ἐπειδὴ δὲ ἡ γυνὴ ἐτελεύτα, οὐ γενομένη μήτηρ οὔτε ἄρσενος οὔτε θήλεος γόνου, κρατῦναι ὡς ἄριστα τὴν βασιλείαν βουλόμενος, ἐς Θευδέριχον τὸν Γότθων βασιλέα πέμψας ᾔτει οἱ γυναῖκα τὴν ἀδελφὴν Ἀμαλαφρίδαν διδόναι, ἧς δὴ ἄρτι ὁ ἀνὴρ ἐτεθνήκει.ὁ δέ οἱ καὶ τὴν ἀδελφὴν ἔπεμψε καὶ Γότθων δοκίμων χιλίους ἐν δορυφόρων λόγῳ, οἷς δὴ ὅμιλος θεραπείας εἵπετο ἐς πέντε μάλιστα χιλιάδας ἀνδρῶν μαχίμων.ἐδωρήσατο δὲ τὴν ἀδελφὴν Θευδέριχος καὶ τῶν Σικελίας ἀκρωτηρίων τριῶν ὄντων ἑνί, ὃ δὴ καλοῦσι Λιλύβαιον, καὶ ἀπ’ αὐτοῦ ἔδοξεν ὁ Τρασαμοῦνδος πάντων δὴ τῶν ἐν Βανδίλοις ἡγησαμένων κρείσσων τε εἶναι καὶ δυνατώτατος.ἐγένετο δὲ φίλος καὶ Ἀναστασίῳ βασιλεῖ ἐς τὰ μάλιστα. ἐπὶ τούτου βασιλεύοντος ξυνέπεσε Βανδίλοις πάθος τι παθεῖν πρὸς Μαυρουσίων οἷον οὔπω πρὸ τοῦ ξυνηνέχθη γενέσθαι.Καβάων ἦν τις ἄρχων τῶν ἀμφὶ Τρίπολιν Μαυρουσίων, πολέμων τε πολλῶν ἔμπειρος καὶ λίαν ἀγχίνους. οὗτος ὁ Καβάων ἐπειδὴ ἐπ’ αὐτὸν στρατεύεσθαι Βανδίλους ἐπύθετο, ἐποίει τοιάδε.πρῶτα μὲν τοῖς ὑπηκόοις ἐπήγγελλεν ἀδικίας τε πάσης καὶ βρώσεως ἐς τρυφὴν ἀγούσης καὶ πάντων μάλιστα γυναικῶν ξυνουσίας ἀπέχεσθαι· χαρακώματά τε δύο πηξάμενος ἐν θατέρῳ μὲν αὐτὸς ξὺν πᾶσιν ἐστρατοπεδεύσατο τοῖς ἀνδράσιν, ἐν δὲ δὴ τῷ ἑτέρῳ τὰς γυναῖκας καθεῖρξε, θάνατόν τε τὴν ζημίαν ἠπείλησεν ἔσεσθαι, ἤν τις ἐπὶ τὸ τῶν γυναικῶν χαράκωμα ἴοι.μετὰ δὲ πέμψας ἐς Καρχηδόνα κατασκόπους ἐπέταττε τάδε· ἐπειδὰν οἱ Βανδίλοι ἐπὶ τὴν στρατείαν βαδίζοντες ἔς τινα νεὼν ὑβρίσωσιν ὃν οἱ Χριστιανοὶ σέβονται, αὐτοὺς μὲν ἐφορᾶν τὰ γινόμενα· ἢν δὲ οἱ Βανδίλοι τὸ χωρίον ἀμείψωσιν, ἅπαντα ποιεῖν τἀναντία ἐς τὸ ἱερὸν ὧν ἐκεῖνοι δράσαντες οἴχονται.ἐπειπεῖν δὲ αὐτὸν καὶ τοῦτό φασιν, ὡς ἀγνοοίη μὲν τὸν θεὸν ὃν Χριστιανοὶ σέβονται, εἰκὸς δὲ αὐτόν, εἴπερ ἰσχυρός ἐστιν, ὡς λέγεται, τίσασθαι μὲν τοὺς ὑβρίζοντας, ἀμῦναι δὲ τοῖς θεραπεύουσιν.οἱ μὲν οὖν κατάσκοποι ἐς Καρχηδόνα ἐλθόντες ἡσύχαζον, τὴν παρασκευὴν τῶν Βανδίλων θεώμενοι· ἐπεὶ δὲ τὸ στράτευμα τὴν ἐπὶ Τρίπολιν ᾔεσαν, σχήματα περιβεβλημένοι ταπεινὰ εἵποντο.οἱ δὲ Βανδίλοι ὡς ἡμέρᾳ τῇ πρώτῃ ηὐλίσαντο, ἐς τῶν Χριστιανῶν τοὺς νεὼς τούς τε ἵππους τά τε ἄλλα ζῷα ἐσαγαγόντες, ὕβρεώς τε οὐδεμιᾶς ἀπελείποντο καὶ αὐτοὶ ἀκολασίᾳ τῇ σφετέρᾳ ἐχρήσαντο, τούς τε ἱερέας, οὓς ἂν λάβοιεν, ἐρράπιζόν τε καὶ ξαίνοντες κατὰ τοῦ νώτου πολλὰς ὑπηρετεῖν σφίσιν ἐκέλευον ὅσα δὴ ἐπέχειν τῶν οἰκετῶν τοῖς ἀτιμοτάτοις εἰώθεσαν.καὶ ἐπειδὴ τάχιστα ἐνθένδε ἀπηλλάγησαν, ἐποίουν οἱ τοῦ Καβάωνος κατάσκοποι ὅσα αὐτοῖς ἐπετέτακτο· τά τε γὰρ ἱερὰ ἐκάθηραν αὐτίκα τήν τε κόπρον καὶ εἴ τι ἄλλο οὐχ ὁσίως ἐπέκειτο ξὺν ἐπιμελείᾳ πολλῇ ἀφελόμενοι, τά τε λύχνα ἔκαυσαν ἅπαντα καὶ τοὺς ἱερέας αἰδοῖ τε πολλῇ προσεκύνησαν καὶ τῇ ἄλλῃ φιλοφροσύνῃ ἠσπάσαντο·ἀργύριά τε τοῖς πτωχοῖς δόντες οἳ ἀμφὶ τὰ ἱερὰ ταῦτα ἐκάθηντο, οὕτω δὴ τῇ τῶν Βανδίλων στρατιᾷ εἵποντο.καὶ ἀπὸ τούτου κατὰ τὴν ὁδὸν ξύμπασαν οἵ τε Βανδίλοι κατὰ ταὐτὰ ἡμάρτανον καὶ οἱ κατάσκοποι ἐθεράπευον.ἐπεὶ δὲ ἀγχοῦ ἔσεσθαι ἔμελλον, προτερήσαντες οἱ κατάσκοποι ἀγγέλλουσι τῷ Καβάωνι ὅσα Βανδίλοις τε καὶ σφίσιν ἐς τὰ Χριστιανῶν ἱερὰ εἴργαστο καὶ ὡς ἐγγύς που οἱ πολέμιοι εἶεν.ὁ δὲ ἀκούσας ἐς τὴν ξυμβολὴν καθίστατο ὧδε. κύκλον ἀπολαβὼν ἐν τῷ πεδίῳ ἔνθα δὴ τὸ χαράκωμα ποιεῖσθαι ἔμελλε, τὰς καμήλους ἔρυμα τῷ στρατοπέδῳ ἐγκαρσίας ἐν κύκλῳ καθίστη, κατὰ δώδεκα μάλιστα καμήλους ποιησάμενος τὸ τοῦ μετώπου βάθος.παῖδας μὲν οὖν καὶ γυναῖκας καὶ εἴ τι αὐτοῖς ἀπόμαχον ἦν ὁμοῦ τοῖς χρήμασιν ἐς μέσον ἐτίθετο, τὸν δὲ τῶν μαχίμων λεὼν ἐς τῶν ζῴων ἐκείνων τοὺς πόδας ἐν μέσῳ φραξαμένους ταῖς ἀσπίσιν ἐκέλευεν εἶναι.οὕτω δὲ Μαυρουσίοις ἐχούσης τῆς φάλαγγος οἱ Βανδίλοι ἐν ἀπόρῳ εἶχον θέσθαι τὸ παρόν· οὔτε γὰρ ἀκοντισταὶ οὔτε τοξόται ἀγαθοὶ ἦσαν οὔτε πεζοὶ ἐς μάχην ἰέναι ἠπίσταντο, ἀλλ’ ἱππεῖς τε ἦσαν ἅπαντες, δόρασί τε ὡς ἐπὶ πλεῖστον καὶ ξίφεσιν ἐχρῶντο, καὶ ἀπ’ αὐτοῦ ἄποθέν τε οὐδὲν ἐργάζεσθαι κακὸν τοὺς πολεμίους οἷοί τε ἦσαν, ἥ τε ἵππος αὐτοῖς, ἀχθομένη τῇ τῶν καμήλων ὄψει, ἐπὶ τοὺς πολεμίους ἥκιστα ἤγετο.ἐπειδή τε συχνὰ ἐς αὐτοὺς ἀκοντίζοντες ἐκ τοῦ ἀσφαλοῦς οἱ πολέμιοι τούς τε ἵππους καὶ αὐτούς, ἅτε πλῆθος ὄντας, οὐ χαλεπῶς ἔκτεινον, ἔφευγόν τε καὶ τῶν Μαυρουσίων ἐπεξιόντων οἱ μὲν πολλοὶ διεφθάρησαν, εἰσὶ δὲ οἳ καὶ ὑπὸ τοῖς πολεμίοις ἐγένοντο, ὀλίγοι τε κομιδῆ ἐκ τοῦ στρατοῦ τούτου ἐπ’ οἴκου ἀπεκομίσθησαν.ταῦτα μὲν Τρασαμούνδῳ παθεῖν πρὸς Μαυρουσίων ξυνέπεσεν. ἐτελεύτα δὲ χρόνῳ ὕστερον ἑπτά τε καὶ εἴκοσιν ἔτη Βανδίλων ἄρξας.Ἰλδέριχος δὲ Ὁνωρίχου τοῦ Γιζερίχου παῖς τὴν βασιλείαν παρέλαβεν, ὃς τὰ μὲν ἐς τοὺς ὑπηκόους εὐπρόσοδός τε ἦν καὶ ὅλως πρᾷος, καὶ οὔτε Χριστιανοῖς οὔτε τῳ ἄλλῳ χαλεπὸς ἐγεγόνει, τὰ δὲ ἐς τὸν πόλεμον μαλθακός τε λίαν καὶ οὐδὲ ἄχρι ἐς τὰ ὦτα τὸ πρᾶγμά οἱ τοῦτο ἐθέλων ἰέναι.