οἱ μὲν οὖν Βανδίλοι ἔργου ἤδη ἐπ’ αὐτοὺς εἴχοντο, ἤνυτον δὲ οὐδέν. οἱ γὰρ Ῥωμαῖοι ταῖς τε ἀσπίσι φραξάμενοι καὶ τοῖς δορατίοις ἀμυνόμενοι τοὺς ἐπιόντας σπουδῇ ἤλαυνον.οὕτω τε Διογένης τοὺς πολεμίους διέφυγε, δύο μὲν τῶν ἑπομένων ἀποβαλών, τοὺς δὲ λοιποὺς σώσας.πληγὰς μέντοι ἐν τῷ πόνῳ τούτῳ καὶ αὐτὸς ἔλαβεν ἐς μὲν τὸν αὐχένα καὶ τὸ πρόσωπον τρεῖς, ἀφ’ ὧν δὴ παρ’ ὀλίγον ἀποθανεῖν ἦλθε, κατὰ δὲ χειρὸς τῆς λαιᾶς μίαν, ἐξ ἧς οὐκέτι τῶν δακτύλων τὸν σμικρότατον ἐνεργεῖν ἴσχυσε. ταῦτα μὲν οὖν ὧδε γενέσθαι ξυνέβη.Βελισάριος δὲ τοῖς τε περὶ τὴν οἰκοδομίαν τεχνίταις καὶ τῷ ἄλλῳ ὁμίλῳ χρήματα μεγάλα προτεινόμενος τάφρον τε λόγου πολλοῦ ἀξίαν ἀμφὶ τὸν περίβολον ὤρυξε κύκλῳ, καὶ σκόλοπας αὐτῇ ἐνθέμενος συχνοὺς εὖ μάλα περιεσταύρωσε.καὶ μὴν καὶ τὰ πεπονθότα τοῦ τείχους ἐν βραχεῖ ἀνῳκοδομήσατο χρόνῳ, θαύματος ἄξιον οὐ Καρχηδονίοις μόνον, ἀλλὰ καὶ αὐτῷ Γελίμερι γεγονὸς ὕστερον.ἐπειδὴ γὰρ δορυάλωτος ἐς Καρχηδόνα ἧκεν, ἠγάσθη τε ἰδὼν τὸ τεῖχος καὶ τὴν ὀλιγωρίαν τὴν αὑτοῦ πάντων οἱ ἔφη γεγονέναι τῶν παρόντων αἰτίαν. ταῦτα μὲν Βελισαρίῳ ἐν Καρχηδόνι ὄντι κατείργαστο ὧδε.Τζάζων δέ, ὁ τοῦ Γελίμερος ἀδελφός, τῷ στόλῳ ᾧ ἔμπροσθεν εἴρηται ἐς Σαρδὼ ἀφικόμενος ἐς τὸν Καρανάλεως λιμένα ἀπέβη, καὶ τὴν πόλιν αὐτοβοεὶ εἷλε τόν τε τύραννον Γώδαν ἔκτεινε καὶ εἴ τι ἀμφ’ αὐτὸν μάχιμον ἦν.καὶ ἐπεὶ ἐς γῆν τὴν Λιβύης τὸν βασιλέως στόλον ἤκουσεν εἶναι, οὔπω τι πεπυσμένος ὦν ταύτῃ ἐπέπρακτο, γράφει πρὸς Γελίμερα τάδε·“Γώδαν ἀπολωλέναι τὸν τύραννον, ὑπὸ ταῖς ἡμετέραις γεγονότα χερσί, καὶ τὴν νῆσον αὖθις ὑπὸ τῇ σῇ βασιλείᾳ εἶναι, ὦ Βανδίλων τε καὶ Ἀλανῶν βασιλεῦ, ἴσθι καὶ τὴν ἐπινίκιον ἑορτὴν ἄγε.τῶν δὲ πολεμίων οἳ ἐτόλμησαν ἐς τὴν ἡμετέραν στρατεύεσθαι, ἔλπιζε τὴν πεῖραν ἐς τοῦτο ἀφίξεσθαι τύχης, ἐς ὃ καὶ πρότερον τοῖς ἐπὶ τοὺς προγόνους τοὺς ἡμετέρους στρατευσαμένοις ἐχώρησε.”ταῦτα οἱ λαβόντες τὰ γράμματα, οὐδὲν πολέμιον ἐν νῷ ἔχοντες, κατέπλευσαν ἐς τὸν τῶν Καρχηδονίων λιμένα.καὶ πρὸς τῶν φυλάκων παρὰ τὸν στρατηγὸν ἀπαχθέντες τά τε γράμματα ἐνεχείρισαν καὶ περὶ ὧν τὰς πύστεις ἐποιεῖτο ἐσήγγελλον, οἷς τε ἐθεῶντο καταπεπληγμένοι καὶ τεθηπότες τῆς μεταβολῆς τὸ αἰφνίδιον· ἔπαθον μέντοι πρὸς Βελισαρίου οὐδὲν ἄχαρι.Ὑπὸ δὲ τὸν αὐτὸν χρόνον καὶ ἕτερον ξυνηνέχθη τοιόνδε. Γελίμερ ὀλίγῳ πρότερον ἢ ἐς Λιβύην ὁ βασιλέως στόλος ἀφίκετο ἔπεμψε πρέσβεις ἐς Ἱσπανίαν ἄλλους τε καὶ Γοτθαῖον καὶ Φουσκίαν, ἐφ’ ᾧ δὴ Θεῦδιν, τὸν τῶν Οὐισιγότθων ἄρχοντα, πείσουσιν ὁμαιχμίαν πρὸς Βανδίλους θέσθαι.οἵ, ἐπεὶ ἀπέβησαν εἰς τὴν ἤπειρον, τὸν ἐν Γαδείροις πορθμὸν διαβάντες, εὑρίσκουσι Θεῦδιν ἐν χωρίῳ μακρὰν ἀπὸ θαλάσσης κειμένῳ.ἀναβάντας δὲ παρ’ αὐτὸν τοὺς πρέσβεις ὁ Θεῦδις φιλοφροσύνης τε ἠξίωσε καὶ προθύμως εἱστία, ἔν τε τῇ θοίνῃ ἐπυνθάνετο δῆθεν ὅπη ποτὲ Γελίμερί τε καὶ Βανδίλοις τὰ πράγματα ἔχοι.τούτων δὲ τῶν πρέσβεων σχολαίτερον ἐς αὐτὸν ἰόντων ἔτυχεν ἀκηκοὼς ἅπαντα ὅσα Βανδίλοις ξυνέπεσεν.ὁλκὰς γὰρ μία ἐπ’ ἐμπορίᾳ πλέουσα ἐκείνῃ τῇ ἡμέρᾳ ᾗ τὸ στράτευμα εἰς Καρχηδόνα εἰσήλασεν, ἐνθένδε ἀναγομένη καὶ πνεύματος ἐπιφόρου ἐπιτυχοῦσα,ἐς Ἱσπανίαν ἦλθεν. ὅθεν δὴ ὁ Θεῦδις μαθὼν ὅσα ἐν Λιβύῃ ξυνηνέχθη γενέσθαι ἀπεῖπε τοῖς ἐμπόροις μηδενὶ φράζειν, ὡς μὴ ταῦτα ἔκπυστα ἐς τὸ πᾶν γένηται.ἐπεὶ δὲ ἀπεκρίναντο οἱ ἀμφὶ τὸν Γοτθαῖον ἅπαντα σφίσιν ὡς ἄριστα ἔχειν, ἠρώτα ὅτου ποτὲ ἕνεκα ἥκοιεν.τῶν δὲ τὴν ὁμαιχμίαν προτεινομένων ἐκέλευεν αὐτοὺς ὁ Θεῦδις εἰς τὴν παραλίαν ἰέναι· “Ἐνθένδε γάρ,” ἔφη,“τὰ οἴκοι πράγματα ἀσφαλῶς εἴσεσθε.” οἱ δὲ πρέσβεις οὐχ ὑγιᾶ τὸν λόγον εἶναι, ἅτε οἰνωμένου τοῦ ἀνθρώπου, ὑποτοπήσαντες, ἐν σιωπῇ ἔσχον.ἐπεὶ δὲ αὐτῷ τῇ ὑστεραίᾳ ξυγγενόμενοι τὴν συμμαχίαν ἐν λόγῳ ἐποιοῦντο, καὶ ῥήματι αὖθις τῷ αὐτῷ ὁ Θεῦδις ἐχρῆτο, οὕτω δὴ ξυνέντες νεώτερα σφίσιν ἐν Λιβύῃ ξυμπεσεῖν πράγματα, οὐδὲν μέντοι ἀμφὶ Καρχηδόνι ἐν νῷ ἔχοντες, ἐς αὐτὴν ἔπλεον.ἀγχοῦ τε αὐτῆς καταπλεύσαντες καὶ Ῥωμαίοις στρατιώταις περιτυχόντες ἐνεχείρισαν σφᾶς αὐτοὺς ὅ τι βούλοιντο χρῆσθαι.ὅθεν ἐς τὸν στρατηγὸν ἀπαχθέντες καὶ τὸν πάντα λόγον ἀγγείλαντες ἔπαθον οὐδὲν πρὸς ἐκείνου κακόν.ταῦτα μὲν οὖν οὕτω γενέσθαι τετύχηκε. Κύριλλος δέ, Σαρδοῦς τε ἀγχοῦ γενόμενος καὶ τὰ τῷ Γώδᾳ ξυμπεσόντα ἀκούσας, ἐς Καρχηδόνα ἔπλει, ἔνθα τό τε Ῥωμαίων στράτευμα καὶ Βελισάριον εὑρὼν νενικηκότας ἡσύχαζε· καὶ Σολόμων παρὰ βασιλέα, ὅπως ἀγγείλῃ τὰ πεπραγμένα, ἐστέλλετο.Γελίμερ δὲ ἐπεὶ ἐν πεδίῳ Βούλλης ἐγεγόνει, ὅπερ εὐζώνῳ ἀνδρὶ τεσσάρων ἡμερῶν ὁδῷ Καρχηδόνος διέχει, οὐ πολλῷ ἄποθεν τῶν Νουμιδίας ὁρίων, ἐνταῦθα Βανδίλους τε ξύμπαντας ἤγειρε καὶ εἴ τί οἱ φίλιον ἐν Μαυρουσίοις ἐτύγχανεν ὄν.ὀλίγοι μέντοι Μαυρούσιοι αὐτῷ ἀφίκοντο ἐς ξυμμαχίαν,καὶ οὗτοι παντάπασιν ἄναρχοι. ὅσοι γὰρ ἔν τε Μαυριτανίᾳ καὶ Νουμιδίᾳ καὶ Βυζακίῳ Μαυρουσίων ἦρχον, πρέσβεις ὡς Βελισάριον πέμψαντες δοῦλοί τε βασιλέως ἔφασκον εἶναι καὶ ξυμμαχήσειν ὑπέσχοντο.