καὶ ἐπεὶ βουλομένῳ αὐτῇ ξυγγενέσθαι ἀμήχανα ἦν, ἐβούλευσέ τε ἀνόσια ἔργα καὶ ἐπιτελῆ ταῦτα ἐποίησε.μεταπεμψάμενος γὰρ τὸν Μάξιμον ἐς παλάτιον ξὺν αὐτῷ ἐς τὸ πεττεύειν καθίστατο, καὶ χρυσίον ῥητὸν ἐτέτακτο ἡ ζημία τῷ ἡσσηθέντι·νενικηκὼς δὲ ὁ βασιλεὺς ἐν τούτῳ τῷ ἔργῳ καὶ τὸν Μαξίμου δακτύλιον ἐνέχυρον τῷ ξυγκειμένῳ κεκομισμένος ἐς τὴν ἐκείνου οἰκίαν πέμπει, εἰπεῖν ἐπιστείλας τῇ γυναικὶ ὅτι δὴ αὐτὴν κελεύει Μάξιμος ὡς τάχιστα ἐς παλάτιον ἥκειν τὴν βασιλίδα Εὐδοξίαν ἀσπασομένην.καὶ ἡ μὲν τὸν λόγον τῷ δακτυλίῳ τεκμηραμένη Μαξίμου εἶναι ἐσβᾶσα εἰς τὸ φορεῖον κομίζεται ἐς τὴν βασιλέως αὐλήν.λαβόντες δὲ αὐτὴν οἷς δὴ αὕτη ἐκ βασιλέως ἡ ὑπουργία ἐπέκειτο, εἰσάγουσιν εἴς τι δωμάτιον τῆς γυναικωνίτιδος μακρὰν ἄποθεν, οὗ δὴ αὐτῇ ὁ Βαλεντινιανὸς ἐντυχὼν οὔτι ἑκουσίαν βιάζεται.ἡ δὲ μετὰ τὴν ὕβριν ἐς τοῦ ἀνδρὸς τὴν οἰκίαν ἐλθοῦσα δεδακρυμένη τε καὶ τῇ συμφορᾷ ὡς ἔνι μάλιστα περιαλγοῦσα πολλὰς ἐπέβαλε τῷ Μαξίμῳ ἀράς, ἅτε τοῖς πεπραγμένοις τὴν αἰτίαν παρασχομένῳ.περιώδυνος τοίνυν ὁ Μάξιμος τοῖς ξυμπεσοῦσι γενόμενος αὐτίκα μὲν εἰς ἐπιβουλὴν τοῦ βασιλέως καθίστατο· ὡς δὲ τὸν Ἀέτιον ἑώρα μέγα δυνάμενον, ὃς καὶ Ἀττίλαν ἄρτι ἐνενικήκει στρατῷ μεγάλῳ Μασσαγετῶν τε καὶ τῶν ἄλλων Σκυθῶν ἐς τὴν Ῥωμαίων ἀρχὴν ἐσβαλόντα, ἐνθύμιόν οἱ ἐγένετο ὥς οἱ Ἀέτιος ἐς τὰ πρασσόμενα ἐμπόδιος ἔσται.ταῦτά τε διανοουμένῳ ἄμεινον ἔδοξεν εἶναι τὸν Ἀέτιον ἐκποδὼν ποιήσασθαι πρότερον, οὐδὲν ποιησαμένῳ ὅτι ἐς αὐτὸν περιέστηκε πᾶσα ἡ Ῥωμαίων ἐλπίς.τῶν δὲ ἀμφὶ τὴν βασιλέως θεραπείαν εὐνούχων εὐνοϊκῶς οἱ ἐχόντων, ἀνέπεισε ταῖς αὐτῶν μηχαναῖς βασιλέα ὡς νεωτέροις πράγμασιν ἐγχειροίη Ἀέτιος.Βαλεντινιανὸς δὲ ἄλλῳ οὐδενὶ ὅτι μὴ τῇ Ἀετίου δυνάμει τε καὶ ἀρετῇ τεκμηριώσας τὸν λόγον ὑγιᾶ εἶναι κτείνει τὸν ἄνδρα.ὅτε δὴ καὶ Ῥωμαίων τις ἔπος εἰπὼν ηὐδοκίμησεν. ἐρομένου γὰρ αὐτὸν βασιλέως εἴ οἱ καλῶς ὁ τοῦ Ἀετίου θάνατος ἐργασθείη, ἀπεκρίνατο λέγων οὐκ ἔχειν μὲν εἰδέναι τοῦτο εἴτε εὖ εἴτε πη ἄλλῃ αὐτῷ εἴργασται, ἐκεῖνο μέντοι ὡς ἄριστα ἐξεπίστασθαι, ὅτι αὑτοῦ τὴν δεξιὰν τῇ ἑτέρᾳ χειρὶ ἀποτεμὼν εἴη.Ἀετίου γοῦν τελευτήσαντος Ἀττίλας, οὐδενός οἱ ἀντιπάλου ὄντος, Εὐρώπην τε ξύμπασαν πόνῳ οὐδενὶ ἐληίζετο καὶ βασιλείαν ἑκατέραν ἐπακούουσαν ἐς φόρου ἀπαγωγὴν ἔσχε. δασμοὶ γὰρ αὐτῷ πρὸς τῶν βασιλέων ἐπέμποντο ἀνὰ πᾶν ἔτος.τότε τῷ Ἀττίλᾳ πόλιν Ἀκυληίαν πολιορκοῦντι μεγάλην τε καὶ ἀτεχνῶς πολυάνθρωπον, παραλίαν μέν, ἐκτὸς δὲ κόλπου τοῦ Ἰονίου οὖσαν,τοιόνδε φασὶν εὐτύχημα ξυνενεχθῆναι. λέγουσι γὰρ αὐτόν, ἐπειδὴ οὔτε βίᾳ οὔτε τῳ ἄλλῳ τρόπῳ οἷός τε ἦν τὸ χωρίον ἑλεῖν, πρός τε τὴν προσεδρείαν ἀπειπεῖν, ἤδη ἐπὶ μακρότατον γεγενημένην, καὶ ἅπαν κελεῦσαι τὸ στράτευμα τὰ ἐς τὴν ἀναχώρησιν ἐν παρασκευῇ αὐτίκα δὴ μάλα ποιήσασθαι, ὅπως δὴ τῇ ὑστεραίᾳ ἐνθένδε ἅπαντες ἐξανιστῶνται ἅμα ἡλίῳ ἀνίσχοντι.ἡμέρᾳ δὲ τῇ ἐπιγινομένῃ ἀμφὶ ἡλίου ἀνατολὰς λύσαντας μὲν τὴν προσεδρείαν τοὺς βαρβάρους τῆς ἀφόδου ἔχεσθαι ἤδη, ἕνα δὲ πελαργὸν ἐπὶ πύργου τινὸς τοῦ τῆς πόλεως περιβόλου καλιάν τε ἔχοντα καὶ νεοττοὺς τρέφοντα ἐνθένδε ἐκ τοῦ αἰφνιδίου ξὺν τοῖς τέκνοις ἐξαναστῆναι.καὶ τὸν μὲν πατέρα πελαργὸν ἵπτασθαι, τοὺς δὲ πελαργιδεῖς, ἅτε οὔπω ἐκπετησίμους παντάπασιν ὄντας, τὰ μὲν αὐτῷ μετέχειν τῆς πτήσεως, τὰ δὲ ἐπὶ τοῦ νώτου τοῦ πατρὸς φέρεσθαι, οὕτω τε ἀποπτάντας τῆς πόλεως ἑκαστάτω γενέσθαι.ὃ δὴ Ἀττίλαν κατιδόντα ʽἦν γὰρ δεινότατος ξυνεῖναί τε καὶ ξυμβαλεῖν ἅπαντἀ κελεῦσαι τὸν στρατὸν αὖθις ἐν χώρῳ τῷ αὐτῷ μένειν, ἐπειπόντα οὐκ ἄν ποτε εἰκῆ ἐνθένδε ἀποπτάντα ξὺν τοῖς νεοττοῖς τὸν ὄρνιν οἴχεσθαι, εἰ μή τι ἐμαντεύετο φλαῦρον οὐκ εἰς μακρὰν τῷ χωρίῳ ξυμβήσεσθαι.οὕτω μὲν τὸ τῶν βαρβάρων στρατόπεδον αὖθις ἐς τὴν πολιορκίαν καταστῆναί φασι, τοῦ δὲ περιβόλου μοῖράν τινα οὐ πολλῷ ὕστερον ἐκείνην ἣ τὴν τοῦ ὄρνιθος τούτου καλιὰν εἶχεν, ἀπʼ οὐδεμιᾶς αἰτίας ἐξαπιναίως καταπεσεῖν καὶ τοῖς πολεμίοις ταύτῃ ἐσιτητὰ ἐς τὴν πόλιν γενέσθαι, οὕτω τε τὴν Ἀκυληίαν κατὰ κράτος ἁλῶναι. τὰ μὲν οὖν ἀμφὶ τῇ Ἀκυληίᾳ ταύτῃ πη ἔσχεν.Ὕστερον δὲ καὶ βασιλέα οὐδενὶ πόνῳ ἔκτεινε Μάξιμος καὶ τὴν τυραννίδα ἔσχε, τῇ τε Εὐδοξίᾳ ξυγγέγονε βίᾳ. γυνὴ γὰρ ἥπερ αὐτῷ ξυνῴκει τετελευτήκει οὐ πολλῷ πρότερον. καί ποτε αὐτῇ ἐν τῇ κοίτῃ προσέφερε λόγον ὡς τοῦ αὐτῆς ἔρωτος εἵνεκα πάντα εἴη διαπεπραγμένος ἃ εἴργαστο.τήν τε Εὐδοξίαν ἀχθομένην Μαξίμῳ καὶ πρότερον τίσασθαί τε αὐτὸν τῆς ἐς Βαλεντινιανὸν ἀδικίας ἐπιθυμοῦσαν ἔτι μᾶλλον εἰς αὐτὸν οἰδαίνειν ὁ λόγος ἐποίησεν, ἔς τε τὴν ἐπιβουλὴν ἐνῆγεν, ἐπεὶ τῷ ἀνδρὶ αὐτῆς ἕνεκα ξυμβῆναι τὴν συμφορὰν Μαξίμου λέγοντος ἤκουσε.καὶ ἐπειδὴ τάχιστα ἡμέρα ἐγένετο, πέμπει ἐς Καρχηδόνα δεομένη Γιζερίχου τιμωρεῖν Βαλεντινιανῷ ὑπ’ ἀνδρὸς ἀνοσίου διαφθαρέντι, αὐτοῦ τε ἀναξίως καὶ τῆς βασιλείας, καὶ αὐτὴν ῥύεσθαι πάσχουσαν πρὸς τοῦ τυράννου ἀνόσια.