εἰσὶ δὲ οἳ καὶ τοὺς παῖδας ἐν ὁμήρων παρείχοντο λόγῳ, τά τε ξύμβολα σφίσι παρ’ αὐτοῦ στέλλεσθαι τῆς ἀρχῆς κατὰ δὴ τὸν παλαιὸν νόμον ἐδέοντο.νόμος γὰρ ἦν Μαυρουσίων ἄρχειν μηδένα, κἂν Ῥωμαίοις πολέμιος ᾖ, πρὶν ἂν αὐτῷ τὰ γνωρίσματα τῆς ἀρχῆς ὁ Ῥωμαίων βασιλεὺς δοίη.ἅπερ ἤδη πρὸς Βανδίλων λαβόντες οὐκ ᾤοντο ἐν βεβαίῳ τὴν ἀρχὴν ἔχειν.ἔστι δὲ τὰ ξύμβολα ταῦτα ῥάβδος τε ἀργυρᾶ κατακεχρυσωμένη καὶ πῖλος ἀργυροῦς οὐχ ὅλην τὴν κεφαλὴν σκέπων, ἀλλ’ ὥσπερ στεφάνη τελαμῶσιν ἀργυροῖς πανταχόθεν ἀνεχόμενος, καὶ τριβώνιόν τι λευκὸν ἐς χρυσῆν περόνην κατὰ τὸν δεξιὸν ὦμον ἐν χλαμύδος σχήματι Θετταλῆς ξυνιόν, χιτών τε λευκὸς ποικίλματα ἔχων, καὶ ἀρβύλη ἐπίχρυσος.Βελισάριος δὲ ταῦτά τε αὐτοῖς ἔπεμψε καὶ χρήμασι πολλοῖς αὐτῶν ἕκαστον ἐδωρήσατο.οὐ μέντοι αὐτῷ ἐς ξυμμαχίαν ἀφίκοντο, οὐ μὴν οὐδὲ Βανδίλοις ἐπαμύνειν ἐτόλμησαν, ἀλλ’ ἐκποδὼν ἀμφοτέροις στάντες ἐκαραδόκουν ὅπη ποτὲ ἡ τοῦ πολέμου τύχη ἐκβήσεται. ὧδε μὲν Ῥωμαίοις τὰ πράγματα εἶχε.Γελίμερ δὲ τῶν τινα Βανδίλων ἐς Σαρδὼ ἔπεμψεν, ἐπιστολὴν πρὸς Τζάζωνα τὸν ἀδελφὸν ἔχοντα. ὃς ἐς τὴν παραλίαν κατὰ τάχος ἐλθὼν ὁλκάδος τε ἀναγομένης ἐπιτυχών, ἐς Καρανάλεως τὸν λιμένα κατέπλευσε καὶ Τζάζωνι τὴν ἐπιστολὴν ἐνεχείρισεν. ἐδήλου δὲ ἡ γραφὴ τάδε·“Οὐκ ἦν, οἶμαι, Γώδας ὁ τὴν νῆσον ἡμῶν ἀποστήσας, ἀλλά τις ἄτη ἐξ οὐρανοῦ ἐς Βανδίλους ἐπιπεσοῦσα.σέ τε γὰρ ἐξ ἡμῶν καὶ Βανδίλων τοὺς δοκίμους ἀφελομένη ἅπαντα συλλήβδην ἐκ τοῦ Γιζερίχου οἴκου τὰ ἀγαθὰ ἥρπασεν.οὐ γὰρ ἐπὶ τῷ ἀνασώσασθαι τὴν νῆσον ἡμῖν ἐνθένδε ἀπῆρας, ἀλλ’ ὅπως Λιβύης Ἰουστινιανὸς κύριος ἔσται. τὰ γὰρ τῇ τύχῃ δόξαντα πρότερον πάρεστι τανῦν ἐκ τῶν ἀποβάντων εἰδέναι.Βελισάριος μὲν οὖν στρατῷ ὀλίγῳ ἐφ’ ἡμᾶς ἥκει· ἡ δὲ ἀρετὴ ἐκ Βανδίλων ἀπιοῦσα εὐθὺς ᾤχετο, μεθ’ ἑαυτῆς λαβοῦσα τὴν ἀγαθὴν τύχην.Ἀμμάτας μὲν γὰρ καὶ Γιβαμοῦνδος πεπτώκασι, μαλθακιζομένων Βανδίλων, ἵπποι δὲ καὶ νεώρια καὶ ξύμπασα Λιβύη καὶ οὐχ ἥκιστα αὐτὴ Καρχηδὼν ἔχονται ἤδη πρὸς τῶν πολεμίων.οἱ δὲ κάθηνται, τὸ μὴ ἐν τοῖς πόνοις ἀνδραγαθίζεσθαι παίδων τε καὶ γυναικῶν ἀνταλλαξάμενοι καὶ πάντων χρημάτων, ἡμῖν τε ἀπολέλειπται μόνον τὸ Βούλλης πεδίον, οὗπερ ἡμᾶς ἡ εἰς ὑμᾶς ἐλπὶς καθίσασα εἴργει.ἀλλὰ σὺ τυραννίδα τε καὶ Σαρδὼ καὶ τὰς περὶ ταῦτα φροντίδας ἐάσας ὅτι τάχιστα παντὶ τῷ στόλῳ εἰς ἡμᾶς ἧκε. οἷς γὰρ ὑπὲρ τῶν κεφαλαίων ὁ κίνδυνος, τἄλλα ἀκριβολογεῖσθαι ἀξύμφορον.κοινῇ δὲ τὸ λοιπὸν ἀγωνιζόμενοι πρὸς τοὺς πολεμίους ἢ τύχην τὴν προτέραν ἀνασωσόμεθα, ἢ κερδανοῦμεν τὸ μὴ ἀλλήλων χωρὶς τὰ ἐκ τοῦ δαιμονίου ἐνεγκεῖν δύσκολα.”Ταῦτα ἐπεὶ Τζάζων εἶδέ τε ἀπενεχθέντα καὶ ἐς τοὺς Βανδίλους ἐξήνεγκεν, ἔς τε οἰμωγὰς καὶ ὀλοφύρσεις ἐτράποντο, οὐ μέντοι ἐκ τοῦ ἐμφανοῦς, ἀλλ’ ὡς ἔνι μάλιστα ἐγκρυφιάζοντές τε καὶ τοὺς νησιώτας λανθάνοντες σιωπῇ ἐφ’ ἑαυτῶν τὰ παρόντα σφίσιν ὠδύροντο.καὶ αὐτίκα μὲν τὰ ἐν ποσίν, ὥς πη ἔτυχε, διαθέμενοι τὰς ναῦς ἐπλήρουν.ἄραντες δὲ ἐνθένδε παντὶ τῷ στόλῳ τριταῖοι κατέπλευσαν ἐς τὴν Λιβύης ἀκτὴν ἣ Νουμίδας τε καὶ Μαυριτανοὺς διορίζει.καὶ πεζῇ βαδίζοντες ἀφικνοῦνται ἐς τὸ Βούλλης πεδίον, οὗ δὴ ἀνεμίγνυντο τῷ ἄλλῳ στρατῷ. ἐνταῦθα συχνὰ ἐλέου πολλοῦ ἄξια Βανδίλοις ξυνέβη, ἅπερ ἔγωγε οὐκ ἂν ἔτι φράσαι ἱκανῶς ἔχοιμι.οἶμαι γὰρ εἰ καὶ αὐτῶν πολεμίων ἀνδρὶ θεατῇ γενέσθαι τετύχηκε, τάχα ἂν καὶ αὐτὸς Βανδίλους τε τότε καὶ τύχην τὴν ἀνθρωπείαν ᾠκτίσατο.ὅ τε γὰρ Γελίμερ καὶ ὁ Τζάζων ἐπειδὴ ἀλλήλοιν τῷ τραχήλῳ περιεβαλέσθην, μεθίεσθαι τὸ λοιπὸν οὐδαμῆ εἶχον, οὐδὲν μέντοι ἐς ἀλλήλους ἐφθέγγοντο, ἀλλὰ τὼ χεῖρε σφίγγοντες ἔκλαιον, καὶ Βανδίλων τῶν ξὺν Γελίμερι ἕκαστος τῶν τινα ἐκ Σαρδοῦς ἥκοντα περιβαλὼν κατὰ ταὐτὰ ἐποίει.χρόνον τε συχνὸν ὥσπερ ἀλλήλοις ἐμπεφυκότες, ἡδονῆς τῆς ἐνθένδε ἀπώναντο, καὶ οὔτε οἱ ἀμφὶ Γελίμερα περὶ τοῦ Γώδα ʽἐπεὶ αὐτοὺς ἡ παροῦσα τύχη ἐκπλήξασα τὰ πρόσθεν σφίσι σπουδαιότατα δόξαντα εἶναι τοῖς ἤδη ἐς ἄγαν ἀπημελημένοις ξυνέτασσεν’ οὔτε οἱ ἐκ Σαρδοῦς ἥκοντες ἐρωτᾶν τι ἠξίουν ἀμφὶ τοῖς ἔν γε Λιβύῃ ξυνενεχθεῖσιν. ἱκανὸς γὰρ αὐτοῖς ὁ χῶρος τεκμηριῶσαι τὰ ξυμπεσόντα ἐγίνετο.οὐ μὴν οὐδὲ γυναικῶν ἢ παίδων ἰδίων λόγον ἐποιοῦντό τινα, ἐξεπιστάμενοι ὡς, ἤν τις αὐτοῖς ἐνταῦθα οὐκ εἴη, δῆλον ὅτι ἢ ἐτελεύτα ἢ ὑπὸ τῶν πολεμίων ταῖς χερσὶ γέγονε. ταῦτα μὲν δὴ ταύτῃ πη ἔσχεν.