αὕτη γὰρ ἡ νῆσος μεγάλη μέν ἐστι καὶ ἄλλως εὐδαίμων, ἐς τὰς δύο μάλιστα τῆς Σικελίας κατατείνουσα μοίρας ʽἡμερῶν γὰρ ὁδὸν εἴκοσιν εὐζώνῳ ἀνδρὶ τὸ τῆς γῆς περίμετρον ἔχεἰ, Ῥωμης τε καὶ Καρχηδόνος ἐν μέσῳ κειμένη πρὸς Μαυρουσίων τῶν ταύτῃ ᾠκημένων πιέζεται.Βανδίλοι γὰρ τὸ παλαιὸν ἐς τούτους τοὺς βαρβάρους ὀργῇ χρώμενοι ὀλίγους δή τινας σὺν ταῖς γυναιξὶν ἐς Σαρδὼ πέμψαντες ἐνταῦθα εἷρξαν.χρόνου δὲ προϊόντος τὰ ὄρη καταλαμβάνουσιν ἃ Καρανάλεως ἐγγύς πού ἐστι, τὰ μὲν πρῶτα λῃστείας ἐκ τοῦ ἀφανοῦς ἐς τοὺς περιοίκους ποιούμενοι, ἐπεὶ δὲ οὐχ ἧσσον ἐγένοντο ἢ τρισχίλιοι, καὶ ἐς τοὐμφανὲς καταθέοντες, λανθάνειν τε ἥκιστα ἀξιοῦντες ἅπαντα ἐληίζοντο τὰ ἐκείνῃ χωρία, Βαρβαρικῖνοι πρὸς τῶν ἐπιχωρίων καλούμενοι.ἐπὶ τούτους δὴ τοὺς Μαυρουσίους ὁ Σολόμων ἐν τούτῳ τῷ χειμῶνι τὸν στόλον ἡτοίμαζε. ταῦτα μὲν οὖν ἐν Λιβύῃ ἐφέρετο τῇδε.Ἐν δὲ Ἰταλίᾳ κατὰ τοὺς χρόνους τοὺς αὐτοὺς τάδε γενέσθαι τετύχηκε. Βελισάριος ἐπὶ Θευδᾶτόν τε καὶ τὸ Γότθων ἔθνος πρὸς Ἰουστινιανοῦ βασιλέως ἐστέλλετο, καταπλεύσας δὲ ἐς Σικελίαν ταύτην δὴ τὴν νῆσον πόνῳ οὐδενὶ ἔσχεν.ὅντινα δὲ τρόπον, ἐν τοῖς ὄπισθέν μοι λόγοις λελέξεται, ὅτε με ὁ λόγος ἐς τῶν Ἰταλικῶν πραγμάτων τὴν ἱστορίαν ἄγει.νῦν γάρ μοι οὐκ ἀπὸ τρόπου ἔδοξεν εἶναι ξύμπαντα ἀναγραψάμενον τὰ ἐν Λιβύῃ ξυνενεχθέντα οὕτω δὴ ἐπὶ τὸν λόγον τὸν ἀμφὶ Ἰταλίαν τε καὶ Γότθους ἰέναι.Τὸν μὲν οὖν χειμῶνα τοῦτον Βελισάριος μὲν ἐν Συρακούσαις, Σολόμων δὲ ἐν Καρχηδόνι διέτριψε.καὶ τέρας ἐν τῷδε τῷ ἔτει ξυνηνέχθη γενέσθαι δεινότατον. ὁ γὰρ ἥλιος ἀκτίνων χωρὶς τὴν αἴγλην, ὥσπερ ἡ σελήνη, ἐς τοῦτον δὴ τὸν ἐνιαυτὸν ἅπαντα ἠφίει, ἐκλείποντί τε ἐπὶ πλεῖστον ἐῴκει, τὴν ἀμαρυγὴν τὴν αὑτοῦ οὐ καθαρὰν οὐδὲ ᾗπερ εἰώθει ποιούμενος.ἐξ οὗ τε ξυμβῆναι τοῦτο τετύχηκεν, οὔτε πόλεμος οὔτε λοιμὸς οὔτε τι ἄλλο ἐς θάνατον φέρον τοὺς ἀνθρώπους ἀπέλιπε. χρόνος δὲ ἦν ὅτε δέκατον ἔτος Ἰουστινιανὸς τὴν βασιλείαν εἶχεν.Ἅμα δὲ ἦρι ἀρχομένῳ, ὅτε οἱ Χριστιανοὶ ἑορτὴν ἦγον ἣν δὴ Πασχαλίαν καλοῦσι, στρατιώταις στάσις ἐν Λιβύῃ ἐνέπεσεν. ἣ ὅπως τε ἐφύη καὶ ἐς ὅ τι ἐτελεύτησεν, ἐρῶν ἔρχομαι.Ἐπειδὴ Βανδίλοι ἡσσήθησαν τῇ μάχῃ, ὥσπερ μοι ἔμπροσθεν εἴρηται, οἱ Ῥωμαίων στρατιῶται τὰς αὐτῶν παῖδάς τε καὶ γυναῖκας ἐν γαμετῶν ἐποιήσαντο λόγῳ.ἡ δὲ αὐτῶν ἑκάστη τὸν ἄνδρα ἐνῆγε τῶν χωρίων τῆς κτήσεως μεταποιεῖσθαι ὧν αὐτὴ πρότερον κυρία ἐτύγχανεν οὖσα, οὐχ ὅσιον λέγουσα εἶναι, εἰ Βανδίλοις μὲν ξυνοικοῦσαι τούτων ἀπώναντο, τοῖς δὲ αὐτοὺς νενικηκόσιν ἐς γάμον ἐλθοῦσαι οὕτω δὴ τῶν σφίσιν ὑπαρχόντων στερήσονται.ταῦτα δὲ οἱ στρατιῶται ἐν νῷ ἔχοντες Σολόμωνι εἴκειν οὐκ ᾤοντο χρῆναι τὰ Βανδίλων χωρία ἔς τε τὸ δημόσιον καὶ ἐς τὸν βασιλέως οἶκον ἐθέλοντι ἀναγράψασθαι, φάσκοντί τε ὡς τὰ μὲν ἀνδράποδα καὶ τὰ ἄλλα πάντα χρήματα τοῖς στρατιώταις ἐς λάφυρα ἰέναι οὐκ ἀπεικὸς εἶναι, γῆν μέντοι αὐτὴν βασιλεῖ τε καὶ τῇ Ῥωμαίων ἀρχῇ προσήκειν, ἥπερ αὐτοὺς ἐξέθρεψέ τε καὶ στρατιώτας καλεῖσθαί τε καὶ εἶναι πεποίηκεν, οὐκ ἐφ’ ᾧ σφίσιν αὐτοῖς τὰ χωρία κεκτήσονται ὅσα ἂν βαρβάρους ἐπιβατεύοντας τῆς Ῥωμαίων βασιλείας ἀφέλοιντο, ἀλλ’ ἐφ’ ᾧ ἐς τὸ δημόσιον ταῦτα ἰέναι, ὅθεν σφίσι τε ξυμβαίνει καὶ τοῖς ἄλλοις ἅπασι τὰς σιτήσεις κομίζεσθαι.αὕτη μὲν τῆς στάσεως αἰτία ξυνέπεσε μία. καὶ ἑτέραν δέ τινα ξυνηνέχθη γενέσθαι τοιάνδε, ἣ οὐδέν τι ἧσσον, εἰ μὴ καὶ μᾶλλον, ἅπαντα ξυνταράξαι τὰ ἐν Λιβύῃ πράγματα ἴσχυσεν.ἐν τῷ Ῥωμαίων στρατοπέδῳ τῆς Ἀρείου δόξης οὐχ ἧσσον ἢ χιλίους στρατιώτας εἶναι ξυνέπεσεν· ὧν δὴ οἱ πολλοὶ βάρβαροι ἦσαν καὶ αὐτῶν τινες ἐκ τοῦ Ἐρούλων ἔθνους.τούτους δὴ οἱ τῶν Βανδίλων ἱερεῖς ἐς τὴν στάσιν τὰ μάλιστα ὥρμων. οὐ γὰρ σφίσιν ἦν δυνατὰ τῷ θεῷ ἐξοσιοῦσθαι τὰ εἰωθότα, ἀλλὰ ἀπεκέκλειντο καὶ μυστηρίων καὶ ἱερῶν ἁπάντων.οὐ γὰρ εἴα βασιλεὺς Ἰουστινιανὸς ἄνδρα Χριστιανὸν οὐ μεταλαχόντα δόξης ὀρθῆς ἢ βαπτίσματι ἢ ἄλλῳ τῳ μυστηρίῳ χρῆσθαι.μάλιστα δὲ αὐτοὺς ἡ Πασχαλία ἑορτὴ ξυνετάραξε, καθ’ ἣν οὐχ οἷοί τε ἐγίνοντο τὰ σφέτερα αὐτῶν παιδία τῷ θείῳ βαπτίζειν λουτρῷ, ἢ ἄλλο τι ἐργάζεσθαι ἑς ταύτην δὴ τὴν ἑορτὴν ἄγον.ὥσπερ δὲ οὐχ ἱκανὰ ταῦτα τῷ δαιμονίῳ διαφθεῖραι τὰ Ῥωμαίων πράγματα ἐν σπουδῇ ἔχοντι, ξυνέπεσέ τι καὶ ἄλλο τοῖς τὴν στάσιν μελετῶσιν ἐφόδιον.τοὺς γὰρ Βανδίλους, οὓς Βελισάριος ἐς Βυζάντιον ἤνεγκε, κατεστήσατο βασιλεὺς ἐς καταλόγους ἱππικοὺς πέντε, ὅπως ἐν πόλεσι ταῖς ἑῴαις τὸν ἅπαντα ἱδρύσωνται χρόνον· οὓς καὶ Ἰουστινιανοὺς Βανδίλους καλέσας ἐκέλευσε ξὺν ναυσὶν ἐς τὴν ἕω κομίζεσθαι.τούτων δὴ τῶν Βανδίλων στρατιωτῶν οἱ μὲν πλεῖστοι ἐς τὴν ἕω ἀφίκοντο καὶ τοὺς καταλόγους πληροῦντες ἐς οὓς διατετάχαται. ἄχρι τοῦδε ἐπὶ Πέρσας στρατεύονται· οἱ δὲ ἄλλοι, ἀμφὶ τετρακοσίους ὄντες, ἐπεὶ ἐν Λέσβῳ ἐγένοντο, κεκολπωμένων σφίσι τῶν ἱστίων τοὺς ναύτας βιασάμενοι Πελοποννήσῳ προσέσχον.ἐνθένδε τε ἀπάραντες ἐς Λιβύην κατέπλευσαν ἐν χωρίῳ ἐρήμῳ, οὗ δὴ τὰς ναῦς ἀπολιπόντες καὶ συσκευασάμενοι ἐς τὸ ὄρος τὸ Αὐράσιον καὶ ἐς Μαυριτανίαν ἀνέβησαν.