προϊόντος δὲ τοῦ χρόνου ἡ τῶν Καρχηδονίων δύναμις μεγάλη ἐγίνετο καὶ πολυάνθρωπος.μάχης τε σφίσι γενομένης πρὸς τοὺς ὁμόρους, οἳ πρότεροι, ὥσπερ ἐρρήθη, ἐκ Παλαιστίνης ἀφίκοντο καὶ τὰ νῦν Μαυρούσιοι καλοῦνται, ἐκράτησάν τε αὐτῶν οἱ Καρχηδόνιοι καὶ ὡς ἀπωτάτω οἰκεῖν Καρχηδόνος ἠνάγκασαν.ἔπειτα δὲ Ῥωμαῖοι πάντων καθυπέρτεροι τῷ πολέμῳ γενόμενοι Μαυρουσίους μὲν ἐς τὰς ἐσχατιὰς τῆς ἐν Λιβύῃ οἰκουμένης χώρας ἱδρύσαντο, Καρχηδονίους δὲ καὶ Λίβυας τοὺς ἄλλους κατηκόους σφίσιν ἐς φόρου ἀπαγωγὴν ἐποιήσαντο.ὕστερον δὲ οἱ Μαυρούσιοι πολλὰς κατὰ Βανδίλων νίκας ἀνελόμενοι Μαυριτανίαν τε τὴν νῦν καλουμένην ἐκ Γαδείρων μέχρι τῶν Καισαρείας ὁρίων τείνουσαν καὶ Λιβύης τῆς ἄλλης τὰ πλεῖστα ἔσχον. τὰ μὲν δὴ τῆς Μαυρουσίων ἐν Λιβύῃ ἐνοικήσεως ταύτῃ πη ἔσχε.Σολόμων δὲ τὰ ἐς Ῥουφῖνον καὶ Ἀιγὰν ξυνενεχθέντα ἀκούσας τόν τε πόλεμον ἐν παρασκευῇ ἐποιεῖτο καὶ πρὸς τοὺς Μαυρουσίων ἄρχοντας ἔγραψε τάδε·“Ἤδη μὲν καὶ ἄλλοις ἀνθρώπων τισὶν ἀπονενοῆσθαί τε καὶ ἀπολωλέναι τετύχηκεν, οἳ οὐδενὶ πρότερον τεκμηριῶσαι ἔσχον ὅπη ποτὲ αὐτοῖς τὰ τῆς ἀπονοίας ἐκβήσεται.ὑμεῖς δέ, οἷς τὸ παράδειγμα ἐγγύθεν ἐκ τῶν συνοίκων ὑμῖν Βανδίλων ἐστί, τί ποτε ἆρα παθόντες χεῖράς τε ἀνταίρειν ἔγνωτε βασιλεῖ τῷ μεγάλῳ καὶ τὴν ὑμῶν αὐτῶν σωτηρίαν προέσθαι,καὶ ταῦτα ὅρκους τε τοὺς δεινοτάτους ἐν γράμμασι δόντες καὶ τοὺς παῖδας τοὺς ὑμετέρους τῶν ὡμολογημένων ἐνέχυρα παρασχόμενοι;ἢ ἐπίδειξίν τινα ἐγνώκατε ποιεῖσθαι, ὡς ὑμῖν οὔτε θεοῦ οὔτε πίστεως οὔτε τῆς ξυγγενείας αὐτῆς οὔτε τῆς σωτηρίας οὔτε ἄλλου ὁτουοῦν ἐστί τις λόγος;καίτοι, εἰ τὰ ἐς τὸ θεῖον ὑμῖν οὕτως ἤσκηται, τίνι ξυμμάχῳ πιστεύοντες ἐπὶ τὸν Ῥωμαίων βασιλέα χωρεῖτε;εἰ δὲ τοὺς παῖδας ἀπολοῦντες στρατεύεσθε, τί ποτέ ἐστιν ὑπὲρ ὅτου κινδυνεύειν βεβούλησθε;ἀλλ’ εἰ μὲν ἤδη τις εἰσῆλθεν ὑμᾶς τῶν φθασάντων μετάμελος, γράψατε ὅπως ὑμῖν εὖ τὰ πεπραγμένα θησόμεθα· εἰ δὲ τὰ τῆς ἀπονοίας ὑμῖν οὔπω λελώφηκε, δέξασθε Ῥωμαϊκὸν πόλεμον μετὰ τῶν ὅρκων οἷς ἐλωβήσασθε καὶ τῆς ἐς τοὺς παῖδας τοὺς ὑμετέρους ἀδικίας ὑμῖν προσιόντα.”Τοσαῦτα μὲν Σολόμων ἔγραψεν. οἱ δὲ Μαυρούσιοι ἀπεκρίναντο ὧδε· “Βελισάριος μὲν ἐπαγγελίαις μεγάλαις ἡμᾶς περιελθὼν ἔπεισε βασιλέως Ἰουστινιανοῦ κατηκόους εἶναι· Ῥωμαῖοι δὲ τῶν ἀγαθῶν ἡμῖν οὐδενὸς μεταδόντες λιμῷ πιεζομένους ἠξίουν φίλους τε ἡμᾶς καὶ ξυμμάχους ἔχειν.ὥστε εἰκότως ἂν μᾶλλον ὑμῖν ἢ Μαυρουσίοις τὸ μὴ πιστοῖς καλεῖσθαι προσήκει.λύουσι γὰρ τὰς σπονδὰς οὐχ ὅσοι ἀδικούμενοι ἐκ τοῦ ἐμφανοῦς τῶν πέλας κατηγοροῦντες ἀφίστανται, ἀλλ’ ὅσοι ὑποσπόνδους ἔχειν ἀξιοῦντές τινας εἶτα βιάζονται.καὶ τὸν θεὸν πολέμιον σφίσι ποιοῦνται οὐχ οἳ ἂν τὰ σφέτερα αὐτῶν κομιούμενοι ἐφ’ ἑτέρους χωροῖεν, ἀλλ’ ὅσοι τῶν ἀλλοτρίων ἐπιβατεύοντες ἐς κίνδυνον πολέμου καθίστανται.παίδων μέντοι ἕνεκεν ὑμῖν μελήσει, οἷς μίαν ἄγεσθαι γυναῖκα ἀνάγκη· ἡμᾶς γάρ, οἷς καὶ κατὰ πεντήκοντα, ἂν οὕτω τύχῃ, συνοικοῦσι γυναῖκες, παίδων οὐκ ἄν ποτε ἐπιλίποι γονή.”Ταῦτα ἀναλεξαμένῳ Σολόμωνι τὸ στράτευμα ὅλον ἐπὶ Μαυρουσίους ἐπάγειν ἔδοξε. διαθέμενός τε τὰ ἐν Καρχηδόνι πράγματα, παντὶ τῷ στρατῷ ἐς Βυζάκιον ᾔει.γενόμενος δὲ ἐς Μάμμης τὸ χωρίον, ἔνθα δὴ οἱ τέτταρες τῶν Μαυρουσίων ἄρχοντες ἐστρατοπεδεύσαντο ὧν ὀλίγῳ πρότερον ἐπεμνήσθην, χαράκωμα ἐποιήσατο.ὄρη δέ εἰσιν ἐνταῦθα ὑψηλὰ καὶ χωρίον ὁμαλὲς περὶ τὸν πρόποδα τῶν ὀρῶν, ἔνθα οἱ βάρβαροι παρασκευασάμενοι ἐς τὴν μάχην ἐποιοῦντο τὴν παράταξιν ὧδε.κύκλον ἐκ τῶν καμήλων ταξάμενοι, ὅπερ καὶ τὸν Καβάωνα ἐν τοῖς ἔμπροσθεν λόγοις εἰργάσθαι ἐρρήθη, κατὰ δυοκαίδεκα μάλιστα τοῦ μετώπου βάθος ἐποίουν.καὶ γυναῖκας μὲν ξὺν τοῖς παισὶ κατέθεντο τοῦ κύκλου ἐντός· ʽτοῖς γὰρ Μαυρουσίοις καὶ γυναῖκας ὀλίγας ξὺν τοῖς παισὶν ἐς παράταξιν ἐπάγεσθαι νόμος, αἵπερ αὐτοῖς χαρακώματά τε καὶ καλύβας ποιοῦσι, καὶ ἱπποκομοῦσιν ἐμπείρως, καὶ τῶν τε καμήλων τῆς τε τροφῆς ἐπιμελοῦνται·καὶ θήγουσαι τὰ τῶν ὅπλων σιδήρια πολλοὺς σφίσι παραιροῦνται τῶν ἐν ταῖς παρατάξεσι πόνων·̓ αὐτοὶ δὲ πεζοὶ ἐς μέσους τῶν καμήλων τοὺς πόδας ἵσταντο, ἀσπίδας τε καὶ ξίφη ἔχοντες καὶ δοράτια, οἷς ἀκοντίζειν εἰώθασι. τινὲς δὲ αὐτῶν ἐν τοῖς ὄρεσιν ἔχοντες τοὺς ἵππους ἡσύχαζον.Σολόμων δὲ τὸ μὲν ἥμισυ τοῦ Μαυρουσίων κύκλου ὃ πρὸς τῷ ὄρει ἐτύγχανεν ὂν ἀφῆκεν, οὐδένα ἐνταῦθα καταστησάμενος.ἔδεισε γὰρ μὴ κατιόντες τε οἱ ἐν τῷ ὄρει πολέμιοι καὶ οἱ ἐν τῷ κύκλῳ ἐπιστρεφόμενοι ἀμφιβόλους ἐν τῇ παρατάξει τοὺς ἐκείνῃ ταττομένους ποιήσωνται.ἐς δὲ τοῦ κύκλου τὸ λειπόμενον ὅλον ἀντιτάξας τὸ στράτευμα, ἐπειδὴ αὐτῶν τοὺς πολλοὺς εἶδε πεφοβημένους τε καὶ ἀθαρσοῦντας, διὰ τὰ ἐς Ἀιγάν τε καὶ Ῥουφῖνον ξυνενεχθέντα, βουλόμενος ὑπόμνησιν ποιήσασθαι αὐτοῖς τοῦ θαρσεῖν ἔλεξε τάδε·“Ἄνδρες οἱ Βελισαρίῳ ξυστρατευσάμενοι, μηδεὶς ὑμᾶς τῶν ἀνδρῶν τῶνδε φόβος εἰσίτω, μηδέ, εἰ Μαυρούσιοι κατὰ μυριάδας πέντε συνειλεγμένοι Ῥωμαίων ἤδη πεντακοσίων ἐκράτησαν, τοῦτο ὑμῖν ἐν παραδείγματος μοίρᾳ γινέσθω.