ἀνελέσθαι τὰ ὅπλα.” ὁ μὲν οὖν Στότζας τοσαῦτα εἶπεν· οἱ δὲ στρατιῶται τούς τε λόγους ἐνεδέχοντο καὶ αὐτὸν πολλῇ εὐνοίᾳ ἠσπάζοντο.κατιδόντες δὲ οἱ ἄρχοντες τὰ γινόμενα σιγῇ τε ὑπεχώρουν καὶ ἐς ἱερὸν ὃ ἐν Γαζοφύλοις ἦν καταφεύγουσι. Στότζας δὲ ἀμφότερα τὰ στρατόπεδα ἐς ἓν ξυλλαβὼν ἐπ’ αὐτοὺς ᾔει. καταλαβών τε ἐν τῷ ἱερῷ καὶ τὰ πιστὰ δοὺς ἅπαντας ἔκτεινε.Ταῦτα ἐπεὶ βασιλεὺς ἔμαθε, Γερμανὸν τὸν ἀνεψιὸν τὸν αὑτοῦ, ἄνδρα πατρίκιον, ἐς Λιβύην ξὺν ὀλίγοις τισὶν ἔπεμψε.καὶ Σύμμαχος δὲ αὐτῷ καὶ Δόμνικος, ἄνδρες ἐκ βουλῆς, εἵποντο, ἅτερος μὲν ἔπαρχός τε καὶ χορηγὸς τῆς δαπάνης ἐσόμενος, Δόμνικος δὲ τῷ πεζῷ στρατῷ ἐπιστατήσων. Ἰωάννης γὰρ ἐτελεύτα ἤδη νοσήσας, ᾧ δὴ ἐπέκειτο ἡ τιμὴ αὕτη.ἐπειδή τε ἐς Καρχηδόνα κατέπλευσαν, τούς τε παρόντας σφίσι στρατιώτας ὁ Γερμανὸς ἠρίθμει καὶ τῶν γραμματέων ἀναλεγόμενος τὰ βιβλία οὗ πάντα ἀναγέγραπται τῶν στρατιωτῶν τὰ ὀνόματα, εὕρισκε τὸ μὲν τριτημόριον τοῦ στρατοῦ ἔν τε Καρχηδόνι καὶ ταῖς ἄλλαις πόλεσιν ἄν, τοὺς δὲ ἄλλους ἅπαντας τῷ τυράννῳ ἐπὶ Ῥωμαίους ξυντεταγμένους.μάχης μὲν οὖν διὰ ταῦτα οὐκ ἦρχε, τοῦ δὲ στρατοπέδου ἐπεμελεῖτο ὡς μάλιστα. λογισάμενός τε ὡς τῶν πολεμίων ξυγγενεῖς ἢ ὁμοσκήνους τοὺς ἐν Καρχηδόνι ἀπολελειμμένους ξυμβαίνει εἶναι, ἄλλα τε πολλὰ ἐπαγωγὰ πᾶσιν ἐφθέγγετο καὶ σταλῆναι πρὸς βασιλέως ἐς Λιβύην αὐτὸς ἔφασκεν, ἐφ’ ᾧ ἠδικημένοις μὲν στρατιώταις ἀμυνεῖ, κολάσει δὲ τοὺς ἀδικίας τινὸς ἐς αὐτοὺς ἄρξαντας.ἅπερ οἱ στασιῶται πυνθανόμενοι κατ’ ὀλίγους αὐτῷ προσχωρεῖν ἤρχοντο. καὶ αὐτοὺς ὁ Γερμανὸς τῇ τε πόλει ξὺν φιλοφροσύνῃ ἐδέχετο καὶ τὰ πιστὰ δοὺς ἐν τιμῇ εἶχε, τάς τε συντάξεις αὐτοῖς τοῦ χρόνου ἐδίδου καθ’ ὃν ἐπὶ Ῥωμαίους ἐν ὅπλοις ἦσαν.ἐπεὶ δὲ ὁ περὶ τούτων λόγος περιφερόμενος ἐς ἅπαντας ἦλθε, κατὰ πολλοὺς ἤδη τοῦ τυράννου ἀποτασσόμενοι ἐς Καρχηδόνα ἐσήλαυνον.καὶ τότε δὴ Γερμανὸς ἐξ ἀντιπάλου τῆς δυνάμεως ἔσεσθαί οἱ πρὸς τοὺς ἐναντίους τὴν μάχην ἐλπίσας τὰ ἐς τὴν παράταξιν ἐξηρτύετο.Ἐν τούτῳ δὲ ὁ Στότζας τοῦ μὲν κακοῦ ἤδη αἰσθόμενος, δεδιὼς δὲ μή οἱ καὶ πλειόνων στρατιωτῶν τῇ ἀποστάσει ἔτι μᾶλλον τὸ στράτευμα ἐλασσοῦσθαι ξυμβαίη, διακινδυνεύειν τε ἐν τῷ παραυτίκα ἠπείγετο καὶ τοῦ πολέμου ὀξύτερον ἀντιλαμβάνεσθαι.καὶ ἦν γάρ τις αὐτῷ ἐκ τῶν ἐν Καρχηδόνι στρατιωτῶν ἐλπὶς ἀποστάσεως πέρι, ᾤετό τε αὐτούς, ἤν που σφίσιν ἄγχιστα γένηται, πόνῳ οὐδενὶ αὐτομολήσειν, ἐς πάντας τὴν ἐλπίδα ἐξενεγκών· ταύτῃ τε αὐτοὺς μάλιστα ἐπιρρώσας παντὶ τῷ στρατῷ ἐπὶ Καρχηδόνα κατὰ τάχος ᾔει.γενόμενός τε αὐτῆς ἄπο σταδίων πέντε καὶ τριάκοντα, ἐστρατοπεδεύσατο τῆς θαλάσσης οὐ μακρὰν ἄποθεν, καὶ Γερμανὸς ἅπαν ἐξοπλίσας τὸ στράτευμα διατάξας τε ὡς ἐς μάχην ἐξῆγε.καὶ ἐπεὶ τῆς πόλεως ἔξω ἐγένοντο, ἠκηκόει γὰρ ὅσα ἐν ἐλπίδι ὁ Στότζας εἶχε, ξυγκαλέσας ἅπαντας ἔλεξε τοιάδε·“Ὡς μὲν οὐδὲν ἂν δικαίως, ὦ ξυστρατιῶται, βασιλεῖ μέμψεσθε οὐδέ τι αἰτιάσεσθε τῶν εἰς ὑμᾶς αὐτῷ πεπραγμένων, οὐδεὶς ἄν, οἶμαι, τῶν πάντων ἀντείποι·ὅς γε ὑμᾶς ἐξ ἀγροῦ ἥκοντας ξύν τε τῇ πήρᾳ καὶ χιτωνίσκῳ ἑνὶ ξυναγαγὼν ἐς Βυζάντιον τηλικούσδε εἶναι πεποίηκεν ὥστε τὰ Ῥωμαίων πράγματα νῦν ἐφ’ ὑμῖν κεῖσθαι.ὡς δὲ οὐ περιυβρίσθαι μόνον, ἀλλὰ καὶ τὰ πάντων δεινότατα παρ’ ὑμῶν αὐτὸν πεπονθέναι τετύχηκε,ξυνεπίστασθε καὶ ὑμεῖς δήπουθεν. ὧν δὴ τὴν μνήμην ὑμῖν ἐς ἀεὶ βουλόμενος διασώζεσθαι τὰς τῶν ἐγκλημάτων αἰτίας ἀφῆκεν, ὄφλημα τοῦτό γε αὐτῷ μόνον ὀφείλεσθαι παρ’ ὑμῶν ἀξιῶν, τὴν ὑπὲρ τῶν πεπραγμένων αἰσχύνην.ταύτῃ τοίνυν ἠγμένους ὑμᾶς μεταμανθάνειν τε τὴν πίστιν εἰκὸς καὶ τὴν πρόσθεν ἀγνωμοσύνην ἐπανορθοῦν.μετάμελος γὰρ ἐν δέοντι τοῖς ἐπταικόσιν ἐπιγινόμενος συγγνώμονας αὐτοῖς τοὺς ἠδικημένους ποιεῖν εἴωθεν, ὑπουργία τε εἰς καιρὸν ἐλθοῦσα τὸ τῶν ἀχαρίστων ὄνομα μεταβάλλειν φιλεῖ.”“Εὖ δὲ ὑμᾶς δεήσει κἀκεῖνο εἰδέναι, ὡς, ἢν ἐν τῷ παρόντι εὖνοι μάλιστα βασιλεῖ γένησθε, οὐδεμία τοῖς προλαβοῦσι λελείψεται μνήμη.πᾶσα γὰρ πρᾶξις πέφυκεν ἀεὶ τοῖς ἀνθρώποις ἐκ τῆς καταστροφῆς ὀνομάζεσθαι· ἁμάρτημά τε γεγονὸς ἅπαξ ἀποίητον μὲν οὐδ’ ἂν ἐν χρόνῳ τῷ παντὶ γένοιτο, ἐπανορθωθὲν δὲ πράξεσι τῶν αὐτὸ εἰργασμένων ἀμείνοσιν εὐπρεποῦς τε τῆς σιωπῆς ἐπιτυγχάνει καὶ ἐς λήθην ὡς τὰ πολλὰ περιίσταται.καίτοι, ἢν μὲν ὀλιγωρίᾳ τινὶ ἐς τούτους δὴ τοὺς καταράτους τὰ νῦν χρήσησθε, ὕστερον δὲ πολλοὺς πολέμους ὑπὲρ Ῥωμαίων ἀγωνιζόμενοι τὸ κατὰ τῶν πολεμίων πολλάκις ἀναδήσησθε κράτος, οὐκ ἂν ἔτι ὁμοίως ἀνθυπουργηκέναι βασιλεῖ δόξαιτε.οἱ γὰρ ἐν αὐτοῖς εὐδοκιμοῦντες οἷς ἥμαρτον εὐπρεπεστέραν τὴν ἀπολογίαν ἐς ἀεὶ φέρονται. τὰ μὲν οὖν ἐς βασιλέα ταύτῃ πη λογιζέσθω ὑμῶν ἕκαστος.ἐγὼ δὲ οὔτε ἀδικίας τινὸς εἰς ὑμᾶς ἄρξας, ἐνδειξάμενός τε πάσῃ δυνάμει τὴν εἰς ὑμᾶς εὔνοιαν, καὶ τὰ νῦν καθιστάμενος ἐς κίνδυνον τόνδε, τοσοῦτον αἰτεῖσθαι ἅπαντας ἔγνωκα· μηδεὶς ξὺν ἡμῖν ἐπὶ τοὺς πολεμίους παρὰ γνώμην χωρείτω.