ἀλλ’ ἀναμνήσθητε μὲν τῆς ἀρετῆς τῆς ὑμετέρας, ἐκλογίζεσθε δὲ ὡς Βανδίλοι μὲν Μαυρουσίων ἐκράτουν, ὑμεῖς δὲ Βανδίλων ἀκονιτὶ κύριοι τῷ πολέμῳ γεγένησθε, καὶ ὡς τοὺς τῶν μειζόνων κεκρατηκότας περὶ τῶν καταδεεστέρων πεφοβῆσθαι οὐ δίκαιον.καίτοι πάντων ἀνθρώπων ἐς ἀγῶνα πολέμου φαυλότατον εἶναι δοκεῖ τὸ Μαυρουσίων ἔθνος.γυμνοί τε γὰρ οἱ πλεῖστοί εἰσι καὶ αὐτῶν ὅσοι ἀσπίδας ἔχουσι, βραχείας τε ταύτας καὶ οὐκ εὖ πεποιημένας οὐδὲ ἀπωθεῖσθαι τὰ προσιόντα δυναμένας προβέβληνται.καὶ τὰ δύο ταῦτα δοράτια ἀπορρίψαντες, ἢν μή τι δράσωσιν,αὐτόματοι ἐς φυγὴν τρέπονται. ὥστε πάρεστιν ὑμῖν τὴν πρώτην φυλαξαμένοις τῶν βαρβάρων ὁρμὴν ἀνελέσθαι οὐδενὶ πόνῳ τὸ τοῦ πολέμου κράτος.τῆς δὲ ὑμετέρας ὁπλίσεως ἡλίκον πρὸς τοὺς ἐναντίους τὸ διαλλάσσον ἐστὶν ὁρᾶτε δήπου.καὶ τούτων ἔξω, ψυχῶν μὲν ἀρετὴ καὶ σωμάτων ἀλκὴ καὶ πολέμων ἐμπειρία καὶ τὸ θαρσεῖν, διὰ τὸ πάντας ἤδη νενικηκέναι τοὺς πολεμίους, ὑμῖν πρόσεστιν· οἱ δὲ Μαυρούσιοι τούτων ἁπάντων ἐστερημένοι μόνῳ τῷ σφῶν αὐτῶν ὁμίλῳ πιστεύουσι.ῥᾷον δὲ ὀλίγοι ὡς ἄριστα παρεσκευασμένοι πλῆθος οὐκ ἀγαθῶν τὰ πολέμια νικῶσιν ἀνθρώπων ἢ πρὸς αὐτῶν ἡσσῶνται.τῷ μὲν γὰρ ἀγαθῷ στρατιώτῃ τὸ θαρσεῖν ἐφ’ ἑαυτῷ πάρεστι, τῷ δὲ ἀνάνδρῳ τὸ τῶν συντεταγμένων πλῆθος ἐς ἐπισφαλῆ στενοχωρίαν ὡς τὰ πολλὰ περιίσταται.καὶ μὴν καὶ καμήλων τῶνδε ὑμᾶς ὑπερφρονεῖν ἄξιον, αἳ οὔτε ἀμύνειν τοῖς πολεμίοις οἷαί τέ εἰσι καὶ πληγεῖσαι, ὡς τὸ εἰκός, μείζονος ταραχῆς τε καὶ ἀταξίας αἴτιαι τούτοις γενήσονται.καὶ τὸ προπετὲς ὃ διὰ τὸ πρότερον εὐημερῆσαι οἱ πολέμιοι κέκτηνται, ὑμῖν συναγωνιεῖσθαι ξυμβήσεται.τόλμα γὰρ τῇ μὲν δυνάμει ξυμμετρουμένη τάχα τι καὶ τοὺς αὐτῇ χρωμένους ὀνήσει,ὑπεραίρουσα δὲ ταύτην ἐς κίνδυνον ἄγει. ὧν ἐνθυμούμενοι καὶ τῶν πολεμίων καταφρονοῦντες σιγήν τε καὶ κόσμον ἀσκεῖτε· τούτων γὰρ ἐπιμελούμενοι ῥᾷόν τε καὶ ἀπονώτερον τῆς τῶν βαρβάρων ἀκοσμίας κρατήσομεν.” ταῦτα μὲν Σολόμων εἶπεν.Οἱ δὲ τῶν Μαυρουσίων ἄρχοντες ἐπειδὴ καὶ αὐτοὶ τοὺς βαρβάρους καταπεπληγμένους τὴν τῶν Ῥωμαίων εὐκοσμίαν εἶδον, βουλόμενοι αὐτῶν τὸ πλῆθος ἐπὶ τὸ θαρσεῖν αὖθις ἀντικαθιστάναι, τοιάδε παρεκελεύσαντο·“Ὡς μὲν ἀνθρώπεια Ῥωμαῖοι σώματα ἔχουσι καὶ οἷα σιδήρῳ πλησσόμενα εἴκειν μεμαθήκαμεν, ὦ ξυστρατιῶται, οἷς αὐτῶν ἔναγχος τοὺς πάντων ἀρίστους πὴ μὲν καταχωσθέντας τοῖς δόρασι τοῖς ἡμετέροις ἐκτείναμεν, πὴ δὲ ἁρπάσαντες δορυαλώτους ἡμῶν αὐτῶν πεποιήμεθα.τούτων δὲ τοιούτων ὄντων, ὡς καὶ νῦν αὐτῶν τῷ πλήθει παρὰ πολὺ προέχειν αὐχοῦμεν, ὁρᾶν πάρεστι.καὶ μὴν καὶ ὑπὲρ τῶν μεγίστων ἡμῖν ὁ ἀγών ἐστιν, ἢ Λιβύης πάσης κυρίοις εἶναι,ἢ τοῖς ἀλαζόσι τοῖσδε δουλεύειν. ὥστε ἡμῖν ἀνάγκη ὡς μάλιστα ἐν τῷ παρόντι ἀνδραγαθίζεσθαι. οἷς γὰρ ὑπὲρ τῶν ὅλων ὁ κίνδυνος, μὴ οὐχὶ εὐψυχοτάτοις εἶναι ἀξύμφορον.τῆς δὲ τῶν πολεμίων ὁπλίσεως ὑπερφρονεῖν ἡμᾶς προσήκει. ἤν τε γὰρ πεζῇ ἐφ’ ἡμᾶς ἴωσιν, οὐκ εὐσταλεῖς ἔσονται, ἀλλ’ ἡσσηθήσονται τοῦ Μαυρουσίων τάχους, καὶ τὴν ἵππον αὐτοῖς ἥ τε τῶν καμήλων ὄψις ἐκπλήξασα καὶ τὸν ἄλλον τοῦ πολέμου θόρυβον ἡ τούτων κραυγὴ ὑπερηχοῦσα εἰς ἀταξίαν, ὥς γε τὸ εἰκός, καταστήσεται.καὶ τὴν ἐς Βανδίλους νίκην εἴ τις ἐκλογιζόμενος μὴ ἀνταγωνίστους αὐτοὺς οἴεται εἶναι, γνώμης ἁμαρτάνει.ἡ μὲν γὰρ τοῦ πολέμου ῥοπὴ τῇ τοῦ στρατηγοῦντος ἀρετῇ ἢ τύχῃ κρίνεσθαι πέφυκε· Βελισάριον δέ, ὃς τῆς Βανδίλων ἐπικρατήσεως αἴτιος γέγονεν, ἐκποδὼν νῦν ἡμῖν ἑστηκέναι πεποίηκε τὸ δαιμόνιον.ἄλλως τε καὶ ἡμεῖς Βανδίλους πολλάκις νενικηκότες περιελόντες τε τὴν αὐτῶν δύναμιν, ἑτοιμότερόν τε καὶ ἀπονώτερον Ῥωμαίοις τὸ κατ’ αὐτῶν πεποιήμεθα κράτος.καὶ νῦν δὲ πολεμίων τῶνδε κρατήσειν, ἢν ἐν τῷ ἔργῳ ἀνδραγαθίζησθε, ἐλπίδα ἔχομεν.”Τοσαῦτα καὶ οἱ Μαυρουσίων ἄρχοντες παρακελευσάμενοι τῆς ξυμβολῆς ἦρχον. καὶ τὰ μὲν πρῶτα πολλὴ ἀκοσμία ἐς τὸ Ῥωμαίων στράτευμα ἐγεγόνει.οἱ γὰρ ἵπποι αὐτοῖς τῇ τε κραυγῇ καὶ τῇ ὄψει τῶν καμήλων ἀχθόμενοι ἀνεχαιτίζοντό τε καὶ ἀπορριπτοῦντες τοὺς ἐπιβάτας οὐδενὶ κόσμῳ οἱ πλεῖστοι ἔφευγον.καὶ ἐν τούτῳ ἐπεκδρομὰς ποιούμενοι οἱ Μαυρούσιοι καὶ τὰ δοράτια ὅσα σφίσιν ἐν ταῖς χερσὶν ἦν ἀκοντίζοντες, θορύβου τε αὐτῶν ἐμπίπλασθαι τὸ στράτευμα ἐποίουν καὶ οὔτε ἀμυνομένους οὔτε ἐν τάξει μένοντας ἔπλησσον.ὕστερον δὲ Σολόμων, κατιδὼν τὰ πρασσόμενα, ἔκ τε τοῦ ἵππου ἀποθρώσκει πρῶτος καὶ τοὺς ἄλλους ἅπαντας ἐς τοῦτο ἐνάγει.καὶ ἐπειδὴ ἀπέβησαν, τοῖς μὲν ἄλλοις ἐνετέλλετο ἡσυχάζουσι καὶ τὰς ἀσπίδας προβαλλομένοις δεχομένοις τε τὰ παρὰ τῶν πολεμίων πεμπόμενα ἐν τῇ τάξει μένειν· αὐτὸς δὲ στρατιώτας οὐχ ἧσσον ἢ πεντακοσίους ἐπαγόμενος ἐς τὴν τοῦ κύκλου ἐπέσκηψε μοῖραν.οὓς δὴ τὰ ξίφη ἀνελομένους ἐκέλευε τὰς καμήλους αἳ ταύτῃ εἱστήκεσαν κτείνειν.τότε Μαυρούσιοι μὲν ὅσοι ἐκείνῃ ἐτετάχατο ἐς φυγὴν ὥρμηντο, οἱ δὲ ξὺν τῷ Σολόμωνι κτείνουσι καμήλους ἀμφὶ διακοσίας, αὐτίκα τε ὁ κύκλος, ἐπεὶ αἱ κάμηλοι ἔπεσον,