ἐσβατὸς Ῥωμαίοις ἐγένετο. καὶ αὐτοὶ μὲν δρόμῳ ἐς τὸ τοῦ κύκλου μέσον ἐχώρουν, ἔνθα αἱ Μαυρουσίων γυναῖκες ἐκάθηντο· οἱ δὲ βάρβαροι ἐκπεπληγμένοι ἐς τὸ ὄρος ὅπερ ἄγχιστα ἦν ἀποχωροῦσι, φεύγοντάς τε αὐτοὺς ξὺν πάσῃ ἀκοσμίᾳ ἐπισπόμενοι Ῥωμαῖοι ἔκτεινον.καὶ λέγονται Μαυρουσίων μύριοι ἐν τούτῳ τῷ πόνῳ ἀποθανεῖν· γυναῖκές τε πᾶσαι ξὺν τοῖς παισὶν ἐν ἀνδραπόδων λόγῳ ἐγένοντο.καὶ καμήλους οἱ στρατιῶται πάσας, ὅσας οὐκ ἔκτειναν, ἐληίσαντο. οὕτω τε Ῥωμαῖοι μὲν ξὺν πάσῃ τῇ λείᾳ ἐς Καρχηδόνα ᾔεσαν, τὴν ἐπινίκιον ἑορτὴν ἄξοντες.οἱ δὲ βάρβαροι χρώμενοι θυμῷ πανδημεὶ ἐπὶ Ῥωμαίους αὖθις, οὐδένα σφῶν ἀπολιπόντες, ἐστράτευσαν, καὶ καταθεῖν τὰ ἐν Βυζακίῳ χωρία ἤρξαντο, οὐδεμιᾶς ἡλικίας τῶν σφίσι παραπιπτόντων φειδόμενοι.ἄρτι τε Σολόμωνι ἐς Καρχηδόνα ἐληλακότι βάρβαροι πλήθει μεγάλῳ ἐς Βυζάκιον ἐληλυθέναι καὶ ληίζεσθαι πάντα τὰ ἐκείνῃ ἠγγέλλοντο. ἄρας οὖν κατὰ τάχος παντὶ τῷ στρατῷ ἐπ’ αὐτοὺς ᾔει.γενόμενος δὲ ἐν Βουργάωνι, ἔνθα οἱ πολέμιοι ἐστρατοπεδεύσαντο, ἡμέρας μέν τινας ἀντεκάθητο, ὅπως, ἐπειδὰν τάχιστα ἐν τῷ ὁμαλεῖ γένωνται οἱ Μαυρούσιοι, τῆς ξυμβολῆς ἄρχοι.ὡς δὲ ἐκεῖνοι ἐν τῷ ὄρει ἔμενον, διεῖπέ τε ὡς ἐς μάχην καὶ διεκόσμει τὸ στράτευμα, οἱ δὲ Μαυρούσιοι ἐς μὲν τὸ πεδίον ἥκιστα Ῥωμαίοις τὸ λοιπὸν ἐς μάχην ἰέναι διενοοῦντο ʽἤδη γὰρ αὐτοὺς ἄμαχόν τι δέος ἐσῄεἰ, ἐν δὲ τῷ ὄρει ἤλπιζον ῥᾷον αὐτῶν περιέσεσθαι τῷ πολέμῳ.ἔστι δὲ τὸ ὄρος ὁ Βουργάων ἐπὶ πλεῖστον μὲν ἀπότομον καὶ τὰ πρὸς ἀνίσχοντα ἥλιον δεινῶς ἄβατον, τὰ δὲ πρὸς ἑσπέραν εὐέφοδόν τε καὶ ὑπτίως ἔχον.καὶ σκοπέλω ὑψηλὼ δύο ἀνέχετον νάπην τινὰ ἐν μέσῳ σφῶν ἐργαζομένω, στενὴν μὲν κομιδῆ, ἐς βάθος δέ τι ἄφατον κατατείνουσαν.οἱ δὲ βάρβαροι τὴν μὲν ἄκραν τοῦ ὄρους ἀπέλιπον ἀνδρῶν ἔρημον, οὐδὲν ἐνθένδε πολέμιον οἰόμενοι σφίσιν ἔσεσθαι· ὁμοίως δὲ καὶ τὸν ἀμφὶ τὸν πρόποδα χῶρον ἔλιπον οὗ δὴ εὐπρόσοδος ὁ Βουργάων ἦν.κατὰ δὲ τὰ μέσα στρατοπεδευσάμενοι ἔμενον, ὅπως, ἢν οἱ πολέμιοι ἐπὶ σφᾶς ἀνιόντες μάχης ἄρξωσιν, αὐτοὶ ἤδη ὕπερθεν ἐκείνων γενόμενοι κατὰ κορυφὴν βάλλωσιν.ἦσαν δὲ αὐτοῖς ἐν τῷ ὄρει καὶ ἵπποι πολλοὶ ἢ ἐς φυγὴν παρεσκευασμένοι, ἢ ἐς τὴν δίωξιν, ἢν τῆς μάχης κρατήσωσι.Σολόμων δέ, ἐπεὶ εἶδε τοὺς Μαυρουσίους οὐκέτι ἐν τῷ ὁμαλεῖ ἐθέλοντας διαμάχεσθαι, καὶ ἅμα τῇ προσεδρείᾳ τὸ Ῥωμαίων στράτευμα ἐν χωρίῳ ἐρήμῳ ἤχθετο, ἐς χεῖρας ἐλθεῖν τοῖς πολεμίοις ἐν Βουργάωνι ἠπείγετο.ἰδὼν δὲ τοὺς στρατιώτας καταπεπληγμένους τῷ τῶν ἐναντίων ὁμίλῳ πολυπλασίῳ ἢ ἐν τῇ προτέρᾳ μάχῃ γεγενημένῳ, ξυγκαλέσας τὸ πλῆθος ἔλεξε τοιάδε·“Τὸ μὲν δέος ᾧ πρὸς ὑμᾶς οἱ πολέμιοι χρῶνται, οὐχ ἑτέρου του κατηγόρου δεῖται, ἀλλ’ αὐτεπάγγελτον ἐξελήλεγκται τὴν οἴκοθεν ἐπαγόμενον μαρτυρίαν.ὁρᾶτε γὰρ δή που τοὺς ἐναντίους εἰς τόσας μὲν καὶ τόσας μυριάδας συνειλεγμένους, οὐ τολμῶντας δὲ ἡμῖν εἰς τὸ πεδίον καταβαίνοντας ξυμβαλεῖν, οὐδὲ πιστεύειν ἐπὶ σφίσιν αὐτοῖς ἔχοντας, ἀλλ’ εἰς τὴν τοῦ χωρίου τούτου δυσκολίαν καταφυγόντας.ὥστε ὑμῖν οὐδέ τι ἐγκελεύεσθαι ἔν γε τῷ παρόντι ἐπάναγκες. οἷς γὰρ τὰ πράγματα καὶ ἡ τῶν πολεμίων ἀσθένεια τὸ θαρσεῖν δίδωσιν, οὐδὲν οἶμαι τῆς ἐκ τῶν λόγων ὠφελείας προσδεῖ.τοσοῦτον δὲ ὑπομνῆσαι ὑμᾶς δεήσει ὡς, ἢν μετὰ εὐψυχίας καὶ τήνδε τὴν ξυμβολὴν διενέγκωμεν, λελείψεται ἡμῖν, Βανδίλων τε νενικημένων καὶ Μαυρουσίων εἰς ταὐτὸ τύχης ἐληλακότων, τῶν Λιβύης ἀγαθῶν ἀπόνασθαι πάντων, οὐδὲν ὅ τι καὶ πολέμιον ἐννοεῖν ἔχουσιν.ὅπως δὲ μὴ κατὰ κορυφὴν ὑμᾶς οἱ πολέμιοι βάλλωσι, μηδέ τι ἐκ τοῦ χωρίου ἡμῖν γίγνοιτο βλάβος, ἐγὼ προνοήσω.”Τοσαῦτα παρακελευσάμενος Σολόμων, Θεόδωρον ἐκέλευεν, ὃς τῶν ἐξκουβιτώρων ἡγεῖτο ʽοὕτω γὰρ τοὺς φύλακας Ῥωμαῖοι καλοῦσἰ, πεζοὺς χιλίους ἐπαγαγόμενον ἀμφὶ δείλην ὀψίαν ἔχοντά τε καὶ τῶν σημείων τινὰ ἐς τὰ πρὸς ἀνίσχοντα ἥλιον τοῦ Βουργάωνος λάθρα ἀναβῆναι, οὗ μάλιστα δύσοδόν τε τὸ ὄρος καὶ σχεδόν τι ἀπόρευτον ἦν, ἐπιστείλας ὥστε, ἐπειδὰν ἄγχι ἐς τὸν τοῦ ὄρους κολωνὸν ἵκωνται, ἐνταῦθα ἡσυχάζοντας τὸ λοιπὸν διανυκτερεύειν, ἅμα τε ἡλίῳ ἀνίσχοντι καθύπερθεν φαινομένους τῶν πολεμίων καὶ τὰ σημεῖα ἐνδεικνυμένους βάλλειν.ὁ δὲ κατὰ ταῦτα ἐποίει. καὶ ἐπεὶ πόρρω ἦν τῶν νυκτῶν, διὰ τοῦ κρημνώδους ἐγγὺς τοῦ σκοπέλου ἀφικόμενοι μὴ ὅτι Μαυρουσίους, ἀλλὰ καὶ Ῥωμαίους ἅπαντας ἔλαθον·ἐς προφυλακὴν γὰρ τῷ λόγῳ ἐστέλλοντο, μή τις ἔξωθεν ἐς τὸ στρατόπεδον κακουργήσων ἴοι. ὄρθρου δὲ βαθέος Σολόμων παντὶ τῷ στρατῷ κατὰ τοῦ Βουργάωνος τὰ ἔσχατα ἐπὶ τοὺς πολεμίους ἀνέβαινε.καὶ ἐπειδὴ πρωῒ ἐγεγόνει ἐγγύς τε οἱ πολέμιοι καθεωρῶντο, οὐκέτι γυμνήν, ὥσπερ τὸ πρότερον, οἱ στρατιῶται τὴν τοῦ ὄρους ὑπερβολὴν ὁρῶντες, ἀλλὰ ἀνδρῶν τε ἀνάπλεων καὶ σημεῖα Ῥωμαϊκὰ ἐνδεικνυμένων ʽἤδη γὰρ καὶ ὑπέφαινέ τι ἡμέρασ̓ διηποροῦντο.ἐπεὶ δὲ τῶν χειρῶν οἱ ἐν τῇ ἄκρᾳ ἦρχον, οἵ τε Ῥωμαῖοι τὸ στράτευμα οἰκεῖον εἶναι καὶ οἱ βάρβαροι ἐν μέσῳ τῶν πολεμίων γεγονέναι ᾐσθάνοντο, βαλλόμενοι δὲ ἑκατέρωθεν, καὶ οὐ παρὸν σφίσι τοὺς πολεμίους ἀμύνεσθαι, ἐς ἀλκὴν μὲν οὐκέτι ἔβλεπον, ἐς φυγὴν δὲ αὐτίκα ξύμπαντες ὥρμηντο.