ὥρμων δὲ Σολόμωνα ἐπὶ τὸν Ἰαύδαν Μαυρουσίων ἄρχοντες ἕτεροι, Μασσωνᾶς τε καὶ Ὀρταΐας, τῆς σφετέρας ἔχθρας ἕνεκα· Μασσωνᾶς μέν, ὅτι οἱ τὸν πατέρα Μεφανίαν κηδεστὴς ὢν Ἰαύδας δόλῳ ἔκτεινεν, ὁ δὲ ἕτερος, ὅτι ξὺν τῷ Μαστίνᾳ, ὃς τῶν ἐν Μαυριτανίᾳ Βαρβάρων ἡγεῖτο, ἐξελάσαι αὐτόν τε καὶ Μαυρουσίους ὧν ἦρχεν ἐκ τῆς χώρας ἐβούλευσεν, ἔνθα δὴ ἐκ παλαιοῦ ᾤκηντο.ὁ μὲν οὖν Ῥωμαίων στρατός, ἡγουμένου αὐτοῖς Σολόμωνος, καὶ Μαυρουσίων ὅσοι σφίσιν ἐς ξυμμαχίαν ἦλθον, ἐστρατοπεδεύσαντο ἐς ποταμὸν Ἀβίγαν, ὃς τὸ Αὐράσιον παραρρέων ἀρδεύει τὰ ἐκείνῃ χωρία.τῷ δὲ Ἰαύδᾳ ἐς μὲν τὸ πεδίον τοῖς πολεμίοις ἀντιτάξασθαι ἀξύμφορον εἶναι ἐφαίνετο, τὰ δὲ ἐν Αὐρασίῳ ἐξηρτύετο ὅπη οἱ ἐδόκει τοῖς ἐπιοῦσιν ὡς δυσκολώτατα ἔσεσθαι.τοῦτο δὲ τὸ ὄρος ἡμερῶν μὲν ὁδῷ δέκα καὶ τριῶν μάλιστα Καρχηδόνος διέχει, μέγιστον δὲ ἁπάντων ἐστὶν ὧν ἡμεῖς ἴσμεν.ἡμερῶν γὰρ τριῶν ἐνταῦθα εὐζώνῳ ἀνδρὶ περίοδός ἐστι. καὶ τῷ μὲν ἐς αὐτὸ ἰέναι βουλομένῳ δύσοδόν τέ ἐστι καὶ δεινῶς ἄγριον, ἄνω δὲ ἥκοντι καὶ ἐν τῷ ὁμαλεῖ γενομένῳ πεδία τε φαίνεται καὶ κρῆναι πολλαὶ ποταμούς τε ποιοῦσαι καὶ παραδείσων πολύ τι χρῆμα θαυμάσιον οἷον.καὶ ὅ τε σῖτος ὃς ἐνταῦθα φύεται ἥ τε ὀπώρα ἑκάστη διπλασία τὸ μέγεθός ἐστιν ἢ ἐν τῇ ἄλλῃ ἁπάσῃ Λιβύῃ γίνεσθαι πέφυκεν.ἔστι δὲ καὶ φρούρια ἐνταῦθά πη ἀπημελημένα, τῷ μὴ δοκεῖν ἀναγκαῖα τοῖς ταύτῃ ᾠκημένοις εἶναι.ἐξ ὅτου γὰρ τὸ Αὐράσιον Μαυρούσιοι Βανδίλους ἀφείλοντο, οὐδείς πω ἐς αὐτὸ πολέμιος ἦλθεν οὐδὲ ἐς δέος τοὺς βαρβάρους κατέστησεν, ἀλλὰ καὶ πόλιν Ταμούγαδιν, ἣ πρὸς τῷ ὄρει ἐν ἀρχῇ τοῦ πεδίου πρὸς ἀνίσχοντα ἥλιον πολυάνθρωπος οὖσα ᾤκητο, ἔρημον ἀνθρώπων οἱ Μαυρούσιοι ποιησάμενοι ἐς ἔδαφος καθεῖλον, ὅπως μὴ ἐνταῦθα ᾖ δυνατὰ ἐνστρατοπεδεύσασθαι τοῖς πολεμίοις, ἀλλὰ μηδὲ κατὰ πρόφασιν τῆς πόλεως ἄγχι ἐς τὸ ὄρος ἰέναι.εἶχον δὲ οἱ ταύτῃ Μαυρούσιοι καὶ τὴν πρὸς ἑσπέραν τοῦ Αὐρασίου χώραν,πολλήν τε καὶ ἀγαθὴν οὖσαν. καὶ τούτων ἐπέκεινα Μαυρουσίων ἔθνη ἕτερα ᾤκηντο, ὧν ἦρχεν Ὀρταΐας, ὃς Σολόμωνί τε καὶ Ῥωμαίοις,ὡς ἔμπροσθεν ἐρρήθη, ξύμμαχος ἦλθε. τούτου τοῦ ἀνθρώπου ἐγὼ λέγοντος ἤκουσα ὡς ὑπὲρ τὴν χώραν ἧς αὐτὸς ἄρχοι, οὐδένες ἀνθρώπων οἰκοῦσιν, ἀλλὰ γῆ ἔρημος ἐπὶ πλεῖστον διήκει, ταύτης τε ἐπέκεινα ἄνθρωποί εἰσιν οὐχ ὥσπερ οἱ Μαυρούσιοι μελανόχροοι, ἀλλὰ λευκοί τε λίαν τὰ σώματα καὶ τὰς κόμας ξανθοί. ταῦτα μὲν δὴ ὧδέ πη ἔχει.Σολόμων δὲ Μαυρουσίων τε τοὺς ξυμμάχους δωρησάμενος χρήμασι μεγάλοις καὶ πολλὰ παρακελευσάμενος παντὶ τῷ στρατῷ ἐς ὄρος τὸ Αὐράσιον ὡς ἐς μάχην διατεταγμένος ἀνέβαινεν, οἰόμενος ἐκείνῃ τῇ ἡμέρᾳ τοῖς τε πολεμίοις διὰ μάχης ἰέναι καὶ ἀπ’ αὐτῶν διακρίνεσθαι, ὅπη ἂν ᾖ βουλομένῃ τῇ τύχῃ.οὐ γὰρ οὖν οὐδὲ τροφάς, ὅτι μὴ ὀλίγας, σφίσι τε καὶ τοῖς ἵπποις τοῖς σφετέροις οἱ στρατιῶται ἐπήγοντο.πορευθέντες δὲ ἐν δυσχωρίᾳ πολλῇ πεντήκοντα μάλιστα σταδίους ηὐλίσαντο.τοσαύτην τε ὁδὸν ἐς ἡμέραν ἑκάστην ἀνύοντες ἑβδομαῖοι ἀφικνοῦνται ἐς χῶρον ἔνθα φρούριόν τε παλαιὸν ἦν καὶ ποταμός τις ἀένναος. Ὄρος Ἀσπίδος τῇ σφετέρᾳ γλώσσῃ καλοῦσι Λατῖνοι τὸν χῶρον.ἐνταῦθα σφίσι στρατοπεδεύεσθαι ἠγγέλλοντο οἱ πολέμιοι, καὶ ἐπειδὴ ἐν τῷ χωρίῳ τούτῳ ἐγένοντο πολέμιόν τε οὐδὲν ἀπήντα, στρατοπεδευσάμενοι καὶ ὡς ἐς μάχην παρασκευασάμενοι αὐτοῦ ἔμενον, ἡμερῶν τε αὐτοῖς ἐνταῦθα τριῶν χρόνος ἐτρίβη.ὡς δὲ οἵ τε πολέμιοι τὸ παράπαν σφίσιν ἐκποδὼν ἵσταντο καὶ τὰ ἐπιτήδεια ἐπελελοίπει, ἐνθύμιον Σολόμωνἰ τε καὶ τῇ στρατιᾷ πάσῃ ἐγένετο, ὡς ἄρα τις πρὸς Μαυρουσίων τῶν ξυμμάχων ἐπιβουλὴ ἐς αὐτοὺς γίνοιτο·οἵ γε, καίπερ οὐκ ἀμελετήτως τῆς ἐν Αὐρασίῳ πορείας ἔχοντες, ἐπιστάμενοί τε, ὡς τὸ εἰκός, ὅσα τοῖς πολεμίοις βεβουλευμένα ἐτύγχανεν, ἐς ἑκάστην μὲν αὐτοῖς ἡμέραν λάθρα ἐπειγόμενοι, ὥσπερ ἐλέγετο, πολλάκις δὲ καὶ κατασκοπῆς ἕνεκα ἐς αὐτοὺς πρὸς Ῥωμαίων σταλέντες, οὐδὲν ἀγγεῖλαι ὑγιὲς ἔγνωσαν, ὅπως δὴ μὴ προμαθόντες τροφάς τε σφίσιν ἐς χρόνον πλείω ἔχοντες ἐς ὄρος τὸ Αὐράσιον ἀναβαίνοιεν καὶ τὰ ἄλλα παρασκευάσαιντο ὅπη ἄριστα ἔσεσθαι ἔμελλεν.ὅλως δὲ ἐνέδραν σφίσι πρὸς ἀνδρῶν ξυμμάχων γεγενῆσθαι ὑποτοπήσαντες ἐς δέος ἦλθον, λογιζόμενοι ὡς ἄπιστοι λέγονται εἶναι Μαυρούσιοι φύσει, ἄλλως τε ἡνίκα Ῥωμαίοις ἢ ἄλλοις τισὶ ξυμμαχοῦντες ἐπὶ Μαυρουσίους στρατεύονται.ὧν δὴ ἐνθυμηθέντες, ἅμα δὲ καὶ λιμῷ πιεζόμενοι, ἐνθένδε τε κατὰ τάχος ἀναχωροῦσιν ἄπρακτοι καὶ ἐς τὸ πεδίον ἀφικόμενοι χαράκωμα ἐποιήσαντο.Μετὰ δὲ Σολόμων τοῦ στρατοῦ μοῖράν τινα φυλακῆς ἕνεκα ἐν Νουμιδίᾳ καταστησάμενος ʽχειμὼν γὰρ ἤδη ἦν’ ξὺν τοῖς ἐπιλοίποις ἐς Καρχηδόνα ᾔει.ἔνθα δὴ ἕκαστα διεῖπέ τε καὶ διεκόσμει, ὅπως ἅμα ἦρι ἀρχομένῳ πλείονι παρασκευῇ καί, ἢν δύνηται, ξυμμάχων Μαυρουσίων ἐκτὸς ἐπὶ τὸ Αὐράσιον αὖθις στρατεύοι.ἅμα δὲ καὶ στρατηγούς τε καὶ στρατιὰν ἄλλην καὶ νηῶν στόλον ἐπὶ Μαυρουσίους ἐξηρτύετο οἳ ἐν Σαρδοῖ τῇ νήσῳ ἵδρυνται·