Γελίμερ δέ, ἐπεὶ Βανδίλους ἅπαντας ἐς ταὐτὸ εἶδεν ἀγηγερμένους, ἐπῆγεν ἐς Καρχηδόνα τὸ στράτευμα.γενόμενοί τε αὐτῆς ἄγχιστα τόν τε ὀχετὸν ἀξιοθέατον ὄντα διεῖλον, ὃς ἐς τὴν πόλιν ἐσῆγε τὸ ὕδωρ, καὶ χρόνον τινὰ ἐνστρατοπεδευσάμενοι ὑπεχώρησαν, ὡς οὐδεὶς σφίσιν ἐπεξῄει τῶν πολεμίων.περιιόντες δὲ τὰ ἐκείνῃ χωρία τάς τε ὁδοὺς ἐν φυλακῇ ἐποιοῦντο καὶ Καρχηδόνα πολιορκεῖν ταύτῃ ᾤοντο, οὐ μὴν οὔτε ἐληίζοντο οὐδὲν οὔτε τὴν γῆν ἐδῄουν, ἀλλ’ ὡς οἰκείας μετεποιοῦντο.ἅμα δὲ καὶ προδοσίαν τινὰ ἔσεσθαι σφίσιν ἐν ἐλπίδι εἶχον Καρχηδονίων τε αὐτῶν καὶ Ῥωμαίων στρατιωτῶν ὅσοις ἡ τοῦ Ἀρείου δόξα ἤσκητο.πέμψαντες δὲ καὶ ἐς τῶν Οὔννων τοὺς ἄρχοντας, καὶ πολλὰ ἔσεσθαι αὐτοῖς ἀγαθὰ πρὸς Βανδίλων ὑποσχόμενοι, ἐδέοντο φίλους τε καὶ ξυμμάχους γενέσθαι σφίσιν.οἱ δὲ οὐδὲ πρότερον εὐνοϊκῶς ἐς τὰ Ῥωμαίων πράγματα ἔχοντες ἅτε οὐδὲ ξύμμαχοι αὐτοῖς ἑκούσιοι ἥκοντες ʽἔφασκον γὰρ τὸν Ῥωμαίων στρατηγὸν Πέτρον ὀμωμοκότα τε καὶ τὰ ὀμωμοσμένα ἠλογηκότα οὕτω δὴ σφᾶς ἀπαγαγεῖν ἐς τὸ Βυζάντιον̓, λόγους τε τοὺς Βανδίλων ἐνεδέχοντο καὶ ὡμολόγουν, ἐπειδὰν ἐν αὐτῷ τῷ ἔργῳ γένωνται, ξὺν αὐτοῖς ἐπὶ τὸ Ῥωμαίων στράτευμα τρέψεσθαι.ταῦτα δὲ ἅπαντα Βελισάριος ἐν ὑποψίᾳ ἔχων (ἠκηκόει γὰρ πρὸς τῶν αὐτομόλων, ἅμα δὲ καὶ ὁ περίβολος οὔπω ἐτετέλεστο ἅπας) ἐξιτητὰ μὲν σφίσιν ἐπὶ τοὺς πολεμίους ἐν τῷ παρόντι οὐκ ᾤετο εἶναι, τὰ δὲ ἔνδον ὡς ἄριστα ἐξηρτύετο.καὶ Καρχηδόνιον μέν τινα, ὄνομα Λαῦρον, ἐπὶ προδοσίᾳ τε ἡλωκότα καὶ πρὸς τοῦ οἰκείου γραμματέως ἐληλεγμένον ἀνεσκολόπισεν ἐν λόφῳ τινὶ πρὸ τῆς πόλεως, καὶ ἀπ’ αὐτοῦ ἐς δέος τι ἄμαχον οἱ ἄλλοι καταστάντες τῆς ἐς τὴν προδοσίαν πείρας ἀπέσχοντο.τοὺς δὲ Μασσαγέτας δώροις τε καὶ τραπέζῃ καὶ τῇ ἄλλῃ θωπείᾳ μετιὼν ἡμέρᾳ ἑκάστῃ ἐξενεγκεῖν εἰς αὐτὸν ἔπεισεν ὅσα αὐτοῖς ὁ Γελίμερ ὑποσχόμενος εἴη,ἐφ’ ᾧ ἐν τῇ ξυμβολῇ κακοὶ γένωνται. ἔφασκον δὲ οἱ βάρβαροι οὗτοι οὐδεμίαν σφίσι προθυμίαν ἐς τὸ μάχεσθαι εἶναι· δεδιέναι γὰρ μὴ Βανδίλων ἡσσημένων οὐκ ἀποπέμψονται Ῥωμαῖοι σφᾶς ἐς τὰ πάτρια ἤθη, ἀλλ’ αὐτοῦ ἀναγκάζοιντο ἐν Λιβύῃ γηράσκοντες θνήσκειν· καὶ μὴν καὶ περὶ τῇ λείᾳ, μὴ ἀφαιρεθῶσιν αὐτήν, ἐν φροντίδι εἶναι.τότε δὴ οὖν αὐτοῖς Βελισάριος πιστὰ ἔδωκεν ὡς, ἢν κατὰ κράτος Βανδίλοι ἡσσηθεῖεν, αὐτίκα δὴ μάλα ἐς τὰ οἰκεῖα ξὺν πᾶσι λαφύροις σταλήσονται, οὕτω τε αὐτοὺς ὅρκοις καταλαμβάνει ἦ μὴν πάσῃ προθυμίᾳ ξυνδιενεγκεῖν σφίσι τὸν πόλεμον.Ἐπειδή τε ἅπαντά οἱ ὡς ἄριστα παρεσκεύαστο καὶ ὁ περίβολος ἤδη ἀπείργαστο, ξυγκαλέσας ἅπαν τὸ στράτευμα ἔλεξε τοιάδε·“Παραίνεσιν μέν, ἄνδρες Ῥωμαῖοι, οὐκ οἶδα ὅτι δεῖ ποιεῖσθαι πρὸς ὑμᾶς, οἵ γε οὕτω τοὺς πολεμίους ἔναγχος νενικήκατε ὥστε Καρχηδών τε ἥδε καὶ Λιβύη ξύμπασα κτῆμα τῆς ὑμετέρας ἀρετῆς ἐστι, καὶ δι’ αὐτὸ ξυμβουλῆς οὐδεμιᾶς ὑμῖν ἐς εὐτολμίαν ὁρμώσης δεήσει. τῶν γὰρ νενικηκότων ἥκιστα ἐλασσοῦσθαι φιλοῦσιν αἱ γνῶμαι.ἐκεῖνο δὲ μόνον ὑπομνῆσαι ὑμᾶς οὐκ ἀπὸ καιροῦ οἴομαι εἶναι, ὡς, ἢν ὁμοίως ὑμῖν αὐτοῖς ἐν τῷ παρόντι ἀνδραγαθίζοισθε, αὐτίκα δὴ μάλα τὸ πέρας ἕξει τοῖς μὲν Βανδίλοις τὰ τῆς ἐλπίδος, ὑμῖν δὲ ἡ μάχη.ὥστε ὑμᾶς ὡς προθυμότατα εἰκὸς ἐς ξυμβολὴν τήνδε καθίστασθαι. ἡδὺς γὰρ ἀεὶ τοῖς ἀνθρώποις ἀπολήγων τε καὶ εἰς καταστροφὴν βαδίζων ὁ πόνος. τὸν μὲν οὖν τῶν Βανδίλων ὅμιλον ὑμῶν διαλογιζέσθω μηδείς.οὐ γὰρ ἀνθρώπων πλήθει οὐδὲ σωμάτων μέτρῳ, ἀλλὰ ψυχῶν ἀρετῇ φιλεῖ ὁ πόλεμος διακρίνεσθαι. εἰσίτω δὲ ὑμᾶς τὸ πάντων ἰσχυρότατον τῶν ἐν ἀνθρώποις, ἡ ἐπὶ τοῖς πρασσομένοις αἰδώς.αἰσχύνη γὰρ τοῖς γε νοῦν ἔχουσι τὸ σφῶν αὐτῶν ἡσσᾶσθαι καὶ τῆς οἰκείας ἀρετῆς ἐλάσσους ὀφθῆναι. τοὺς γὰρ πολεμίους εὖ οἶδα ὅτι ὀρρωδία τε καὶ κακῶν μνήμη περιλαβοῦσαι ἀναγκάζουσι κακίους γενέσθαι, ἡ μὲν τοῖς φθάσασι δεδιττομένη, ἡ δὲ ἀνασοβοῦσα τὴν τοῦ κατορθώσειν ἐλπίδα.τύχη γὰρ εὐθὺς μοχθηρὰ ὀφθεῖσα δουλοῖ τῶν αὐτῇ περιπεπτωκότων τὸ φρόνημα. ὡς δὲ νῦν ἡμῖν ἢ πρότερον ὑπὲρ μειζόνων ὁ ἀγών ἐστιν ἐγὼ δηλώσω.ἐν μὲν γὰρ τῇ προτέρᾳ μάχῃ τῶν πραγμάτων ἡμῖν οὐκ εὖ προϊόντων ἐν τῷ μὴ τὴν ἀλλοτρίαν λαβεῖν ὁ κίνδυνος ἦν, νῦν δέ, ἢν μὴ τῶν ἀγώνων κρατήσωμεν, τὴν ἡμετέραν ἀποβαλοῦμεν.ὅσῳ τοίνυν τὸ κεκτῆσθαι μηδὲν τοῦ τῶν ὑπαρχόντων ἐστερῆσθαι κουφότερον, τοσούτῳ νῦν μᾶλλον ἢ πρότερον ἐν τοῖς ἀναγκαιοτάτοις ὁ φόβος.καίτοι πρότερον τῶν πεζῶν ἡμῖν ἀπολελειμμένων τὴν νίκην ἀνελέσθαι τετύχηκε, νῦν δὲ ἵλεῴ τε τῷ θεῷ καὶ τῷ παντὶ στρατῷ ἐς τὴν ξυμβολὴν καθιστάμενος κρατήσειν τοῦ στρατοπέδου τῶν πολεμίων αὐτοῖς ἀνδράσιν ἐλπίδα ἔχω.πρόχειρον οὖν ἔχοντες τὸ τοῦ πολέμου πέρας μή τινι ὀλιγωρίᾳ ἐς ἄλλον αὐτὸ ἀπόθησθε χρόνον, μὴ παραδραμόντα τὸν καιρὸν ἐπιζητεῖν ἀναγκάζησθε.ἀναβαλλομένη γὰρ ἡ τοῦ πολέμου τύχη οὐχ ὁμοίως τοῖς καθεστῶσι χωρεῖν πέφυκεν, ἄλλως τε ἢν καὶ γνώμῃ τῶν αὐτὸν διαφερόντων μηκύνηται.τοῖς γὰρ τὴν ὑπάρχουσαν εὐημερίαν προϊεμένοις τὸ δαιμόνιον ἀεὶ νεμεσᾶν εἴωθεν. εἰ δέ τις ἐννοεῖ τοὺς πολεμίους, παῖδάς τε καὶ γυναῖκας καὶ τὰ τιμιώτατα ὑπὸ ταῖς ἡμετέραις ὁρῶντας χερσί, τολμήσειν μὲν παρὰ γνώμην, κινδυνεύσειν δὲ παρὰ τὴν ὑπάρχουσαν αὐτοῖς δύναμιν, οὐκ ὀρθῶς οἴεται.