ὁ δὲ ἅπαν ἐξοπλίσας τὸ στράτευμα, ἐς ὀκτακισχιλίους μάλιστα ξυνιόν, ἐπὶ Καρχηδόνα ἐπῆγεν, ὡς τὴν πόλιν αὐτίκα δὴ μάλα παραστησόμενος οὐδενὶ πόνῳ.ἔπεμπε δὲ καὶ ἐς Βανδίλους τούς τε ἐκ Βυζαντίου σὺν ταῖς ναυσὶν ἀποδράντας καὶ ὅσοι οὐχ εἵποντο Βελισαρίῳ τὸ ἐξ ἀρχῆς, ἢ διαλαθόντες, ἢ ὅτι οἱ Βανδίλους τηνικαῦτα παραπέμποντες ἐν λόγῳ αὐτοὺς οὐδενὶ ἐποιήσαντο.ἦσαν δὲ οὐχ ἧσσον ἢ χίλιοι, οἳ οὐκ ἐς μακρὰν τῷ Στότζᾳ ἐς τὸ στρατόπεδον ξὺν προθυμίᾳ ἦλθον. ἀφίκετο δέ οἱ καὶ δούλων πολύς τις ὅμιλος.καὶ ἐπειδὴ ἐγένοντο Καρχηδόνος ἐγγύς, ἔπεμψεν ὁ Στότζας, κελεύων οἱ ὡς τάχιστα παραδοῦναι τὴν πόλιν,ἐφ’ ᾧ κακῶν ἀπαθεῖς μείνωσιν. οἱ δὲ ἐν Καρχηδόνι καὶ Θεόδωρος, πρὸς ταῦτα ἄντικρυς ἀπειπόντες, βασιλεῖ ὡμολόγουν Καρχηδόνα φυλάσσειν.πέμψαντές τε παρ’ αὐτὸν Ἰωσήφιον, τῶν τε βασιλέως φυλάκων γραμματέα οὐκ ἀφανῆ γεγονότα καὶ τῆς Βελισαρίου οἰκίας ὄντα, κατὰ χρείαν δέ τινα πρὸς αὐτοὺς ἐς Καρχηδόνα ἔναγχος ἐσταλμένον, ἠξίουν μὴ σφᾶς περαιτέρω βιάζεσθαι.Στότζας δέ, ἐπεὶ ταῦτα ἤκουσεν, Ἰωσήφιόν τε αὐτίκα ἔκτεινε καὶ ἐς πολιορκίαν καθίστατο. κατορρωδήσαντές τε οἱ ἐν τῇ πόλει τὸν κίνδυνον, σφᾶς τε αὐτοὺς καὶ Καρχηδόνα Στότζᾳ ἐγχειρίσαι ὁμολογίᾳ διενοοῦντο. τὸ μὲν οὖν Λιβύης στρατόπεδον ἐφέρετο τῇδε.Βελισάριος δέ, ἄνδρας ἀπολέξας τῶν αὑτοῦ δορυφόρων τε καὶ ὑπασπιστῶν ἑκατὸν καὶ Σολόμωνα ἐπαγόμενος, μιᾷ νηὶ ἐς Καρχηδόνα κατέπλευσε περὶ λύχνων ἁφάς, ἡνίκα τὴν πόλιν οἱ πολιορκοῦντες σφίσιν ἐγχειριεῖσθαι τῇ ὑστεραίᾳ ἐκαραδόκουν. ἐν ἐλπίδι τε ταῦτα ἔχοντες τὴν νύκτα ἐκείνην ηὐλίσαντο.ἐπεὶ δὲ ἡμέρα τε ἐγεγόνει καὶ Βελισάριον παρεῖναι ἔμαθον, λύσαντες ὡς τάχιστα τὸ στρατόπεδον αἰσχρῶς τε καὶ κόσμῳ οὐδενὶ ἐς φυγὴν ὥρμηντο.Βελισάριος δὲ τοῦ στρατοῦ ἀμφὶ δισχιλίους ἀγείρας καὶ αὐτοὺς ἐς εὔνοιαν τὴν βασιλέως λόγοις τε ὁρμήσας καὶ χρήμασι πολλοῖς ἐπιρρώσας τὴν δίωξιν ἐπὶ τοὺς φεύγοντας ἐποιήσατο.καὶ αὐτοὺς ἐς Μέμβρησαν πόλιν καταλαμβάνει, πεντήκοντα καὶ τριακοσίοις σταδίοις Καρχηδόνος διέχουσαν.ἔνθα δὴ ἑκάτεροι στρατοπεδευσάμενοι ἐς μάχην παρεσκευάζοντο, οἱ μὲν ἀμφὶ Βελισάριον ἐς ποταμὸν Βαγράδαν, οἱ δὲ ἕτεροι ἐν χωρίῳ ὑψηλῷ τε καὶ δυσκόλῳ τὸ χαράκωμα ποιησάμενοι.ἐς γὰρ τὴν πόλιν οὐδέτεροι εἰσελθεῖν ἔγνωσαν, ἐπεὶ ἀτείχιστος οὖσα ἐτύγχανε.τῇ δὲ ὑστεραίᾳ καθίσταντο ἐς τὴν ξυμβολήν, οἱ μὲν στασιῶται πλήθει τῷ σφετέρῳ πιστεύοντες, οἱ δὲ ἀμφὶ Βελισάριον ἅτε ἀφρόνων τε καὶ ἀστρατηγήτων ὑπερφρονοῦντες τῶν πολεμίων.ἃ δὴ Βελισάριος ταῖς τῶν στρατιωτῶν διανοίαις ἐναποθέσθαι βουλόμενος βεβαίως ἅπαντας ξυγκαλέσας ἔλεξε τάδε· “Ἐλπίδος μὲν καὶ εὐχῆς ἧσσον, ἄνδρες συστρατιῶται, βασιλεῖ τε καὶ Ῥωμαίοις τὰ πράγματα ἔχει.ἐς ξυμβολὴν γὰρ τανῦν ἥκομεν ἐξ ἧς οὐδὲ τὸ νικᾶν ἄκλαυστον ἕξομεν, ἐπὶ ξυγγενεῖς τε καὶ ξυντρόφους στρατεύοντες.ἔχομεν δὲ τοῦ κακοῦ παραψυχὴν τήνδε, οἷς γε οὐ τῆς μάχης ἄρχοντες αὐτοί, ἀλλ’ ἀμυνόμενοι ἐς τὸν κίνδυνον καθιστάμεθα.ὁ γὰρ ἐς τοὺς φιλτάτους τὴν ἐπιβουλὴν ποιησάμενος καὶ τὸ ξυγγενὲς διαλύσας οἷς ἔδρασεν, οὐ πρὸς τῶν φίλων, ἢν ἀπόληται, θνήσκει, ἀλλ’ ἐν πολεμίου γεγονὼς μοίρᾳ τοῖς ἠδικημένοις ἐκτίνει τὴν δίκην.πολεμίους δὲ καὶ βαρβάρους καὶ ὅ τι ἄν τις εἴποι δεινότερον εἶναι δείκνυσι τοὺς ἐναντίους οὐ Λιβύη μόνον ὑπὸ ταῖς τούτων χερσὶν ἐς λείαν ἐλθοῦσα, οὐδὲ οἱ ταύτην οἰκοῦντες οὐ δέον παρ’ ἐκείνων ἀνῃρημένοι, ἀλλὰ καὶ Ῥωμαίων στρατιωτῶν πλῆθος οὓς οἱ δυσμενεῖς οὗτοι κτείνειν ἐτόλμησαν, μίαν αὐτοῖς αἰτίαν τὴν ἐς τὴν πολιτείαν ἐπικαλέσαντες εὔνοιαν.οἷς νῦν τιμωροῦντες ἐπ’ αὐτοὺς ἥκομεν, δυσμενεῖς εἰκότως τοῖς πάλαι φιλτάτοις γενόμενοι.φύσει μὲν γὰρ οὐδένες τῶν πάντων ἀνθρώπων οἰκείως ἂν ἢ ἐναντίως ἀλλήλοις ἔχοιεν, αἱ δὲ πράξεις ἑκάστων ἢ τῷ ὁμοτρόπῳ ἐς ξυμμαχίαν ξυνάπτουσαι ἢ τῷ διαλλάσσοντι τῆς γνώμης ἐς τὸ δυσμενὲς διακρίνουσαι φίλους, ἂν οὕτω τύχοι, ἢ πολεμίους ἀλλήλοις ποιοῦσιν.ὡς μὲν οὖν ἐπ’ ἀνθρώπους ἀνοσίους τε καὶ πολεμίους στρατεύομεν, ἱκανῶς ἔχετε· ὡς δὲ καταφρονεῖσθαί εἰσι παρ’ ἡμῶν ἄξιοι, ἐγὼ δηλώσω.ὅμιλος γὰρ ἀνθρώπων οὐ νόμῳ συνιόντων ἀλλ’ ἐκ τοῦ ἀδίκου ξυνειλεγμένων ἀνδραγαθί. ζεσθαι ἥκιστα πέφυκεν, οὐδαμῶς τῆς ἀρετῆς τῷ παρανόμῳ ξυνοικίζεσθαι δυναμένης, ἀλλ’ ἀεὶ τῶν οὐχ ὁσίων ἀφισταμένης.οὐ μὴν οὐδὲ τὴν εὐκοσμίαν φυλάξουσιν οὐδὲ τῶν ὑπὸ Στότζο παραγγελλομένων ἀκούσουσι.τυραννίδα γὰρ ἄρτι καθισταμένην καὶ οὔπω τὴν τοῦ θαρσεῖν ἐξουσίαν λαβοῦσαν ὑπερορᾶσθαι πρὸς τῶν ἀρχομένων ἀνάγκη.οὔτε γὰρ εὐνοίᾳ τετίμηται, ἐπεὶ μισεῖσθαι ἡ τυραννὶς πέφυκεν, οὔτε φόβῳ ἄγει τοὺς ὑπηκόους· ἀφείλετο γὰρ αὐτῆς τὴν παρρησίαν τὸ δεδιέναι.ἀρετῆς δὲ καὶ εὐκοσμίας ἀπολελειμμένων τῶν πολεμίων ἡσσᾶσθαι πρόχειρον. πολλῷ τοίνυν, ὅπερ εἶπον, τῷ κατα φρονήματι ἐπὶ τούσδε ἡμᾶς τοὺς πολεμίους ἰέναι προσήκει.οὐ γὰρ τῷ πλήθει τῶν μαχομένων, ἀλλὰ τάξει τε καὶ ἀνδρίᾳ φιλεῖ διαμετρεῖσθαι τὸ τοῦ πολέμου κράτος.”