Βελισάριος μὲν τοσαῦτα εἶπε. Στότζας δὲ παρεκελεύσατο ὧδε· “Ἄνδρες οἳ ξὺν ἐμοὶ τῆς ἐς Ῥωμαίους δουλείας ἔξω γεγένησθε, μηδεὶς ὑμῶν ὑπὲρ τῆς ἐλευθερίας ἀπαξιούτω θνήσκειν, ἧς ἀνδρίᾳ τε καὶ τῇ ἄλλῃ ἀρετῇ τετυχήκατε.οὐ γὰρ οὕτω δεινὸν τὸ τοῖς κακοῖς ξυγγηράσκοντα τελευτῆσαι τὸν βίον ὡς μετὰ τὴν τῶν δυσκόλων ἐλευθερίαν αὖθις ἐς αὐτὰ ἐπανήκειν.ὁ γὰρ ἐν μέσῳ χρόνος τῆς ἀπαλλαγῆς γεύσας χαλεπωτέραν, ὥς γε τὸ εἰκός, τὴν συμφορὰν ἀπεργάζεται.τούτων δὲ τοιούτων ὄντων ἐπάναγκες ὑμᾶς ἀναμνησθῆναι μὲν ὡς Βανδίλους τε καὶ Μαυρουσίους νενικηκότες αὐτοὶ μὲν τῶν ἐν τοῖς πολέμοις ἀπώνασθε πόνων, κύριοι δὲ ἄλλοι τῶν λαφύρων γεγένηνται πάντων.ἐκλογίζεσθε δὲ ὡς στρατιώταις οὖσιν ὑμῖν τὸν πάντα αἰῶνα ὁμιλεῖν τοῖς τοῦ πολέμου κινδύνοις ἀνάγκη, ἢ ὑπὲρ τῶν βασιλέως πραγμάτων, ἤν γε αὖθις ἐκείνῳ δουλεύητε, ἢ ὑπὲρ ὑμῶν αὐτῶν, ἢν τὴν ἐλευθερίαν διασώζητε ταύτην.ὁπότερον δὲ ἀμφοῖν αἱρετώτερον, τοῦτο ἑλέσθαι ὑμῖν πάρεστιν, ἢ μαλθακιζομένοις ἐν τῷ παρόντι, ἢ ἀνδραγαθίζεσθαι βουλομένοις.ἀλλὰ μὴν κἀκεῖνο εἰσιέναι ὑμᾶς προσήκει, ὡς ὅπλα κατὰ Ῥωμαίων ἀράμενοι, ἢν ὑπ’ αὐτοῖς ἔσεσθε, οὐ μετρίων οὐδὲ συγγνωμόνων δεσποτῶν πειραθήσεσθε, ἀλλὰ πείσεσθε μὲν τὰ ἀνήκεστα, προσέσται δὲ ὑμῖν τὸ μὴ ἀδίκως ἀπολωλέναι. ὁ μὲν οὖν θάνατος ὅτῳ ἂν ὑμῶν ἐν τῇ μάχῃ ἀφίξηται ταύτῃ, δηλονότι εὐκλεὴς ἔσται·βίος δὲ κρατήσασι μὲν τῶν πολεμίων αὐτόνομός τε καὶ τἄλλα εὐδαίμων, ἡσσημένοις δὲ πικρὸν μὲν ἄλλο οὐκ ἂν εἴποιμι, τὴν ἐλπίδα δὲ ξύμπασαν εἰς τὸν ἐκείνων ἔλεον ἔχων.ἡ δὲ ξυμβολὴ οὐκ ἐξ ἀντιπάλου τῆς δυνάμεως ἔσται.τῷ τε γὰρ πλήθει παρὰ πολὺ ἡσσῶνται ἡμῶν οἱ πολέμιοι καὶ ὡς ἥκιστα προθυμούμενοι ἐφ’ ἡμᾶς ἴασιν, οὓς οἶμαι καὶ τῆσδε ἡμῖν εὔχεσθαι τῆς ἐλευθερίας μεταλαχεῖν.” τοσαῦτα μὲν καὶ ὁ Στότζας εἶπεν.Ἰόντων δὲ ἐς τὴν ξυμβολὴν τῶν στρατοπέδων πνεῦμα σκληρόν τε καὶ δεινῶς λυπηρὸν κατ’ ὄψιν ἐς τοὺς Στότζα στασιώτας ἐνέπεσε.διὸ δὴ ἀξύμφορον σφίσιν ᾤοντο εἶναι τὴν μάχην αὐτόθι ποιήσασθαι, δεδιότες μὴ τὸ πνεῦμα ὑπερβιαζόμενον τὰ μὲν τῶν πολεμίων βέλη ἐπὶ σφᾶς ἰθύνοι, βελῶν δὲ τῶν σφετέρων ἡ ῥύμη ὡς μάλιστα ἀναστέλλοιτο.ἄραντες οὖν ἐγκάρσιοι ᾔεσαν, λογιζόμενοι ὡς ἢν καὶ οἱ πολέμιοι, ὡς τὸ εἰκός, μεταβάλλοιντο, ὅπως δὴ μὴ ὄπισθεν ὑπὸ σφῶν ἐνοχλοῖντο, κατὰ πρόσωπον αὐτοῖς τὸ πνεῦμα ἔσται.Βελισάριος δέ, ἐπεὶ αὐτοὺς εἶδε τὴν τάξιν λιπόντας καὶ κόσμῳ οὐδενὶ περιιόντας, αὐτίκα δὴ ἐκέλευε τῶν χειρῶν ἄρχειν.οἱ δὲ ἀμφὶ Στότζαν ἐς ταραχὴν ἐκ τοῦ ἀπροσδοκήτου καταστάντες ξὺν ἀταξίᾳ πολλῇ, ὡς ἕκαστός πη ἐδύνατο, ἐς φυγὴν ὥρμηντο, ἐς Νουμιδίαν τε ἀφικόμενοι συνελέγοντο αὖθις.ὀλίγοι μέντοι αὐτῶν ἐν τῷ πόνῳ τούτῳ ἀπέθανον, καὶ αὐτῶν οἱ πλεῖστοι Βανδίλοι ἦσαν.δίωξιν γὰρ Βελισάριος ἥκιστα ἐς αὐτοὺς ἐποιήσατο, ἐπεί οἱ, λίαν τοῦ στρατεύματος βραχέος ὄντος, ἱκανὸν κατεφαίνετο, εἰ σφίσιν οἱ πολέμιοι ἐν τῷ παρόντι νενικημένοι ἐκποδὼν στήσονται.τοῖς δὲ στρατιώταις ἐδίδου τὸ χαράκωμα τῶν ἐναντίων διαρπάσασθαι, αἱροῦσί τε αὐτὸ ἔρημον ἀνδρῶν. ἐνταῦθα εὕρηνται πολλὰ μὲν χρήματα, πολλαὶ δὲ γυναῖκες, ὧν δὴ ἕνεκα ὁ πόλεμος κατέστη ὅδε. ταῦτα Βελισάριος διαπεπραγμένος ἐς Καρχηδόνα ἀπήλαυνε.καί οἵ τις ἐκ Σικελίας ἥκων ἀπήγγελλεν ὡς στάσις ἐν τῷ στρατοπέδῳ ἐπιπεσοῦσα τὰ πράγματα ἀνασοβεῖν μέλλοι, ἢν μὴ αὐτὸς κατὰ τάχος σφίσιν ἐπανήκων τὴν κωλύμην ποιήσηται.καὶ αὐτὸς μὲν τὰ ἐν Λιβύῃ ὅπη ἐδύνατο διαθέμενος καὶ Καρχηδόνα Ἰλδίγερί τε καὶ Θεοδώρῳ παραδοὺς ἐς Σικελίαν ᾔει.Οἱ δὲ ἐν Νουμιδίᾳ Ῥωμαίων ἄρχοντες, ἐπεὶ τοὺς ἀμφὶ Στότζαν ἥκειν τε καὶ ξυλλέγεσθαι ἐνταῦθα ἤκουσαν, παρεσκευάζοντο ἐς παράταξιν, ἦσαν δὲ ἡγεμόνες φοιδεράτων μὲν Μάρκελλός τε καὶ Κύριλλος, καταλόγου δὲ ἱππικοῦ μὲν Βαρβᾶτος,πεζῶν δὲ Τερέντιός τε καὶ Σάραπις. Μαρκέλλῳ μέντοι ἐπήκουον ἅπαντες ἅτε Νουμιδίας τὴν ἀρχὴν ἔχοντι.ὃς ἐπεὶ ἐν χωρίῳ Γαζοφύλοις, δυοῖν μάλιστα ἡμέραιν ὁδῷ Κωνσταντίνης ἀπέχοντι, Στότζαν ξὺν ὀλίγοις τισὶν ἤκουσεν εἶναι, προτερῆσαι πρὶν τοὺς στασιώτας ἅπαντας ξυλλεγῆναι βουλόμενος, κατὰ τάχος ἐπ’ αὐτοὺς ἐπῆγε τὸ στράτευμα.ὡς δὲ τά τε στρατόπεδα ἐγγὺς ἐγεγόνει καὶ ἡ μάχη ἔμελλεν ἐν χερσὶν ἔσεσθαι, μόνος ὁ Στότζας ἐς μέσους τοὺς ἐναντίους ἥκων ἔλεξε τοιάδε·“Ἄνδρες συστρατιῶται, οὐ δίκαια ποιεῖτε ἐπὶ ξυγγενεῖς τε καὶ συντρόφους στρατεύοντες, ἐπ’ ἄνδρας τε ὅπλα αἰρόμενοι οἳ τοῖς κακοῖς τοῖς ὑμετέροις καὶ τοῖς εἰς ὑμᾶς ἀδικήμασιν ἀχθόμενοι βασιλεῖ τε καὶ Ῥωμαίοις πολεμεῖν ἔγνωσαν.ἢ οὐ μέμνησθε ὡς ἐστέρησθε μὲν τῶν ἄνωθεν ὑμῖν ὀφειλομένων συντάξεων, ἀφῄρησθε δὲ τῶν πολεμίων τὰ λάφυρα, ἃ τῶν ἐν μάχαις κινδύνων ἆθλα ὁ τοῦ πολέμου τέθεικε νόμος;καὶ τοῖς μὲν τῆς νίκης ἀγαθοῖς ἕτεροι τρυφᾶν ἐς τὸν ἅπαντα χρόνον ἠξίουν, ὑμεῖς δὲ ἐν οἰκετῶν ἕπεσθε μοίρᾳ;εἰ μὲν οὖν ἐμοὶ χαλεπαίνετε, πάρεστιν ὑμῖν ἐς τόδε μὲν τὸ σῶμα τῷ θυμῷ χρῆσθαι, τὸ δὲ ἐς τοὺς ἄλλους διαφυγεῖν μίασμα· εἰ δέ μοι αἰτίαν οὐδεμίαν ἐπενεγκεῖν ἔχετε, ὥρα ὑμῖν ὑπὲρ αὑτῶν