ἄμεινον γὰρ Σολόμωνι ἐφαίνετο ἐπί τε Ἰαύδαν καὶ Μαυρουσίων τὸ πλῆθος ἰέναι, οἰομένῳ, ἢν ἐκείνους πολιορκίᾳ ἑλεῖν δύνηται, ῥᾷόν τε καὶ ἀπονώτερον τοὺς ἐν Ζερβούλῃ βαρβάρους προσχωρήσειν σφίσιν.οἱ δὲ βάρβαροι οὐκέτι ἀντέχειν τῇ προσεδρείᾳ οἰόμενοι, ἐπεὶ αὐτοῖς ἅπαντες ἤδη οἱ ἡγεμόνες ἀνῄρηντο, φεύγειν τε κατὰ τάχος καὶ τὸ φρούριον ἀπολιπεῖν ἔγνωσαν.αὐτίκα γοῦν ἅπαντες σιγῇ τε καὶ οὐδεμίαν τοῖς πολεμίοις αἴσθησιν παρεχόμενοι ἔφευγον, οἵ τε Ῥωμαῖοι ἐς τὴν ἀναχώρησιν ἅμα ἡμέρᾳ παρεσκευάζοντο.καὶ ἐπειδὴ ἐν τῷ τείχει οὐδείς, καίπερ πολεμίων ἀναχωρούντων, ἐφαίνετο, ἐθαύμαζόν τε καὶ ἐς ἀλλήλους ἐπὶ πλεῖστον διηποροῦντο.ξὺν ταύτῃ τε τῇ ἀμηχανίᾳ τὸ φρούριον περιιόντες ἀνακεκλιμένην τὴν πυλίδα εὑρίσκουσιν ὅθεν δὴ οἱ Μαυρούσιοι ᾤχοντο φεύγοντες.ἔς τε τὸ φρούριον ἐσελθόντες ἐν ἁρπαγῇ ἅπαντα ἐποιήσαντο, διώκειν μέντοι ἤκιστα τοὺς πολεμίους διενοοῦντο, ἄνδρας κούφως τε ἐσταλμένους μένους καὶ τῶν ἐκείνῃ χωρίων ἐμπείρους.καὶ ἐπειδὴ ἅπαντα ἐληίσαντο, φύλακας τοῦ φρουρίου καταστησάμενοι πεζῇ ἅπαντες ἐχώρουν πρόσω.Ἐλθόντες δὲ ἐς Τοῦμαρ τὸν χῶρον, οὗ δὴ καθείρξαντες σφᾶς αὐτοὺς ἡσύχαζον οἱ πολέμιοι, ἄγχι που ἐστρατοπεδεύσαντο ἐν δυσχωρίᾳ, ἔνθα οὔτε ὕδατος ὄτι μὴ ὀλίγου οὔτε ἀλλου του ἀναγκαίου ἐν εὐπορίᾳ ἔσεσθαι ἔμελλον.χρόνου δὲ τριβομένου συχνοῦ τῶν τε βαρβάρων οὐδαμῶς σφίσιν ἐπεξιόντων, αὐτοὶ οὐδέν τι ἧσσον, εἰ μὴ καὶ μᾶλλον, τῇ προσεδρείᾳ πιεζόμενοι ἤσχαλλον.μάλιστα δὲ πάντων τῇ τοῦ ὕδατος ἀπορίᾳ ἤχθοντο, ὃ δὴ αὐτὸς Σολόμων ἐφύλασσε, καὶ ἄλλο οὐδὲν ἐς ἡμέραν ἐδίδου, πλήν γε δὴ ὅτι κύλικα μίαν ἀνδρὶ ἑκάστῳ.ὡς δὲ αὐτοὺς εἶδε δυσανασχετοῦντάς τε ἐκ τοῦ ἐμφανοῦς καὶ τὰ παρόντα δυσχερῆ φέρειν οὐκέτι οἵους τε ὄντας, ἀποπειρᾶσθαί τε τοῦ χωρίου, καίπερ δυσπροσόδου ὄντος, διενοεῖτο καὶ ξυγκαλέσας ἅπαντας παρεκελεύσατο ὧδε·“Ἐπειδὴ δέδωκεν ὁ θεὸς Ῥωμαίοις ἐν Αὐρασίῳ Μαυρουσίους πολιορκεῖν, πρᾶγμα πρότερόν τε κρεῖσσον ἐλπίδος καὶ νῦν τοῖς γε οὐχ ὁρῶσι τὰ δρώμενα παντελῶς ἄπιστον, ἀναγκαῖον καὶ ἡμᾶς τῇ ἄνωθεν ὑπουργοῦντας ἐπικουρίᾳ ταύτην δὴ μὴ καταπροδιδόναι τὴν χάριν, ἀλλ’ ὑφισταμένους σὺν προθυμίᾳ τὸν κίνδυνον τῶν ἐκ τοῦ κατορθώσειν εὐτυχημάτων ἐφίεσθαι.ὡς πᾶσα μὲν τῶν ἀνθρωπείων πραγμάτων ῥοπὴ ἐς τοῦ καιροῦ τὴν ἀκμὴν περιίσταται· ἢν δέ τις ἐθελοκακήσας προδιδοίη τὴν τύχην, οὐκ ἂν αὐτὴν αἰτιῷτο δικαίως, αὐτὸς ἐφ’ ἑαυτῷ τὴν αἰτίαν πεποιημένος.Μαυρουσίων μὲν τὴν ἀσθένειαν ὁρᾶτε δήπου καὶ τὸ χωρίον οὗ δὴ πάντων ἀπολελειμμένοι τῶν ἀναγκαίων καθείρξαντες αὑτοὺς τηροῦσιν.ὑμᾶς δὲ δυοῖν ἀνάγκη τὸ ἕτερον, ἢ τῇ προσεδρείᾳ μηδαμῶς ἀχθομένους τὴν τῶν πολεμίων ὁμολογίαν προσδέχεσθαι, ἢ πρὸς ταύτην ὀλιγωροῦντας τὴν μετὰ τοῦ κινδύνου προσίεσθαι νίκην.μᾶλλον δὲ καὶ τὸ πολεμεῖν πρὸς τούσδε ἡμῖν τοὺς βαρβάρους ἀκίνδυνον ἔσται, οὓς δὴ τῷ λιμῷ μαχομένους ἤδη οὔποτε ἡμῖν οὐδὲ εἰς χεῖρας ἀφίξεσθαι οἶμαι. ἅπερ ἐν τῷ παρόντι ὑμᾶς ἐν νῷ ἔχοντας ἅπαντα προσήκει προθύμως τὰ παραγγελλόμενα ἐκτελεῖν.”Τοσαῦτα Σολόμων παρακελευσάμενος διεσκοπεῖτο ὅθεν ἂν σφίσι τοῦ χωρίου πειράσασθαι ἄμεινον εἴη, ἀπορουμένῳ τε ἐπὶ πλεῖστον ἐῴκει.λίαν γάρ οἱ ἄμαχός τις ἡ δυσχωρία ἐφαίνετο. ἐν ᾦ δὲ Σολόμων ταῦτα ἐν νῷ ἐποιεῖτο, ἡ τύχη ὁδόν τινα τοῖς πράγμασιν ἐπορίσατο τήνδε.Γέζων ἦν τις ἐν τοῖς στρατιώταις πεζός, τοῦ καταλόγου ὀπτίων εἰς ὃν αὐτὸς ἀνεγέγραπτο· οὕτω γὰρ τὸν τῶν συντάξεων χορηγὸν καλοῦσι Ῥωμαῖοι.οὗτος ὁ Γέζων, εἴτε παίζων εἴτε θυμῷ χρώμενος, ἢ καί τι αὐτὸν θεῖον ἐκίνησεν, ἐπὶ τοὺς πολεμίους ἰέναι δοκῶν ἀνέβαινε μόνος καὶ αὐτοῦ μικρὸν ἄποθεν τῶν τινες ξυστρατιωτῶν ᾔεσαν, ἐν θαύματι πολλῷ ποιούμενοι τὰ γινόμενα.ὑποτοπήσαντες δὲ Μαυρουσίων τρεῖς οἳ ἐς τὸ φυλάσσειν τὴν εἴσοδον ἐτετάχατο ἐπὶ σφᾶς ἰέναι τὸν ἄνθρωπον, ἀπήντων δρόμῳ.ἅτε δὲ ἐν στενοχωρίᾳ οὐ ξυντεταγμένοι ἐβάδιζον, ἀλλὰ χωρὶς ἕκαστος ᾔει.παίσας δὲ τὸν πρῶτόν οἱ ἐντυχόντα ὁ Γέζων ἔκτεινεν, οὕτω δὲ καὶ τῶν ἄλλων ἑκάτερον διειργάσατο.ὃ δὴ κατιδόντες οἱ ὄπισθεν ἰόντες πολλῷ θορύβῳ τε καὶ ταραχῇ ἐπὶ τοὺς πολεμίους ἐχώρουν.ὡς δὲ τὰ δρώμενα ἤκουσέ τε καὶ εἶδεν ἡ Ῥωμαίων στρατιὰ ξύμπασα, οὔτε τὸν στρατηγὸν ἀναμείναντες τῆς πορείας σφίσιν ἡγήσασθαι οὔτε τὰς σάλπιγγας τὴν ξυμβολὴν σημῆναι, καθάπερ εἴθιστο, οὐ μὴν οὐδὲ τὴν τάξιν φυλάσσοντες, ἀλλὰ πατάγῳ τε πολλῷ χρώμενοι καὶ ἀλλήλοις ἐγκελευόμενοι ἔθεον ἐπὶ τὸ τῶν πολεμίων στρατόπεδον.ἐνταῦθα Ῥουφῖνός τε καὶ Λεόντιος, οἱ Ζαύνα τοῦ Φαρεσμάνου, ἔργα ἐπεδείξαντο ἐς τοὺς πολεμίους ἀρετῆς ἄξια.οἷς δὴ οἱ Μαυρούσιοι καταπεπληγμένοι, ἐπειδὴ καὶ τοὺς φύλακας σφῶν ἀνῃρῆσθαι ἔμαθον, αὐτίκα ἐς φυγὴν ὅπη ἕκαστος ἐδύνατο ᾔεσαν, καὶ αὐτῶν οἱ πλεῖστοι ἐν ταῖς δυσχωρίαις καταλαμβανόμενοι ἔθνησκον.Ἰαύδας τε αὐτὸς ἀκοντίῳ πληγεὶς τὸν μηρὸν ὅμως διέφυγέ τε καὶ ἐς Μαυριτανοὺς ἀπεχώρησε.Ῥωμαῖοι δὲ διαρπάσαντες τὸ τῶν πολεμίων στρατόπεδον οὐκέτι τὸ Αὐράσιον ἐκλείπειν ἔγνωσαν, ἀλλὰ Σολόμωνος ἐνταῦθα φρούρια οἰκοδομησαμένου φυλάσσειν, ὅπως μὴ αὖθις τοῦτο δὴ τὸ ὄρος Μαυρουσίοις ἐσβατὸν ἔσται.