τότε λέγουσιν ἐν Ῥαβέννῃ Ὁνωρίῳ τῷ βασιλεῖ τῶν τινα εὐνούχων δηλονότι ὀρνιθοκόμον ἀγγεῖλαι ὅτι δὴ Ῥώμη ἀπόλωλε. καὶ τὸν ἀναβοήσαντα φάναι “Καίτοι ἔναγχος ἐδήδοκεν ἐκ χειρῶν τῶν ἐμῶν.” εἶναι γάρ οἱ ἀλεκτρυόνα ὑπερμεγέθη,Ῥώμην ὄνομα· καὶ τὸν μὲν εὐνοῦχον ξυνέντα τοῦ λόγου εἰπεῖν Ῥώμην τὴν πόλιν πρὸς Ἀλαρίχου ἀπολωλέναι, ἀνενεγκόντα δὲ τὸν βασιλέα ὑπολαβεῖν “Ἀλλ’ ἔγωγε, ὦ ἑταῖρε, Ῥώμην μοι ἀπολωλέναι τὴν ὄρνιν ᾠήθην.” τοσαύτῃ ἀμαθίᾳ τὸν βασιλέα τοῦτον ἔχεσθαι λέγουσι.Τινὲς δὲ οὐχ οὕτω Ῥώμην Ἀλαρίχῳ ἁλῶναί φασιν, ἀλλὰ Πρόβην γυναῖκα, πλούτῳ τε καὶ δόξῃ ἔν γε τῇ Ῥωμαίων βουλῇ ἐπιφανεστάτην μάλιστα οὖσαν, οἰκτεῖραι μὲν λιμῷ τε καὶ τῇ ἄλλῃ κακοπαθείᾳ διαφθειρομένους Ῥωμαίους, οἵ γε καὶ ἀλλήλων ἤδη ἐγεύοντο· ὁρῶσαν δὲ ὡς πᾶσα αὐτοὺς ἐλπὶς ἀγαθὴ ἐπιλελοίπει, τοῦ τε ποταμοῦ καὶ τοῦ λιμένος ἐχομένου πρὸς τῶν πολεμίων, τοῖς οἰκέταις ἐγκελεύσασθαι νύκτωρ ἀνοιγνύναι τὰς πύλας.Ἐπειδὴ δὲ Ἀλάριχος ἐκ Ῥώμης ἐξανίστασθαι ἔμελλεν, Ἄτταλον τῶν τινα εὐπατριδῶν βασιλέα Ῥωμαίων ἀνεῖπε, περιθέμενος αὐτῷ τό τε διάδημα καὶ τὴν ἁλουργίδα καὶ εἴ τι ἄλλο ἐς βασιλικὸν ἀξίωμα ἥκει. ἔπρασσε δὲ ταῦτα ὡς παραλύσων μὲν τῆς βασιλείας Ὁνώριον, παραδώσων δὲ ἅπαν Ἀττάλῳ τὸ ἑσπέριον κράτος.τοιαύτῃ μὲν γνώμῃ Ἄτταλός τε καὶ Ἀλάριχος ἐπὶ Ῥάβενναν στρατῷ πολλῷ ᾔεσαν. ἦν δὲ ὁ Ἄτταλος οὗτος οὔτε αὐτός τι νοεῖν ἱκανὸς οὔτε τῷ εὖ εἰπόντι πεισθῆναι.Ἀλαρίχου γοῦν ἥκιστα ἐπαινοῦντος ἐς Λιβύην στρατιᾶς χωρὶς ἄρχοντας ἔπεμψε. ταῦτα μὲν οὖν ἐπράσσετο τῇδε.Βρεττανία δὲ ἡ νῆσος Ῥωμαίων ἀπέστη, οἵ τε ἐκείνῃ στρατιῶται βασιλέα σφίσι Κωνσταντῖνον εἵλοντο, οὐκ ἀφανῆ ἄνδρα. ὃς δὴ αὐτίκα στόλον τε ἀγείρας νηῶν καὶ στρατιὰν λόγου ἀξίαν ἐς Ἱσπανίαν τε καὶ Γαλλίαν ὡς δουλωσόμενος στρατῷ μεγάλῳ ἐσέβαλεν.Ὁνώριος δὲ πλοῖα μὲν ἐν παρασκευῇ εἶχε, προσεδέχετο δὲ τὰς ἐκ Λιβύης τύχας, ὅπως, ἢν μὲν ἀποκρουσθεῖεν οἱ παρὰ Ἀττάλου σταλέντες, πλέοι τε αὐτὸς ἐπὶ Λιβύης καὶ μοῖράν τινα τῆς βασιλείας τῆς αὐτοῦ ἔχοι, ἢν δὲ ἀπ’ ἐναντίας αὐτῷ τὰ ἐκείνῃ πράγματα ἴοι, ἐς Θεοδόσιόν τε ἵκοιτο καὶ σὺν αὐτῷ εἴη.Ἀρκαδίου γὰρ ἤδη πολλῷ πρότερον τελευτήσαντος, Θεοδόσιος ἐκείνου υἱός, ἔτι παῖς ὢν κομιδῆ, εἶχε τῆς ἕω ἀρχήν.ταῦτα Ὁνωρίῳ καραδοκοῦντι καὶ ἐν τρικυμίαις φερομένῳ τῆς τύχης εὐτυχήματα θαυμάσια ἡλίκα ξυνηνέχθη γενέσθαι.φιλεῖ γὰρ ὁ θεὸς τοῖς οὔτε ἀγχίνοις οὔτε τι οἴκοθεν μηχανᾶσθαι οἵοις τε οὖσιν, ἢν μὴ πονηροὶ εἶεν, ἀπορουμένοις τὰ ἔσχατα ἐπικουρεῖν τε καὶ ξυλλαμβάνεσθαι· ὁποῖον δή τι καὶ τῷ βασιλεῖ τούτῳ τετύχηκεν.ἔκ τε γὰρ Λιβύης ὡς διαφθαρεῖεν οἱ Ἀττάλου ἄρχοντες ἄφνω ἠγγέλλετο, καὶ νηῶν πλῆθος ἐκ Βυζαντίου στρατιώτας ἔχουσαι ὅτι πλείστους ἐς ἐπικουρίαν αὐτῷ ἀφικομένους οὐ προσδεχομένῳ παρῆσαν, διάφορός τε Ἀττάλῳ γεγονὼς Ἀλάριχος τό τε τοῦ βασιλέως αὐτὸν ἀφαιρεῖται σχῆμα καὶ ἐν ἰδιώτου ἤδη τελοῦντα μοίρᾳ ἐν φυλακῇ εἶχε.μετὰ δὲ Ἀλάριχος μὲν τελευτᾷ νόσῳ, ὁ δὲ τῶν Οὐισιγότθων στρατός, ἡγουμένου σφίσιν Ἀδαούλφου, ἐπὶ Γαλλίας ἐχώρησαν, καὶ Κωνσταντῖνος μάχῃ ἡσσηθεὶς ξὺν τοῖς παισὶ θνήσκει.Βρεττανίαν μέντοι Ῥωμαῖοι ἀνασώσασθαι οὐκέτι ἔσχον, ἀλλ’ οὖσα ὑπὸ τυράννοις ἀπ’ αὐτοῦ ἔμεινε.Γότθοι δὲ τὴν ἐπὶ τοῦ Ἴστρου διάβασιν ποιησάμενοι Παννονίαν μὲν τὰ πρῶτα ἔσχον, ἔπειτα δὲ βασιλέως δόντος ᾤκησαν τὰ ἐπὶ τῆς Θρᾴκης χωρία.ἐνταῦθά τε οὐ πολὺν διατρίψαντες χρόνον τῆς ἑσπερίας ἐκράτησαν. ἀλλὰ ταῦτα μὲν ἐν τοῖς περὶ τῶν Γότθων εἰρήσεται.Βανδίλοι δὲ ἀμφὶ τὴν Μαιῶτιν ᾠκημένοι λίμνην, ἐπειδὴ λιμῷ ἐπιέζοντο, ἐς Γερμανούς τε, οἳ νῦν Φράγγοι καλοῦνται, καὶ ποταμὸν Ῥῆνον ἐχώρουν,Ἀλανοὺς ἑταιρισάμενοι, Γοτθικὸν ἔθνος. εἶτα ἐνθένδε, ἡγουμένου αὐτοῖς Γωδιγίσκλου, ἐν Ἱσπανίᾳ ἱδρύσαντο, ἣ πρώτη ἐστὶν ἐξ ὠκεανοῦ χώρα τῆς Ῥωμαίων ἀρχῆς. τότε ξυμβαίνει Γωδιγίσκλῳ Ὁνώριος ἐφ’ ᾧ δὴ οὐκ ἐπὶ λύμῃ τῆς χώρας ἐνταῦθα ἱδρύσονται.νόμου δὲ ὄντος Ῥωμαίοις, ἤν τινες οὐχ ὑπὸ ταῖς οἰκείαις χερσὶ τὰ σφέτερα αὐτῶν ἔχοιεν καὶ τρίβοιτο χρόνος εἰς τριάκοντα ἐνιαυτοὺς ἥκων, τούτοις δὴ οὐκέτι εἶναι κυρίοις ἐπὶ τοὺς βιασαμένους ἰέναι, ἀλλ’ ἐς παραγραφὴν αὐτοῖς ἀποκεκρίσθαι τὴν ἐς τὸ δικαστήριον εἴσοδον, νόμον ἔγραψεν ὅπως ὁ τῶν Βανδίλων χρόνος, ὃν ἂν ἔν γε τῇ Ῥωμαίων ἀρχῇ διατρίβοιεν, ἐς ταύτην δὴ τὴν τριακοντοῦτιν παραγραφὴν ἥκιστα φέροιτο.Ὁνώριος μέν, ἐς τοῦτό οἱ τῆς ἑσπερίας ἐληλαμένης, ἐτελεύτησε νόσῳ. ἐτύγχανε δὲ πρότερον ξὺν τῷ Ὁνωρίῳ τὴν βασιλείαν Κωνστάντιος ἔχων, τῆς Ἀρκαδίου τε καὶ Ὁνωρίου ἀδελφῆς Πλακιδίας ἀνήρ, ὃς ἡμέρας τῇ ἀρχῇ ἐπιβιοὺς ὀλίγας, πονήρως τε νοσήσας εἶτα ἀπέθανεν, Ὁνωρίου ζῶντος, οὐδὲν οὔτε εἰπεῖν λόγου ἄξιον οὔτε πρᾶξαι ἰσχύσας· οὐ γὰρ αὐτῷ ἐπήρκει ὁ χρόνος ὃν ἐν τῇ βασιλείᾳ ἐβίου.τούτου δὴ τοῦ Κωνσταντίου παῖς Βαλεντινιανός, ἄρτι τοῦ τιτθοῦ ἀπαλλαγείς, ἐν τοῖς Θεοδοσίου βασιλείοις ἐτρέφετο, οἱ δὲ τῆς ἐν Ῥώμῃ βασιλέως αὐλῆς τῶν τινα ἐκείνῃ στρατιωτῶν, Ἰωάννην ὄνομα, βασιλέα αἱροῦνται.