ἔχοντι δὲ αὐτῷ τὴν τυραννίδα ἐνιαυτόν τε καὶ μῆνας ὀκτὼ οἵ τε ἄλλοι ὡς εἰπεῖν ξύμπαντες καὶ οἱ τῆς αὐλῆς στρατιῶται διὰ φιλοχρηματίας μέγεθος ἤχθοντο.ὧν δὴ Ζήνων αἰσθόμενος στρατιάν τε ἀγείρας ἐπ’ αὐτὸν ᾔει. Βασιλίσκος δὲ στρατόν τε καὶ στρατηγὸν Ἁρμάτον ὡς ἀντιταξόμενος Ζήνωνι ἔπεμψεν.ὡς δὲ πλησίον που ἀλλήλοις ἐστρατοπεδεύσαντο, παραδίδωσιν Ἁρμάτος Ζήνωνι τὸ αὑτοῦ στράτευμα, ἐφ’ ᾧ Βασιλίσκον τὸν αὐτοῦ υἱόν, κομιδῆ ὄντα παῖδα νέον, Καίσαρά τε καταστήσεσθαι καὶ τελευτῶντι διάδοχον τῆς βασιλείας ἀπολιπεῖν.Βασιλίσκος δὲ πάντων ἔρημος γεγονὼς ἐς τὸ ἱερὸν καταφεύγει οὗπερ καὶ πρότερον. καὶ αὐτὸν Ἀκάκιος, ὁ τῆς πόλεως ἱερεύς, Ζήνωνι ἐνεχείρισεν, ἀσέβειάν τε αὐτῷ ἐπενεγκὼν καὶ ὡς πολλὰ τοῦ Χριστιανῶν δόγματος ξυνετάραξέ τε καὶ ἐνεόχμωσεν, ἐς τὴν Εὐτυχοῦς αἵρεσιν ἀποκλίνας. καὶ ἦν δὲ οὕτως.Ζήνων δὲ αὖθις τὴν βασιλείαν παραλαβὼν καὶ τὴν ἐς Ἁρμάτον πίστιν ἀφοσιούμενος Βασιλίσκον τὸν αὐτοῦ παῖδα Καίσαρα καταστησάμενος, οὐ πολλῷ ὕστερον αὐτόν τε ἀφείλετο τὴν τιμὴν καὶ Ἁρμάτον ἔκτεινε.Βασιλίσκον δὲ ὁμοῦ τοῖς τε παισὶ καὶ τῇ γυναικὶ πέμψας ἐς Καππαδοκίαν χειμῶνος ὥρᾳ σιτίων τε καὶ ἱματίων καὶ τῆς ἄλλης ἐπιμελείας ἐρήμους ἐκέλευσεν εἶναι.ἔνθα δὴ ψύχει τε καὶ λιμῷ πιεζόμενοι ἔς τε ἀλλήλους καταφεύγουσι καὶ τὰ φίλτατα περιβαλόντες σώματα διεφθάρησαν. αὕτη τε Βασιλίσκον τῶν πεπολιτευμένων κατέλαβε τίσις. ἀλλὰ ταῦτα μὲν χρόνῳ τῷ ὑστέρῳ ἐγένετο.Γιζέριχος δὲ τότε ἀπάτῃ τε περιελθὼν καὶ κατὰ κράτος ἐξελάσας, ὡς πρόσθεν εἴρηται, τοὺς πολεμίους, οὐδέν τι ἧσσον, εἰ μὴ καὶ μᾶλλον, ἦγέ τε τὰ Ῥωμαίων καὶ ἔφερε ξύμπαντα, ἕως αὐτῷ βασιλεὺς Ζήνων ἐς ὁμολογίαν ἀφίκετο σπονδαί τε αὐτοῖς ἀπέραντοι ξυνετέθησαν, μήτε Βανδίλους πολέμιόν τι ἐς τὸν πάντα αἰῶνα Ῥωμαίους ἐργάσασθαι μήτε αὐτοῖς πρὸς ἐκείνων ξυμβῆναι. ταύτας τε τὰς σπονδὰς Ζήνων τε αὐτὸς διεσώσατο καὶ ὃς μετ’ ἐκεῖνον τὴν βασιλείαν παρέλαβεν Ἀναστάσιος.διέμειναν δὲ καὶ ἐς Ἰουστῖνον αὐτοκράτορα. τούτου δὲ Ἰουστίνου ἀδελφιδοῦς ὢν Ἰουστινιανὸς διεδέξατο τὴν βασιλείαν·ἐπὶ τούτου Ἰουστινιανοῦ βασιλεύοντος ὁ πόλεμος κατέστη ὅδε, τρόπῳ ᾧ ἐν τοῖς ὄπισθεν λελέξεται λόγοις.χρόνον δὲ ὀλίγον Γιζέριχος ἐπιβιοὺς ἐτελεύτα πόρρω που ἤδη ἡλικίας ἥκων, διαθήκας διαθέμενος ἐν αἷς ἄλλα τε πολλὰ Βανδίλοις ἐπέσκηψε καὶ τὴν βασιλείαν ἀεὶ Βανδίλων ἐς τοῦτον ἰέναι ὃς ἂν ἐκ γόνου ἄρρενος αὐτῷ Γιζερίχῳ κατὰ γένος προσήκων πρῶτος ὢν ἁπάντων τῶν αὐτοῦ ξυγγενῶν τὴν ἡλικίαν τύχοι.Γιζέριχος μὲν οὖν ἄρξας Βανδίλων ἐπειδὴ Καρχηδόνος ἐκράτησεν ἔτη ἐννέα καὶ τριάκοντα, ἐτελεύτησεν, ὥσπερ εἴρηται.Ὁνώριχος δέ, ὁ τῶν ἐκείνου παίδων πρεσβύτατος, διεδέξατο τὴν ἀρχήν, Γένζωνος ἤδη ἐξ ἀνθρώπων ἀφανισθέντος. ἐπὶ τούτου Ὁνωρίχου Βανδίλων ἄρχοντος πόλεμος αὐτοῖς πρὸς οὐδένα ἀνθρώπων, ὅτι μὴ ἐς Μαυρουσίους, ἐγένετο.δέει γὰρ τῷ ἐκ Γιζερίχου ἡσυχάζοντες πρὸ τοῦ οἱ Μαυρούσιοι, ἐπειδὴ τάχιστα ἐκποδὼν αὐτοῖς ἐκεῖνος ἐγεγόνει, ἔδρασάν τε πολλὰ τοὺς Βανδίλους κακὰ καὶ αὐτοὶ ἔπαθον.γέγονε δὲ Ὁνώριχος ἐς τοὺς ἐν Λιβύῃ Χριστιανοὺς ὠμότατός τε καὶ ἀδικώτατος ἀνθρώπων ἁπάντων.βιαζόμενος γὰρ αὐτοὺς ἐς τὴν Ἀρειανῶν μετατίθεσθαι δόξαν, ὅσους ἂν λάβοι οὐχ ἑτοίμως αὐτῷ εἴκοντας, ἔκαιέ τε καὶ ἄλλαις θανάτου ἰδέαις διέφθειρε, πολλῶν δὲ καὶ τὰς γλώσσας ἀπέτεμεν ἀπ’ αὐτῆς φάρυγγος, οἳ ἔτι καὶ ἐς ἐμὲ περιόντες ἐν Βυζαντίῳ ἐχρῶντο ἀκραιφνεῖ τῇ φωνῇ, οὐδ’ ὁπωστιοῦν ταύτης δὴ τῆς τιμωρίας ἐπαισθανόμενοι· ὧν δὴ δύο, ἐπειδὴ γυναιξὶν ἑταίραις πλησιάζειν ἔγνωσαν,οὐκέτι φθέγγεσθαι τὸ λοιπὸν ἴσχυσαν. ἔτη τε ὀκτὼ Βανδίλων ἄρξας ἐτελεύτησε νόσῳ, Μαυρουσίων ἤδη τῶν ἐν τῷ Αὐρασίῳ ὄρει ᾠκημένων ἀποστάντων τε ἀπὸ Βανδίλων καὶ αὐτονόμων ὄντων ʽἔστι δὲ τὸ Αὐράσιον ἐν Νουμιδίᾳ τριῶν καὶ δέκα ἡμερῶν ὁδὸν μάλιστα Καρχηδόνος διέχον, τετραμμένον τε πρὸς μεσημβρίαν̓, οἳ οὐκέτι ὑπὸ Βανδίλοις ἐγένοντο, οὐ δυναμένων Βανδίλων ἐν ὄρει δυσόδῳ τε καὶ ἀνάντει λίαν πόλεμον πρὸς Μαυρουσίους διενεγκεῖν.Τελευτήσαντος δὲ Ὁνωρίχου τὸ τῶν Βανδίλων κράτος ἐς Γουνδαμοῦνδον ἦλθε τὸν Γένζωνος τοῦ Γιζερίχου. ἐς αὐτὸν γὰρ ὁ χρόνος ἔφερε τὰ πρωτεῖα τοῦ Γιζερίχου γένους.οὗτος ὁ Γουνδαμοῦνδος πλείοσι μὲν πρὸς Μαυρουσίους ἐμαχέσατο ξυμβολαῖς, μείζοσι δὲ τοὺς Χριστιανοὺς ὑπαγαγὼν πάθεσιν ἐτελεύτησε νοσήσας, ἤδη που μεσοῦντος τοῦ δωδεκάτου τῆς ἀρχῆς ἔτους.ἀδελφός τε αὐτοῦ Τρασαμοῦνδος παρέλαβε τὴν βασιλείαν, εἴδους τε καὶ ξυνέσεως ἐς τὰ μάλιστα καὶ μεγαλοψυχίας εὖ ἥκων.τοὺς μέντοι Χριστιανοὺς ἐβιάζετο μεταβαλέσθαι τὴν πάτριον δόξαν, οὐκ αἰκιζόμενος τὰ σώματα ὥσπερ οἱ πρότεροι, ἀλλὰ τιμαῖς τε καὶ ἀρχαῖς μετιὼν καὶ χρήμασι μεγάλοις δωρούμενος, καὶ τοὺς ἀπειθοῦντας, ὁποῖοί ποτε εἶεν, ἥκιστά γε εἰδέναι ποιούμενος.εἰ δέ τινας λάβοι μεγάλοις ἁμαρτήμασιν ἐνόχους ἢ γνώμῃ γεγενημένους, τούτοις δὴ μεταβαλλομένοις τὴν δόξαν μισθὸν προὐτίθει μὴ δοῦναι τὴν δίκην ὧν ἥμαρτον.