἰ αὐτοὶ Ἀδραμητηνῶν φεισάμενοι πάντων τοιαῦτα πρὸς ἐκείνων πεπόνθασι.διὸ δὴ πανταχῆ ἐπισκήψαντες ἀνόσια Λίβυας ἔργα εἰργάσαντο, οὐδεμιᾶς ἡλικίας φεισάμενοι, γέγονέ τε τότε ἀνθρώπων ἔρημος ἐπὶ πλεῖστον ἡ χώρα.Λιβύων γὰρ τῶν ἀπολελειμμένων οἱ μὲν ἐς τὰς πόλεις διέφευγον, οἱ δὲ ἔς τε Σικελίαν καὶ νήσους τὰς ἄλλας.οἱ μέντοι λόγιμοι σχεδόν τι ἅπαντες ἐς Βυζάντιον ἦλθον, ἐν τοῖς καὶ Παῦλος ἦν, ὁ τὴν Ἀδραμητὸν ἀνασωσάμενος βασιλεῖ.οἵ τε Μαυρούσιοι ἀδεέστερον, ἅτε οὐδενὸς σφίσιν ἐπεξιόντος, ἦγόν τε καὶ ἔφερον ἅπαντα καὶ ξὺν αὐτοῖς ὁ Στότζας ἐν δυνάμει ὢν ἤδη.Ῥωμαῖοι γὰρ αὐτῷ στρατιῶται πολλοὶ εἵποντο, οἱ μὲν αὐτόμολοι ἥκοντες, οἱ δὲ κατ’ ἀρχὰς μὲν αἰχμάλωτοι γεγενημένοι,ἐθελούσιοι δὲ αὐτοῦ μείναντες. Ἰωάννης δέ, οὗ δὴ λόγος τις ἦν ἐν Μαυρουσίοις, Σεργίῳ προσκεκρουκὼς ἐς τὰ μάλιστα ἡσυχίαν ἦγεν.Ἐν τούτοις δὲ βασιλεὺς ἄλλον ἐς Λιβύην στρατηγὸν Ἀρεόβινδον ξὺν στρατιώταις ὀλίγοις τισὶν ἔπεμψεν, ἄνδρα ἐκ βουλῆς μὲν καὶ εὖ γεγονότα,ἔργων δὲ πολεμίων οὐδαμῶς ἔμπειρον. καὶ ξὺν αὐτῷ Ἀθανάσιον ἔπαρχον ἄρτι ἐξ Ἰταλίας ἥκοντα ἔστελλε καὶ Ἀρμενίους ὀλίγους τινάς, ὧν Ἀρταβάνης τε καὶ Ἰωάννης ἦρχον, Ἰωάννου παῖδες, Ἀρσακίδαι μὲν γένος, ἔναγχος δὲ ἀπολιπόντες τὸ Περσῶν στράτευμα, ἔς τε Ῥωμαίους αὖθις ξὺν τοῖς ἄλλοις Ἀρμενίοις αὐτόμολοι ἥκοντες.συνῆν δὲ τῷ Ἀρεοβίνδῳ ἥ τε ἀδελφὴ καὶ Πρεϊέκτα ἡ γυνή, Βιγλεντίας θυγάτηρ τῆς βασιλέως Ἰουστινιανοῦ ἀδελφῆς.οὐ μὴν οὐδὲ Σέργιον μετεπέμπετο, ἀλλ’ αὐτόν τε καὶ Ἀρεόβινδον Λιβύης στρατηγοὺς ἐκέλευεν εἶναι, τήν τε χώραν καὶ τῶν στρατιωτῶν τοὺς καταλόγους διελομένους.ἐπέβαλε δὲ Σεργίῳ μὲν τὸν πόλεμον διενεγκεῖν πρὸς τοὺς ἐν Νουμιδίᾳ βαρβάρους, Ἀρεοβίνδῳ δὲ τοῖς ἐν Βυζακίῳ Μαυρουσίοις ἀεὶ διαμάχεσθαι.καταπλεύσαντός τε τοῦ στόλου τούτου ἐς Καρχηδόνα, Σέργιος μὲν ἐπὶ Νουμιδίας ξὺν τῷ οἰκείῳ στρατῷ ἀπιὼν ᾤχετο, Ἀρεόβινδος δὲ Ἀντάλαν τε καὶ Στότζαν ἐνστρατοπεδεύεσθαι μαθὼν ἀμφὶ πόλιν Σικκαβενερίαν, τριῶν ἡμερῶν ὁδῷ Καρχηδόνος διέχουσαν, Ἰωάννην τὸν Σισινιόλου ἐπ’ αὐτοὺς ἐκέλευεν ἰέναι τοῦ στρατοῦ ἀπολεξάμενον εἴ τι ἄριστον ἦν·τῷ τε Σεργίῳ ἔγραφε τοῖς ἀμφὶ τὸν Ἰωάννην ἀναμίγνυσθαι, ἐφ’ ᾧ κοινῇ ἅπαντες ὁμόσε τοῖς πολεμίοις χωρήσουσι.Σέργιος μὲν οὖν τῶν τε γεγραμμένων καὶ τοῦ ἔργου τούτου ὀλιγωρεῖν ἔγνω, ὁ δὲ Ἰωάννης ξὺν ὀλίγῳ στρατῷ ἀμυθήτῳ ἠνάγκαστο πολεμίων πλήθει ἐς χεῖρας ἰέναι.ἦν δὲ αὐτῷ τε καὶ Στότζᾳ μέγα τι ἀεὶ ἐς ἀλλήλους ἔχθος, ἑκάτερός τε αὐτοῖν ηὔχετο φονεὺς θατέρου γενόμενος οὕτω δὴ ἐξ ἀνθρώπων ἀφανισθῆναι.τότε γοῦν, ἐπειδὴ τάχιστα ἡ μάχη ἐν χερσὶ γίγνεσθαι ἔμελλεν, ἄμφω ἐκ τῶν στρατοπέδων ἐλαύνοντες ἐπ’ ἀλλήλους ἦλθον.