οὐ γάρ σε ἐπιλείψουσιν ἄνδρες ξυνετοί τε καὶ Σεργίου τῷ παντὶ ἀξιώτεροι· ἕως γὰρ οὗτος τῷ σῷ ἐξηγεῖται στρατῷ, εἰρήνην ἔς τε Ῥωμαίους καὶ Μαυρουσίους ξυνίστασθαι ἀμήχανά ἐστιν.” Ἀντάλας μὲν τοσαῦτα ἔγραψε. βασιλεὺς δὲταῦτα ἀναλεξάμενος καὶ μαθὼν τὸ κοινὸν ἁπάντων ἐς Σέργιον ἔχθος, οὐδ’ ὣς παραλύειν αὐτὸν τῆς ἀρχῆς ἤθελε, Σολόμωνος τήν τε ἄλλην ἀρετὴν καὶ τὴν τοῦ βίου καταστροφὴν αἰσχυνόμενος. ταῦτα μὲν οὖν ἐφέρετο τῇδε.Σολόμων δέ, ὁ Σεργίου ἀδελφός, δόξας ξὺν τῷ θείῳ Σολόμωνι ἐξ ἀνθρώπων ἀφανισθῆναι, πρός τε τῶν ἄλλων καὶ τοῦ ἀδελφοῦ ἠμελήθη· οὐ γάρ τις αὐτὸν περιόντα ἔγνω.ἐτύγχανον δὲ ζωγρήσαντες αὐτὸν ἅτε νέον κομιδῆ ὄντα Μαυρούσιοι,καὶ αὐτοῦ ἀνεπυνθάνοντο ὅστις ποτὲ εἴη. ὁ δὲ Βανδίλος μὲν γένος, Σολόμωνος δὲ δοῦλος ἔφασκεν εἶναι. φίλον μέντοι τῶν τινα ἰατρῶν, Πηγάσιον ὄνομα, εἶναί οἱ ἐν πόλει Λαρίβῳ, πλησίον που οὔσῃ, ὃς αὐτὸν ὠνήσαιτο τὰ λύτρα διδούς.οἱ μὲν οὖν Μαυρούσιοι ἄγχιστα τοῦ τῆς πόλεως περιβόλου γενόμενοι ἐκάλουν τε τὸν Πηγάσιον καί οἱ Σολόμωνα ἐπεδείκνυον, ἠρώτων τε εἴ οἱ τοῦτον ὠνεῖσθαι πρὸς ἡδονῆς ἐστι.καὶ ἐπεὶ ὡμολόγει ὠνήσεσθαι, πεντήκοντά οἱ χρυσῶν ἀπέδοντο τὸν Σολόμωνα.ἐντὸς δὲ τοῦ περιβόλου γενόμενος Σολόμων τοὺς Μαυρουσίους, ἅτε πρὸς αὐτοῦ μειρακίου ὄντος ἐξηπατημένους, ἐτώθαζεν· αὐτὸς γὰρ Σολόμων ἔφασκεν, ὁ Βάκχου μὲν παῖς,Σολόμωνος δὲ ἀδελφιδοῦς εἶναι. Μαυρούσιοι δὲ τοῖς τε ξυμπεσοῦσι περιαλγοῦντες καὶ δεινὰ ποιούμενοι, ὅτι δὴ Σεργίου τε καὶ Ῥωμαίων ἐνέχυρον κρατερὸν ἔχοντες εἶτα οὕτω παρέργως ἀφῆκαν, ἐς Λάριβόν τε ἀφίκοντο καὶ αὐτῆς ἐς πολιορκίαν κατέστησαν, ὅπως τὸν Σολόμωνα ξὺν τῇ πόλει αἱρήσουσιν.οἱ δὲ πολιορκούμενοι τῶν βαρβάρων τὴν προσεδρείαν κατορρωδήσαντες, ἐπεὶ οὐδὲ τὰ ἐπιτήδεια ἐσκομισάμενοι ἔτυχον, τοῖς Μαυρουσίοις ἐς λόγους ἦλθον, ἐφ’ ᾧ χρήματα μεγάλα περιβαλλόμενοι τὴν προσεδρείαν εὐθὺς διαλύσωσιν.οἱ δὲ οὐκ ἂν ἑλεῖν βίᾳ τὴν πόλιν οἰόμενοι, ἐπεὶ Μαυρουσίοις τειχομαχεῖν οὐδαμῆ ἤσκηται, σπανίζειν τε τὰ ἐπιτήδεια τοῖς πολιορκουμένοις ἥκιστα ἔγνωσαν, τούς τε λόγους ἐνεδέχοντο καὶ τρισχιλίους κεκομισμένοι χρυσοῦς τὴν πολιορκίαν διέλυσαν, καὶ οἱ Λευάθαι ἐπ’ οἴκου ξύμπαντες ἀνεχώρησαν.Ἀντάλας δὲ καὶ ὁ τῶν Μαυρουσίων στρατὸς ξυνελέγοντο αὖθις ἐν Βυζακίῳ, καὶ αὐτοῖς Στότζας ξυνῆν, στρατιώτας τε ὀλίγους τινὰς καὶ Βανδίλους ἔχων.Ἰωάννης δὲ ὁ Σισινιόλου, πολλὰ λιπαρούντων Λιβύων, στράτευμα ἀγείρας ἐπ’ αὐτοὺς ἦλθεν.ἐτύγχανε δὲ Ἱμέριος Θρᾷξ τῶν ἐν Βυζακίῳ καταλόγων ἄρχων, ὃν δὴ τότε Ἰωάννης ἐκέλευε πάντας ἐπαγόμενον τοὺς ταύτῃ καταλόγους ξὺν τοῖς ἑκάστῳ ἡγουμένοις ἐλθόντα ἐς χωρίον Μενεφέσση, ὅ ἐστιν ἐν Βυζακίῳ,σφίσι ξυμμῖξαι. ὕστερον δὲ ἀκούσας ἐνταῦθα ἐνστρατοπεδεύεσθαι τοὺς πολεμίους, Ἱμερίῳ ἔγραφε τά τε ξυμπεσόντα δηλῶν καὶ σφίσιν ἐπαγγέλλων ἑτέρωθι ἀναμίγνυσθαι, ὅπως μὴ κατὰ μόνας, ἀλλὰ κοινῇ ἅπαντες ὑπαντιάσωσι τοῖς πολεμίοις.τύχῃ δέ τινι οἱ ταῦτα τὰ γράμματα ἔχοντες ὁδῷ ἑτέρᾳ χρησάμενοι τὸν Ἱμέριον εὑρεῖν οὐδαμῇ ἴσχυσαν, ἀλλὰ ξὺν τῷ στρατῷ ἐμπεπτωκὼς ἐς τὸ τῶν ἐναντίων στρατόπεδον γέγονεν ὑπὸ ταῖς ἐκείνων χερσίν.ἦν δέ τις ἐν τούτῳ τῷ Ῥωμαίων στρατῷ νεανίας Σεβηριανός, Ἀσιατικοῦ παῖς, Φοῖνιξ, Ἐμεσηνὸς γένος, καταλόγου ἱππικοῦ ἄρχων.ὃς δὴ μόνος ξὺν τοῖς ἀμφ’ αὐτὸν στρατιώταις, πεντήκοντα οὖσι, τοῖς πολεμίοις ἐς χεῖρας ἦλθε.καὶ χρόνον μὲν ἀντεῖχόν τινα, ἔπειτα δὲ πλήθει πολλῷ βιαζόμενοι ἐς λόφον ἀνέδραμον ἐνταῦθά πη ὄντα, οὗ δὴ καὶ φρούριον οὐκ ἀσφαλὲς ἦν.διὸ δὴ ὁμολογίᾳ σφᾶς αὐτοὺς τοῖς ἐναντίοις ἐνταῦθα ἐπ’ αὐτοὺς ἀναβεβηκόσι παρέδωκαν.οἱ δὲ οὔτε αὐτὸν οὔτε τῶν στρατιωτῶν τινα ἔκτειναν, ἀλλὰ ζωγρήσαντες ἅπαντας, Ἱμέριον μὲν ἐν φυλακῇ ἔσχον, τῷ δὲ Στότζᾳ τοὺς στρατιώτας παρέδοσαν, ὁμολογοῦντας σφίσι ξὺν προθυμίᾳ. πολλῇ ἐπὶ Ῥωμαίους στρατεύσεσθαι· τὸν μέντοι Ἱμέριον, ἢν μὴ τὰ ἐπαγγελλόμενα ποιῇ, κτείνειν ἠπείλουν.ἐπήγγελλον δὲ πόλιν Ἀδραμητὸν ἐπιθαλασσίαν μηχανῇ τινι σφίσιν ἐνδοῦναι. καὶ ἐπεί οἱ ἰσχυρίζετο βουλομένῳ εἶναι, ἐπὶ Ἀδραμητὸν ξὺν αὐτῷ ᾔεσαν.τῆς τε πόλεως ἀγχοῦ γενόμενοι Ἱμέριον μὲν ὀλίγῳ ἔμπροσθεν ξὺν στρατιώταις τῶν Στότζᾳ ἑπομένων τισὶν ἔπεμψαν, Μαυρουσίους δεδεμένους δῆθεν ἐφέλκοντα, αὐτοὶ δὲ ὄπισθεν εἵποντο.καὶ τῷ Ἱμερίῳ εἰπεῖν τοῖς ἐφεστῶσι ταῖς τῆς πόλεως πύλαις ἐπέστελλον, ὡς νικῴη μὲν κατὰ κράτος ὁ βασιλέως στρατός, ἥξει δὲ Ἰωάννης αὐτίκα δὴ μάλα, πλῆθος Μαυρουσίων δορυαλώτων ἄγων ἀριθμοῦ κρεῖσσον· οὕτω τε τῶν πυλῶν σφίσιν ἀνοιγνυμένων, ἐντὸς τοῦ περιβόλου ξὺν τοῖς ἅμα αὐτῷ ἰοῦσι γενέσθαι.καὶ ὁ μὲν κατὰ ταῦτα ἐποίει. Ἀδραμητηνοὶ δὲ οὕτως ἐξαπατηθέντες ʽοὐ γὰρ ἀπιστεῖν τῷ πάντων ἄρχοντι τῶν ἐν Βυζακίῳ στρατιωτῶν εἶχον’ τὰς πύλας ἀναπετάσαντες τοὺς πολεμίους ἐδέχοντο.τότε δὴ οἱ ξὺν τῷ Ἱμερίῳ ἐσβάντες σπασάμενοι τὰ ξίφη τὰς πύλας ἐπιτιθέναι τοὺς ταύτῃ φύλακας οὐκέτι εἴων, ἀλλὰ πάντα τῇ πόλει αὐτίκα ἐδέξαντο τὸν τῶν Μαυρουσίων στρατόν.