ἤδη δὲ καὶ οἱ Βανδίλοι παρῆσαν ἐμβάλλοντές τε καὶ καταδύοντες καὶ αὐτοῖς ὅπλοις τοὺς διαφεύγοντας τῶν στρατιωτῶν ληιζόμενοι.εἰσὶ δὲ οἳ καὶ ἄνδρες ἀγαθοὶ Ῥωμαίων ἐν τῷ πόνῳ τούτῳ ἐγένοντο, καὶ πάντων μάλιστα Ἰωάννης, ὑποστράτηγός τε ὢν Βασιλίσκου καὶ οὐδ’ ὁπωστιοῦν τῆς ἐκείνου προδοσίας μεταλαχών.περιστάντος γὰρ ὁμίλου πολλοῦ τὴν αὐτοῦ ναῦν, ἔκτεινε μὲν ἐπιστροφάδην ἀπὸ τοῦ καταστρώματος πολύ τι τῶν πολεμίων πλῆθος, ὡς δὲ ἁλισκομένης ᾔσθετο τῆς νεώς, ἥλατο ξὺν πάσῃ τῇ τῶν ὅπλων σκευῇ ἀπὸ τῶν ἰκρίων εἰς θάλασσαν.πολλὰ μὲν οὖν αὐτὸν ἐλιπάρει Γένζων ὁ Γιζερίχου, πιστά τε παρεχόμενος καὶ σωτηρίαν προτεινόμενος, ὁ δὲ οὐδὲν ἧσσον ἐς θάλασσαν καθῆκε τὸ σῶμα, ἐκεῖνο μόνον ἀποφθεγξάμενος, ὡς οὐ μή ποτε Ἰωάννης ὑπὸ χερσὶ κυνῶν γένηται.Ὁ μὲν δὴ πόλεμος οὗτος ἐς τοῦτο ἐτελεύτα καὶ Ἡράκλειος ἐπ’ οἴκου ἀπεκομίσθη· Μαρκελλιανὸς γὰρ πρός του τῶν συναρχόντων ἀπώλετο δόλῳ.Βασιλίσκος δὲ ἀφικόμενος ἐς Βυζάντιον ἱκέτης ἐκάθητο ἐς τὸ ἱερὸν Χριστοῦ τοῦ μεγάλου θεοῦ ʽΣοφίαν καλοῦσιν οἱ Βυζάντιοι τὸν νεών, ταύτην δὴ μάλιστα τῷ θεῷ πρέπειν τὴν ἐπωνυμίαν ἡγούμενοἰ, ἐξαιτησαμένης δὲ αὐτὸν Βηρίνης τῆς βασιλίδος τὸν μὲν κίνδυνον τοῦτον διέφυγεν, ἐς βασιλείαν δὲ τότε παρελθεῖν, ἧς δὴ ἕνεκα πάντα αὐτῷ εἴργαστο, οὐχ οἷός τε ἦν.Λέων γὰρ βασιλεὺς οὐ πολλῷ ὕστερον Ἄσπαρά τε καὶ Ἀρδαβούριον ἐν παλατίῳ διέφθειρεν, ἐπεί οἱ θάνατον ἐπιβουλεύειν αὐτοὺς ὑπετόπησε. ταῦτα μὲν οὖν ἐγένετο τῇδε.Ἀνθέμιος δὲ ὁ τῶν δυσμῶν αὐτοκράτωρ πρὸς τοῦ κηδεστοῦ Ῥεκίμερος διαφθαρεὶς ἐτελεύτα, Ὀλύβριός τε τὴν βασιλείαν ἐκδεξάμενος ὀλίγῳ ὕστερον χρόνῳ τὴν ὁμοίαν πεπρωμένην ἀνέπλησε.τελευτήσαντος δὲ καὶ Λέοντος ἐν Βυζαντίῳ, παρέλαβε τὴν βασιλείαν Λέων ὁ Ζήνωνός τε καὶ Ἀριάδνης τῆς Λέοντος θυγατρός, ἐς ἡμερῶν ἔτι ὀλίγων που ἡλικίαν ἥκων.αἱρεθέντος δὲ ξυμβασιλέως αὐτῷ τοῦ πατρός, αὐτίκα δὴ μάλα ὁ παῖς ἐξ ἀνθρώπων ἠφάνιστο.ἄξιον δὲ καὶ Μαϊορίνου ἐπιμνησθῆναι, ὃς δὴ πρότερον ἔσχε τὸ ἑσπέριον κράτος. οὗτος γὰρ ὁ Μαϊορῖνος, ξύμπαντας τοὺς πώποτε Ῥωμαίων βεβασιλευκότας ὑπεραίρων ἀρετῇ πάσῃ, τὸ Λιβύης πάθος οὐκ ἤνεγκε πρᾴως, ἀλλὰ στρατιὰν ἐπὶ Βανδίλους ἀξιολογωτάτην ἀγείρας ἐν Λιγούροις ἐγένετο, αὐτὸς τῷ στρατῷ ἐπὶ τοὺς πολεμίους ἐξηγεῖσθαι διανοούμενος.ἦν γὰρ ὁ Μαϊορῖνος ἔς τε τοὺς ἄλλους πόνους καὶ οὐχ ἥκιστα ἐς τοὺς κινδύνους ἄοκνος κομιδῆ.οὐκ ἀξύμφορον δέ οἱ ἡγούμενος εἶναι δύναμίν τε τὴν Βανδίλων καὶ τὸ Γιζερίχου ἦθος διερευνήσασθαι πρότερον καὶ ὅπη ποτὲ Μαυρούσιοί τε καὶ Λίβυες εὐνοίας τε ἢ ἔχθους πέρι ἐς αὐτοὺς ἔχοιεν, οὐκ ἄλλοις τισι πιστεύειν τὸ τοιοῦτον ἢ ὀφθαλμοῖς τοῖς αὑτοῦ ἔγνω.πρεσβευτὴς οὖν ὡς δὴ ἐκ βασιλέως παρὰ τὸν Γιζέριχον ἐστάλη, ἄλλο τι αὑτῷ ὄνομα ξυμπεπλασμένον ἐπενεγκών. δείσας δὲ μὴ καταφανὴς γεγονὼς αὐτός τε κακόν τι λάβῃ καὶ τὰ πρασσόμενα διακωλύσῃ, μηχανᾶται τοιάδε.τὰς ἐν τῇ κεφαλῇ τρίχας ʽδιαβόητοι γὰρ ἦσαν ἐς πάντας ἀνθρώπους ὅτι δὴ οὕτω ξανθαὶ εἶεν ὥστε χρυσῷ ἀκιβδήλῳ εἰκάζεσθαἰ βαφῇ τινι χρίσας ἐς τοῦτο ἐξεπίτηδες ἐξευρημένῃ ἐπὶ καιροῦ μεταβαλεῖν ἐς τὸ κυάνεον παντελῶς ἴσχυσεν.ἐπεὶ δὲ Γιζερίχῳ ἐς ὄψιν ἦλθε, τά τε ἄλλα ὁ Γιζέριχος αὐτὸν ἐνεχείρει δεδίσσεσθαι καὶ ἅτε φίλον ἐπαγαγόμενος ἐς τὸ οἴκημα ἦλθεν οὗ δὴ τὰ ὅπλα ξυνέκειτο πάντα, πολλά τε καὶ ἀξιολογώτατα ὑπερφυῶς ὄντα.ἐνταῦθά φασι τὰ ὅπλα κινηθέντα ἐκ τοῦ αὐτομάτου πάταγον οὐ μέτριον οὐδὲ τὸν τυχόντα ἀφεῖναι, καὶ τότε μὲν τῷ Γιζερίχῳ σεισμόν τινα γεγονέναι δοκεῖν, ἔξω δὲ γενομένῳ ἀμφί τε τῷ σεισμῷ ἀναπυνθανομένῳ, ἐπεί οἱ τῶν ἄλλων οὐδεὶς ὡμολόγει, θαῦμα μὲν ἐπιπεσεῖν μέγα, οὐ μέντοι ξυμβαλεῖν τὸ γεγονὸς οἵῳ τε εἶναι.ὁ μὲν οὖν Μαϊορῖνος διαπεπραγμένος ἅπερ ἐβούλετο ἐπὶ Λιγουρίας ἀπεκομίσθη, καὶ τῷ στρατῷ πεζῇ βαδίζοντι ἐξηγούμενος ἐπὶ στήλας τὰς Ἡρακλείους ᾔει, διαβαίνειν μὲν διανοούμενος τὸν ἐκείνῃ πορθμόν, ὁδῷ δὲ τὸ λοιπὸν ἐπὶ Καρχηδόνα ἐνθένδε ἰέναι.ὧνπερ ὁ Γιζέριχος αἰσθόμενος καὶ ὅτι δὴ πρὸς Μαϊορίνου ἐν τῇ πρεσβείᾳ φενακισθείη, ἔς τε ὀρρωδίαν ἐμπέπτωκε καὶ τὰ ἐς τὸν πόλεμον ἐξηρτύετο.οἵ τε Ῥωμαῖοι τεκμηριούμενοι τῇ Μαϊορίνου ἀρετῇ εὐέλπιδες ἤδη ἐγένοντο Λιβύην τῇ ἀρχῇ ἀνασώσασθαι.ἀλλὰ μεταξὺ νόσῳ δυσεντερίας ἁλοὺς ὁ Μαϊορῖνος διαφθείρεται, ἀνὴρ τὰ μὲν εἰς τοὺς ὑπηκόους μέτριος γεγονώς, φοβερὸς δὲ τὰ ἐς τοὺς πολεμίους.καὶ Νέπως δὲ τὴν βασιλείαν παραλαβὼν ὀλίγας τε ἡμέρας ἐπιβιοὺς ἐτελεύτησε νόσῳ, καὶ Γλυκέριος μετ’ αὐτὸν ἐς ταύτην δὴ προελθὼν τὴν ἀρχὴν τύχην τὴν ὁμοίαν ἀνέπλησε. μεθ’ ὃν δὴ Αὔγουστος τὴν αὐτοκράτορα ἀρχὴν ἔλαβε.βασιλεῖς μέντοι καὶ ἄλλοι πρότερον ἐν τῇ ἑσπερίᾳ γεγόνασιν, ὧνπερ τὰ ὀνόματα ἐξεπιστάμενος ὡς ἥκιστα ἐπιμνήσομαι.χρόνον τε γὰρ αὐτοῖς τῇ ἀρχῇ ὀλίγον τινὰ ἐπιβιῶναι καὶ ἀπ’ αὐτοῦ λόγου ἄξιον οὐδὲν πεπραχέναι ξυνέπεσε. ταῦτα μὲν ἐν τῇ ἑσπερίᾳ ἐγένετο.Ἐν δὲ Βυζαντίῳ ὁ Βασιλίσκος ʽοὐ γὰρ ἔτι οἷός τε ἦν τὸν ἔρωτα τῆς βασιλείας βιάζεσθαἰ τυραννίδι ἐπιθέμενος ἐκράτησεν οὐδενὶ πόνῳ, Ζήνωνος ὁμοῦ τῇ γυναικὶ ἐς τὴν Ἰσαυρίαν, ἀφ’ ἧς δὴ ὡρμᾶτο, διαφυγόντος.