ἐπεὶ δὲ ὁ Βονιφάτιος ἤκουσε ταῦτα, τῆς τε πράξεως αὐτῷ καὶ τῆς ἐς τοὺς βαρβάρους ὁμολογίας μετέμελε, καὶ αὐτοὺς ἐλιπάρει μύρια πάντα ὑποδεχόμενος ἀπὸ Λιβύης ἀνίστασθαι.τῶν δὲ οὐκ ἐνδεχομένων τοὺς λόγους, ἀλλὰ περιυβρίζεσθαι οἰομένων, ἐς χεῖρας αὐτοῖς ἐλθεῖν ἠναγκάσθη καὶ ἡσσηθεὶς τῇ μάχῃ ἐς Ἱππονερέγιον ἀνεχώρησε, πόλιν ὀχυρὰν ἐν Νουμιδίᾳ τῇ ἐπὶ θαλάσσῃ κειμένην.ἔνθα δὴ οἱ Βανδίλοι στρατοπεδευσάμενοι Γιζερίχου σφίσιν ἡγουμένου ἐπολιόρκουν· Γόνθαρις γὰρ ἤδη ἐτεθνήκει. φασὶ δὲ αὐτὸν πρὸς τοῦ ἀδελφοῦ ἀπολέσθαι.Βανδίλοι δὲ τούτοις οὐχ ὁμολογοῦντες Γόνθαρίν φασιν ἐν Ἱσπανίᾳ πρὸς Γερμανῶν ξυλληφθέντα ἐν μάχῃ ἀνασκολοπισθῆναι, καὶ Γιζέριχον ἤδη αὐτοκράτορα ὄντα Βανδίλοις ἐς Λιβύην ἡγήσασθαι.ταῦτα μὲν δὴ οὕτω πρὸς Βανδίλων ἀκήκοα. χρόνου δὲ πολλοῦ διελθόντος, ἐπεὶ οὔτε βία οὔτε ὁμολογίᾳ τὸ Ἱππονερέγιον παραστήσασθαι οἷοί τε ἦσαν καὶ τῷ λιμῷ ἐπιέζοντο, τὴν προσεδρείαν διέλυσαν.ὀλίγῳ δὲ ὕστερον χρόνῳ Βονιφάτιός τε καὶ οἱ ἐν Λιβύῃ Ῥωμαῖοι, ἐπεὶ αὐτοῖς ἔκ τε Ῥώμης καὶ Βυζαντίου πολὺς στρατὸς ἦλθε καὶ στρατηγὸς Ἄσπαρ, ἀναμαχέσασθαί τε ἠξίουν καὶ μάχης καρτερᾶς γενομένης παρὰ πολὺ ἡσσημένοι τῶν πολεμίων ὅπη ἕκαστος ἐδύναντο ἐς φυγὴν ὥρμηντο.καὶ ὅ τε Ἄσπαρ ἐπ’ οἴκου ἀπεκομίσθη καὶ Βονιφάτιος ὡς Πλακιδίαν ἀφικόμενος τὴν ὑποψίαν διέλυεν, ὡς οὐκ ἐξ ἀληθοῦς αἰτίας ἐς αὐτὸν γένοιτο.Τὴν μὲν δὴ Λιβύην οὕτω Βανδίλοι Ῥωμαίους ἀφελόμενοι ἔσχον. τῶν δὲ πολεμίων οὓς λάβοιεν ζῶντας ἐν ἀνδραπόδων ποιούμενοι μοίρᾳ ἐν φυλακῇ εἶχον.ἐν τούτοις δὲ καὶ Μαρκιανὸν ξυνέπεσεν εἶναι, ὃς ὕστερον τελευτήσαντος Θεοδοσίου τὴν βασιλείαν παρέλαβε.τότε μέντοι Γιζέριχος ἐν τῇ βασιλέως αὐλῇ παρεῖναι τοὺς αἰχμαλώτους ἐκέλευεν, ὅπως οἱ εἰδέναι σκοπουμένῳ ἐξῇ ὅτῳ ἂν δεσπότῃ αὐτῶν ἕκαστος οὐκ ἀπὸ τῆς αὑτοῦ ἀξίας δουλεύοι.καὶ ἐπειδὴ ξυνελέγησαν αἴθριοι, ἀμφὶ ἡμέραν μέσην ὥρᾳ θέρους ἀχθόμενοι τῷ ἡλίῳ ἐκάθηντο. ἐν αὐτοῖς δὲ καὶ Μαρκιανὸς ὅπου δὴ ἀπημελημένως ἐκάθευδε.καί τις αὐτοῦ ἀετὸς ὑπερίπτατο, τὰ πτερά, ὡς λέγουσι, διαπετάσας, ἀεί τε μένων ἐν τῇ αὐτῇ τοῦ ἀέρος χώρᾳ μόνον τὸν Μαρκιανὸν ἐπεσκίαζεν.ἐκ δὲ τῶν ὑπερῴων τὸ ποιούμενον ἰδὼν Γιζέριχος, ἀγχίνους τις ὢν μάλιστα, θεῖόν τε εἶναι τὸ πρᾶγμα ὑπώπτευσε καὶ τὸν ἄνθρωπον μεταπεμψάμενος ἐπυνθάνετο αὐτοῦ ὅστις ποτὲ εἴη.ὁ δὲ τῶν ἀπορρήτων Ἄσπαρι ἔφη κοινωνὸς εἶναι· δομέστικον δὲ τοῦτον τῇ σφετέρᾳ γλώσσῃ καλοῦσι Ῥωμαῖοι.ταῦτα Γιζερίχῳ ἀκούσαντι καὶ ξυμβαλλομένῳ μὲν τὸ τοῦ ὄρνιθος ἔργον, τὴν δὲ Ἄσπαρος δύναμιν ἐν νῷ ἔχοντι ὅσῃ ἐν Βυζαντίῳ ἐχρῆτο, καταφανὲς ἐγίνετο ὡς εἰς βασιλείαν ὁ ἀνὴρ ἄγοιτο.κτεῖναι μὲν οὖν αὐτὸν ἥκιστα ἐδικαίου, ἐκλογιζόμενος ὡς, ἢν μὲν ἐξ ἀνθρώπων αὐτὸν ἀφανίζῃ, εὔδηλον ἔσται ὡς οὐδὲν ἂν τὸ τῷ ὄρνιθι ποιηθὲν εἴη ʽοὐ γὰρ βασιλέα τῇ σκιᾷ θεραπεύοι, ὅς γε αὐτίκα δὴ ἀπολεῖσθαι ἔμελλἐ, λόγῳ τε αὐτὸν οὐδενὶ κτείνοι· ἢν δέ γε χρῆν ἐν τῷ ὑστέρῳ χρόνῳ βασιλεῦσαι τὸν ἄνθρωπον, οὐ μήποτέ οἱ θανάτῳ καταληπτὸς ἔσται· τὰ γὰρ τοῦ θεοῦ ἐς βουλὴν ἥκοντα οὐκ ἂν δύναιτο ἀνθρώπου γνώμῃ κωλυτὰ εἶναι.ὅρκοις δὲ αὐτὸν καταλαμβάνει ὡς, ἢν ἐπ’ αὐτῷ ἔσται, οὔποτε πρός γε Βανδίλους ἐν ὅπλοις γένηται. οὕτω δὴ Μαρκιανὸς ἀφειμένος ἐς Βυζάντιον ἀφίκετο καὶ Θεοδοσίου χρόνῳ ὕστερον τελευτήσαντος ἐδέξατο τὴν βασιλείαν.καὶ τὰ μὲν ἄλλα ξύμπαντα βασιλεὺς ἐγεγόνει ἀγαθός, τὰ δὲ ἀμφὶ Λιβύην ἐν οὐδενὶ ἐποιήσατο λόγῳ. ἀλλὰ ταῦτα μὲν ἐν τῷ ὑστέρῳ χρόνῳ ἐγένετο.Γιζέριχος δὲ τότε Ἄσπαρά τε καὶ Βονιφάτιον μάχῃ νικήσας πρόνοιάν τε ἐπιδειξάμενος ἀφηγήσεως ἀξίαν, τὴν εὐτυχίαν ὡς μάλιστα ἐκρατύνατο.δείσας γάρ, ἢν καὶ αὖθις ἔκ τε Ῥώμης καὶ Βυζαντίου στρατὸς ἐπ’ αὐτὸν ἴοι, μὴ οὐχ οἷοί τε ὦσιν οἱ Βανδίλοι τῇ τε ῥώμῃ καὶ τῇ τύχῃ ὁμοίᾳ χρῆσθαι, ἐπεὶ τὰ ἀνθρώπεια τοῖς τε θείοις σφάλλεσθαι καὶ τοῖς σώμασι φιλεῖ ἐλασσοῦσθαι, οὐχ οἷς εὐημέρησεν ἐπηρμένος, ἀλλ’ οἷς ἔδεισε μέτριος γεγονώς, σπονδὰς πρὸς βασιλέα Βαλεντινιανὸν ποιεῖται ἐφ’ ᾧ ἐς ἕκαστον ἔτος δασμοὺς ἐκ Λιβύης βασιλεῖ φέρειν, ἕνα τε τῶν παίδων Ὁνώριχον ἐν ὁμήρου μοίρᾳ ἐπὶ ταύτῃ δὴ τῇ ὁμολογίᾳ παρέδωκε.Γιζέριχος μὲν οὖν ἔν τε τῇ μάχῃ ἐγένετο ἀνὴρ ἀγαθὸς καὶ τὴν νίκην ὡς ἀσφαλέστατα διεφύλαξε καὶ Ὁνώριχον τὸν παῖδα τῆς φιλίας αὐτοῖς ἐπὶ μέγα χωρούσης ἀπέλαβεν.ἐν δὲ δὴ Ῥώμῃ Πλακιδία μὲν πρότερον ἐτελεύτα, ἔπειτα δὲ Βαλεντινιανὸς ὁ ταύτης υἱός, ἄπαις ἀρσενογόνου, θυγατέρε μέντοι αὐτῷ δύο ἐξ Εὐδοξίας τῆς Θεοδοσίου παιδὸς ἐγενέσθην. ὅτῳ δὲ τρόπῳ Βαλεντινιανὸς ἐτελεύτα, λέξων ἔρχομαι.Μάξιμός τις ἦν ἐκ γερουσίας ἀνὴρ Ῥωμαῖος, ἐκ τῆς ἐκείνου Μαξίμου οἰκίας ὃν ὁ πρεσβύτερος Θεοδόσιος τυραννοῦντα καθελὼν ἔκτεινεν· ὑπὲρ οὗ δὴ καὶ τὴν ἐνιαύσιον ἑορτὴν ἄγουσι Ῥωμαῖοι τῆς τοῦ Μαξίμου ἥσσης ἐπώνυμον.οὗτος ὁ νεώτερος Μάξιμος γυναικὶ ξυνῴκει σώφρονί τε τὸν τρόπον καὶ τὸ κάλλος διαβοήτῳ ἐς ἄγαν οὔσῃ. διὸ δὴ αὐτῇ ἐς κοίτην ἐλθεῖν Βαλεντινιανῷ τις ἐπιθυμία ἐγένετο.