οἷς γὰρ ὑπὲρ τῶν μεγίστων ὁ κίνδυνος, μεγίστην εἶναι καὶ τὴν ἐς τὸ πολεμεῖν προθυμίαν ἀνάγκη. οἱ μὲν γὰρ ὑπὲρ τῆς ἡγεμονίας ἀγωνιζόμενοι ἡσσηθέντες, ἂν οὕτω τύχῃ, οὐκ ἐν τοῖς ἀναγκαιοτάτοις ἐσφάλησαν·οἷς δὲ ὑπὲρ τῶν ὅλων ἡ μάχη, πάντως ὁ βίος πρὸς τὸ τοῦ πολέμου ῥυθμίζεται πέρας. ἄλλως τε, ἢν μὲν ἄνδρες ἀγαθοὶ ἐν τῷ παρόντι γένησθε, βεβαιοῦτε ὑμῖν αὐτοῖς ἀρετῆς ἔργον τὴν τοῦ τυράννου Γώδα γεγονέναι καθαίρεσιν· μαλακισθέντες δὲ νῦν καὶ τῆς ἐπ’ ἐκείνοις εὐδοξίας ὡς οὐδὲν προσηκούσης στερήσεσθε.καίτοι καὶ ἄλλως ὑμᾶς γε εἰκὸς τῶν λοιπῶν Βανδίλων ἐν ταύτῃ πλεονεκτεῖν τῇ μάχῃ.τοὺς μὲν γὰρ σφαλέντας ἡ προλαβοῦσα τύχη ἐκπλήσσει, οἱ δὲ οὐδὲν ἐπταικότες μετ’ ἀκραιφνοῦς τοῦ θάρσους ἐς τὸν ἀγῶνα καθίστανται.κἀκεῖνο δὲ οἶμαι οὐκ ἀπὸ τρόπου εἰρήσεται, ὡς ἢν τῶν πολεμίων κρατήσωμεν, τὸ πλεῖστον τῆς νίκης ὑμεῖς ἀναδήσεσθε μέρος, σωτῆράς τε ὑμᾶς ἅπαντες τοῦ τῶν Βανδίλων καλέσουσιν ἔθνους.οἱ γὰρ σὺν τοῖς πρότερον ἠτυχηκόσιν εὐδοκιμοῦντες εἰκότως αὐτοὶ τὴν ἀμείνω σφετερίζονται τύχην.ταῦτα τοίνυν ἅπαντα λογιζομένους ὑμᾶς φημι χρῆναι παῖδάς τε καὶ γυναῖκας ἀπολοφυρομένους κελεύειν θαρσεῖν τε ἤδη καὶ τὸν θεὸν ἐς ξυμμαχίαν παρακαλεῖν, καὶ θυμῷ μὲν ἐπὶ τοὺς πολεμίους ἰέναι τοῖς δὲ ὁμοφύλοις ἐς ταύτην ἡγεῖσθαι τὴν μάχην.”Τοσαῦτα Γελίμερ τε καὶ Τζάζων παραινέσαντες ἐξῆγον τοὺς Βανδίλους, καὶ ἀμφὶ τὸν τοῦ ἀρίστου καιρόν, οὐ προσδεχομένων Ῥωμαίων, ἀλλ’ ἄριστον σφίσι παρασκευαζόντων, παρῆσαν καὶ παρὰ τὰς τοῦ ποταμοῦ ὄχθας ὡς ἐς μάχην ἐτάξαντο.ἔστι δὲ ποταμὸς ὁ ταύτῃ ῥέων ἀένναος μέν, οὕτω δὲ τὸ ῥεῦμα βραχὺς ὥστε οὐδὲ ὀνόματος ἰδίου πρὸς τῶν ἐπιχωρίων μεταλαγχάνει, ἀλλ ἐν ῥύακος μοίρᾳ ὠνόμασται.τούτου δὴ τοῦ ποταμοῦ Ῥωμαῖοι ἐς τὴν ἑτέραν ὄχθην ὡς ἐκ τῶν παρόντων παρασκευασάμενοι ἧκον καὶ ἐτάξαντο ὧδε.κέρας μὲν τὸ ἀριστερὸν Μαρτῖνός τε καὶ Βαλεριανὸς καὶ Ἰωάννης καὶ Κυπριανός τε καὶ Αλθίας καὶ Μάρκελλος εἶχον καὶ ὅσοι ἄλλοι φοιδεράτων ἄρχοντες ἦσαν, τὸ δὲ δὴ δεξιὸν Πάππος τε καὶ Βαρβᾶτος καὶ Ἀϊγὰν καὶ ὅσοι τῶν ἱππικῶν καταλόγων ἦρχον.κατὰ δὲ τὸ μέσον Ἰωάννης ἐτάσσετο, τούς τε ὑπασπιστὰς καὶ δορυφόρους Βελισαρίου καὶ σημεῖον τὸ στρατηγικὸν ἐπαγόμενος.οὗ δὴ καὶ Βελισάριος εἰς καιρὸν ξὺν τοῖς πεντακοσίοις ἱππεῦσιν ἀφίκετο, τοὺς πεζοὺς ὄπισθεν βάδην προσιόντας ἀπολιπών.οἱ γὰρ Οὖννοι ἅπαντες ἐν ἄλλῃ ἐτάξαντο χώρᾳ, εἰθισμένον μὲν σφίσι καὶ πρότερον ἥκιστα ἐπιμίγνυσθαι τῷ Ῥωμαίων στρατῷ, τότε δὲ καὶ ἐν νῷ ἃ προδεδήλωται ἔχουσιν οὐκ ἦν βουλομένοις ξὺν τῇ ἄλλῃ στρατιᾷ τάσσεσθαι. Ῥωμαίοις μὲν οὖν τὰ τῆς τάξεως ὧδέ πη εἶχε.Βανδίλων δὲ κέρας μὲν ἑκάτερον οἱ χιλίαρχοι εἶχον, ἕκαστός τε ἡγεῖτο τοῦ ἀμφ’ αὐτὸν λόχου, κατὰ δὲ δὴ τὸ μέσον Τζάζων ἦν ὁ τοῦ Γελίμερος ἀδελφός, ὄπισθεν δὲ οἱ Μαυρούσιοι ἐτετάχατο.αὐτὸς μέντοι ὁ Γελίμερ πανταχόσε περιιὼν ἐνεκελεύετό τε καὶ ἐς εὐτολμίαν ἐνῆγε. προείρητο δὲ Βανδίλοις ἅπασι μήτε δορατίῳ μήτε ἄλλῳ ὁτῳοῦν ὀργάνῳ ἐς ξυμβολὴν τήνδε, ὅτι μὴ τοῖς ξίφεσι, χρῆσθαι.Χρόνου δὲ τριβέντος συχνοῦ καὶ μάχης οὐδενὸς ἄρχοντος Ἰωάννης τῶν ἀμφ’ αὐτὸν ὀλίγους ἀπολέξας Βελισαρίου γνώμῃ τόν τε ποταμὸν διέβη καὶ ἐς τοὺς μέσους ἐσέβαλεν, ἔνθα δὴ ὁ Τζάζων ὠθισμῷ χρησάμενος ἐδίωξεν αὐτούς.καὶ οἱ μὲν φεύγοντες ἐς τὸ σφῶν αὐτῶν στρατόπεδον ἧκον, οἱ δὲ Βανδίλοι διώκοντες ἄχρι ἐς τόν ποταμὸν ἦλθον, οὐ μέντοι διέβησαν.αὖθις δὲ Ἰωάννης πλείους τῶν Βελισαρίου ὑπασπιστῶν ἐπαγόμενος ἐς τοὺς ἀμφὶ τὸν Τζάζωνα ἐσεπήδησε, καὶ αὖθις ἐνθένδε ἀποκρουσθεὶς ἐς τὸ Ῥωμαίων στρατόπεδον ἀνεχώρησε.τὸ δὲ δὴ τρίτον ξὺν πᾶσι σχεδὸν τοῖς Βελισαρίου τε δορυφόροις καὶ ὑπασπισταῖς τὸ στρατηγικὸν σημεῖον λαβὼν τὴν ἐσβολὴν ἐποιήσατο ξὺν βοῇ τε καὶ πατάγῳ πολλῷ.τῶν δὲ βαρβάρων ἀνδρείως τε αὐτοὺς ὑφισταμένων καὶ μόνοις χρωμένων τοῖς ξίφεσι γίνεται μὲν καρτερὰ ἡ μάχη, πίπτουσι δὲ Βανδίλων πολλοί τε καὶ ἄριστοι, καὶ Τζάζων αὐτὸς ὁ τοῦ Γελίμερος ἀδελφός.τότε δὴ ἅπαν τὸ Ῥωμαίων στράτευμα ἐκινήθη καὶ τὸν ποταμὸν διαβάντες ἐπὶ τοὺς πολεμίους ἐχώρησαν, ἥ τε τροπὴ ἀρξαμένη ἀπὸ τοῦ μέσου λαμπρὰ ἐγεγόνει· τοὺς γὰρ κατ’ αὐτοὺς οὐδενὶ πόνῳ ἐτρέψαντο ἕκαστοι.ἃ δὴ ὁρῶντες οἱ Μασσαγέται κατὰ τὰ σφίσι ξυγκείμενα ξὺν τῷ Ῥωμαίων στρατῷ τὴν δίωξιν ἐποιήσαντο, οὐκ ἐπὶ πολὺ μέντοι ἡ δίωξις ἥδε ἐγεγόνει.οἵ τε γὰρ Βανδίλοι ἐς τὸ σφέτερον στρατόπεδον κατὰ τάχος εἰσελθόντες ἡσύχαζον καὶ οἱ Ῥωμαῖοι, οὐκ ἂν οἰόμενοι ἐν τῷ χαρακώματι πρὸς αὐτοὺς διαμάχεσθαι οἷοί τε εἶναι, τούς τε νεκροὺς ὅσοι ἐχρυσοφόρουν ἀπέδυσαν καὶ ἐς τὸ σφῶν αὐτῶν στρατόπεδον ἀπεχώρησαν.ἀπέθανον δὲ ἐν ταύτῃ τῇ μάχῃ Ῥωμαίων μὲν ἥσσους ἢ πεντήκοντα, Βανδίλων δὲ ὀκτακόσιοι μάλιστα.Βελισάριος δέ, τῶν πεζῶν οἱ ἀφικομένων ἀμφὶ δείλην ὀψίαν, ἄρας ὡς εἶχε τάχους παντὶ τῷ στρατῷ ᾔει ἐπὶ τὸ τῶν Βανδίλων στρατόπεδον.Γελίμερ δὲ γνοὺς Βελισάριον ξύν τε τοῖς πεζοῖς καὶ τῷ ἄλλῳ στρατῷ ἐπ’ αὐτὸν αὐτίκα ἰέναι, οὐδὲν οὔτε εἰπὼν οὔτε ἐντειλάμενος ἐπί τε τὸν ἵππον ἀναθρώσκει καὶ τὴν ἐπὶ Νουμίδας φέρουσαν ἔφευγε.