ἀλλ’ εἴ τῳ ὑμῶν ἐκείνοις ἤδη βουλομένῳ ἐστὶ ξυντάττεσθαι, μηδὲν μελλήσας ξὺν τοῖς ὅπλοις ἐπὶ τὸ τῶν ἐναντίων στρατόπεδον ἴτω, τοῦτο μόνον ἡμῖν χαριζόμενος, ὅτι οὐ λάθρα ἡμᾶς, ἀλλ’ ἐκ τοῦ ἐμφανοῦς ἀδικεῖν ἔγνω.τούτου γὰρ ἕνεκα οὐκ ἐν Καρχηδόνι, ἀλλ’ ἐν μεταιχμίῳ γενόμενος τοὺς λόγους ποιοῦμαι, ὅπως ἂν μηδενὶ αὐτομολεῖν ἐς τοὺς ἐναντίους ἐθέλοντι ἐμπόδιος εἴην, παρὸν ἅπασι κινδύνου ἐκτὸς τὴν ἐς τὴν πολιτείαν ἐνδείκνυσθαιγνώμην.” Γερμανὸς μὲν τοσαῦτα εἶπε. ταραχὴ δὲ πολλὴ ἐν τῷ Ῥωμαίων στρατῷ γέγονεν, ἐπεὶ πρῶτος ἠξίου αὐτὸς ἕκαστος εὔνοιάν τε τὴν ἐς βασιλέα τῷ στρατηγῷ ἐπιδείξασθαι καὶ ὅρκους δεινοτάτους ὑπὲρ τούτων ὀμεῖσθαι.Χρόνον μὲν οὖν τινα ἑκάτεροι ἀλλήλοις ἀντικαθήμενοι ἔμενον. μετὰ δὲ οἱ στασιῶται οὐδὲν σφίσι προχωροῦν ἐνορῶντες ὧν προὔλεγε Στότζας, ἔδεισάν τε ἅτε τῆς ἐλπίδος παρὰ δόξαν ψευσθέντες, καὶ τὴν τάξιν διαλύσαντες ἀνεχώρησαν, ἔς τε Νουμίδας ἀπήλαυνον, οὗ δὴ αὐτοῖς αἵ τε γυναῖκες καὶ τὰ τῆς λείας χρήματα ἦσαν.ἔνθα καὶ ὁ Γερμανὸς παντὶ τῷ στρατῷ οὐκ ἐς μακρὰν ἦλθε, τά τε ἄλλα παρεσκευασμένος ὡς ἄριστα καὶ ἁμάξας πολλὰς τῷ στρατοπέδῳ ἐπαγαγόμενος.καταλαβών τε τοὺς ἐναντίους ἐν χωρίῳ ὃ δὴ Σκάλας Βέτερες καλοῦσι Ῥωμαῖοι, τὰ ἐς τὴν παράταξιν ἐξηρτύετο τρόπῳ τοιῷδε.τὰς ἁμάξας μετωπηδὸν στήσας τοὺς πεζοὺς πάντας κατ’ αὐτὰς ἔταξεν, ὧν Δόμνικος ἦρχεν, ὅπως τὰ νῶτα ἐν τῷ ἀσφαλεῖ ἔχοντες θαρσήσωσι μᾶλλον.τῶν δὲ ἱππέων ἄνδρας τε ἀρίστους καὶ τοὺς ἐκ Βυζαντίου ξὺν αὐτῷ ἥκοντας αὐτὸς ἐν ἀριστερᾷ τῶν πεζῶν εἶχε, τοὺς δὲ ἄλλους ἅπαντας ἐς κέρας τὸ δεξιὸν οὐ ξυντεταγμένους, ἀλλὰ κατὰ λόχους τρεῖς μάλιστα ἔστησε.καὶ αὐτῶν Ἰλδίγερ μὲν ἑνὸς ἡγεῖτο, ἑτέρου δὲ Θεόδωρος ὁ Καππαδόκης, τοῦ δὲ λειπομένου, μείζονος ὄντος, Ἰωάννης ὁ Πάππου ἀδελφός, τέταρτος αὐτός. οὕτω μὲν Ῥωμαῖοι ἐτάξαντο.Οἱ δὲ στασιῶται ἀντίξοοι μὲν αὐτοῖς ἔστησαν, οὐκ ἐν κόσμῳ μέντοι ταξάμενοι, ἀλλὰ βαρβαρικώτερον ἐσκεδασμένοι.εἵποντο δὲ αὐτοῖς οὐ μακρὰν ἄποθεν Μαυρουσίων μυριάδες πολλαί, ὧν ἄλλοι τε πολλοὶ καὶ Ἰαύδας καὶ Ὀρταΐας ἦρχον.οὐ μέντοι ἅπαντες πιστοὶ τοῖς ἀμφὶ τὸν Στότζαν ἐτύγχανον ὄντες, ἀλλὰ πολλοὶ παρὰ Γερμανὸν πέμποντες πρότερον ὡμολόγουν, ἐπειδὰν ἐν τῷ ἔργῳ γένωνται, ξὺν τῷ βασιλέως στρατῷ ἐπὶ τοὺς πολεμίους τετάξεσθαι.οὐ μὴν αὐτοῖς πιστεύειν παντάπασιν ὁ Γερμανὸς εἶχεν, ἐπεὶ ἄπιστον φύσει τὸ Μαυρουσίων γένος ἐστὶν ἐς πάντας ἀνθρώπους.διὸ δὴ οὐδὲ ξὺν τοῖς στασιώταις ἐτάξαντο, ἀλλ’ ὄπισθεν ἔμενον, καραδοκοῦντες τὸ ἐσόμενον, ὅπως ξὺν τοῖς νικήσουσι καὶ αὐτοὶ τὴν δίωξιν ἐπὶ τοὺς ἡσσημένους ποιήσωνται.Μαυρούσιοι μὲν τοιαύτῃ γνώμῃ οὐκ ἀναμιγνύμενοι τοῖς στασιώταις ὄπισθεν εἵποντο.Στότζας δὲ ἄγχιστά πη τῶν πολεμίων γενόμενος, ἐπειδὴ σημεῖον τὸ Γερμανοῦ εἶδε, τοῖς παροῦσιν ἐγκελευσάμενος ἐπ’ αὐτὸν ᾔει.Ἔρουλοι δὲ ὅσοι στασιῶται ἀμφ’ αὐτὸν τεταγμένοι ἐτύγχανον, οὐδὲ εἵποντο, ἀλλὰ καὶ παντὶ σθένει ἐκώλυον, φάσκοντες οὐκ εἰδέναι μὲν τὴν Γερμανοῦ δύναμιν, ὁποία ποτέ ἐστιν, ἐξεπίστασθαι μέντοι ὡς οὐδαμῆ σφίσιν ἀνθέξουσιν ὅσοι ἐς κέρας τὸ δεξιὸν τῶν πολεμίων ἐτάξαντο.ἢν μὲν οὖν ἐπ’ ἐκείνους χωρήσαιεν, αὐτοί τε οὐχ ὑποστάντες ἐς φυγὴν τρέψονται καὶ τὸ ἄλλο στράτευμα, ὡς τὸ εἰκός, συνταράξουσιν· ἢν δέ γε σφᾶς ἀπωσάμενος Γερμανὸς τρέψηται, ἅπαντα σφίσι διαφθαρήσεται αὐτίκα δὴ μάλα τὰ πράγματα.τούτοις ὁ Στότζας ἀναπεισθεὶς τοὺς μὲν ἄλλους τοῖς ἀμφὶ Γερμανὸν μάχεσθαι εἴασεν, αὐτὸς δὲ ξὺν τοῖς ἀρίστοις ἐπί τε Ἰωάννην καὶ τοὺς ξὺν αὐτῷ τεταγμένους ᾔει.οἱ δὲ οὐχ ὑποστάντες κόσμῳ οὐδενὶ ἐς φυγὴν ὥρμηντο. οἵ τε στασιῶται πάντα μὲν τὰ σημεῖα αὐτῶν εὐθὺς ἔλαβον, φεύγοντας δὲ ἀνὰ κράτος ἐδίωκον, τινὲς δὲ καὶ ἐπὶ τοὺς πεζοὺς ἤλαυνον,ἤδη τε τὴν τάξιν ἐκλείπειν οἱ πεζοὶ ἤρξαντο. ἐν τούτῳ δὲ Γερμανὸς αὐτός τε τὸ ξίφος σπασάμενος καὶ ἅπαν τὸ ταύτῃ στράτευμα ἐς τοῦτο ὁρμήσας, πόνῳ τε πολλῷ τοὺς κατ’ αὐτὸν στασιώτας ἐτρέψατο καὶ δρόμῳ ἐπὶ τὸν Στότζαν ἐχώρησε.τούτου δέ οἱ ἐνταῦθα τοῦ ἔργου καὶ τῶν ἀμφὶ Ἰλδίγερά τε καὶ Θεόδωρον ξυναραμένων, οὕτως ἀλλήλοις ἑκάτεροι ἀνεμίγνυντο, ὥστε διώκοντες οἱ στασιῶται τῶν τινας πολεμίων ὑφ’ ἑτέρων καταλαμβανόμενοι ἔθνησκον.τῆς τε ξυγχύσεως ἐπὶ μέγα χωρούσης οἱ μὲν ἀμφὶ Γερμανόν, ὄπισθεν ἰόντες, ἔτι μᾶλλον ἐνέκειντο, οἱ δὲ στασιῶται ἐς πολὺ δέος ἐμπεπτωκότες οὐκέτι ἐς ἀλκὴν ἔβλεπον.ἔνδηλοι μέντοι οὐδέτεροι οὔτε σφίσιν αὐτοῖς οὔτε ἀλλήλοις ἐγίνοντο. μιᾷ τε γὰρ φωνῇ καὶ τῇ αὐτῇ τῶν ὅπλων σκευῇ οἱ πάντες ἐχρῶντο, οὔτε μορφῇ τινι οὔτε σχήματι οὔτε ἄλλῳ ὁτῳοῦν διαλλάσσοντες.διὸ δὴ Γερμανοῦ γνώμῃ οἱ τοῦ βασιλέως στρατιῶται, ὅτου ἂν λάβοιντο, ἐπυνθάνοντο ὅστις ποτὲ εἴη· ἔπειτα, ἤν τις Γερμανοῦ στρατιώτης φήσειεν εἶναι, οὐκοῦν τὸ Γερμανοῦ ξύμβολον ἐκέλευον λέγειν, τοῦτο δὲ εἰπεῖν οὐδαμῆ ἔχοντα εὐθὺς ἔκτεινον.ἐν τούτῳ τῷ πόνῳ τὸν Γερμανοῦ ἵππον τῶν τις πολεμίων λαθὼν ἔκτεινεν, αὐτός τε ὁ Γερμανὸς ἐς τὸ ἔδαφος ἐκπεσὼν ἐς κίνδυνον ἦλθεν, εἰ μὴ κατὰ τάχος οἱ δορυφόροι ἐσώσαντο, φραξάμενοί τε ἀμφ’ αὐτὸν καὶ ἀναβιβάσαντες ἐφ’ ἕτερον ἵππον.