καὶ πέμπουσι μὲν πρὸς πρὸς Βελισάριον, ὡς τάχιστα ἥκειν αἰτοῦντες, ἅτε δὴ σφίσιν ἐγκειμένων τῶν πολεμίων. τῶν δὲ ἀρχόντων αἱ γνῶμαι δίχα ἐφέροντο.οἱ μὲν γὰρ ἠξίουν τοῖς ἐπιοῦσιν ὁμόσε ἰέναι, οἱ δὲ οὐκ ἀξιόχρεων σφίσιν ἐς τοῦτο ἔφασκον εἶναι τὴν δύναμιν.ταῦτα δὲ αὐτοῖς ἐς ἀλλήλους διαφιλονεικοῦσιν οἱ βάρβαροι ἀγχοῦ ἐγένοντο ἡγουμένου αὐτοῖς Γελίμερος καὶ ὁδῷ χρησαμένου μεταξὺ ἧς τε Βελισάριος εἶχε καὶ ἧς οἱ Μασσαγέται ἧκον οἱ Γιβαμούνδῳ ξυμμίξαντες.λοφώδεις δὲ χῶροι ἐφ’ ἑκάτερα ὄντες οὔτε τὸ Γιβαμούνδου πάθος ἰδεῖν οὔτε τὸ Βελισαρίου χαράκωμα ξυνεχώρησαν, οὐ μὴν οὐδὲ τὴν ὁδὸν ἣν οἱ ἀμφὶ Βελισάριον ἐπορεύοντο.ἐπεὶ δὲ ἀγχοῦ ἀλλήλων γεγόνασιν, ἔρις τῇ στρατιᾷ ἑκατέρᾳ ἐνέπεσεν, ὁπότεροι τοῦ πάντων ὑψηλοτάτου τῶν ἐκείνῃ λόφων κρατήσουσιν.ἐδόκει γὰρ ἐνστρατοπεδεύσασθαι ἐπιτήδειος εἶναι, καὶ αὐτοὶ ἑκάτεροι ἐνθένδε ᾑροῦντο τοῖς πολεμίοις εἰς χεῖρας ἰέναι.προτερήσαντες δὲ οἱ Βανδίλοι τόν τε λόφον καταλαμβάνουσιν ὠθισμῷ χρησάμενοι καὶ τρέπονται τοὺς πολεμίους, ἤδη φοβεροὶ αὐτοῖς γεγονότες.φεύγοντες δὲ Ῥωμαῖοι ἐς χωρίον ἀφικνοῦνται σταδίους ἑπτὰ τοῦ Δεκίμου ἀπέχον, ἔνθα δὴ Οὐλίαριν τὸν Βελισαρίου δορυφόρον ξὺν ὑπασπισταῖς ὀκτακοσίοις τετύχηκεν εἶναι.πάντες τε ᾤοντο ὡς σφᾶς οἱ ἀμφὶ τὸν Οὐλίαριν δεξάμενοι στήσονταί τε καὶ ξὺν αὐτοῖς ὁμόσε ἐπὶ τοὺς Βανδίλους χωρήσουσιν· ἀλλ’ ἐπεὶ ἅμα ἐγένοντο, παρὰ δόξαν ἤδη ξύμπαντες ἀνὰ κράτος τε ἔφευγον καὶ δρόμῳ τὴν ἐπὶ Βελισάριον ᾔεσαν.Ἐνθενδε οὐκ ἔχω εἰπεῖν ὅ τί ποτε παθὼν Γελίμερ, ἐν ταῖς χερσὶν ἔχων τὸ τοῦ πολέμου κράτος, ἐθελούσιος αὐτὸ τοῖς πολεμίοις μεθῆκε, πλὴν εἰ μὴ ἐς τὸν θεὸν καὶ τὰ τῆς ἀβουλίας ἀναφέρειν δεήσει, ὅς, ἡνίκα τι ἀνθρώπῳ συμβῆναι βουλεύηται φλαῦρον, τῶν λογισμῶν ἁψάμενος πρῶτον οὐκ ἐᾷ τὰ ξυνοίσοντα ἐς βουλὴν ἔρχεσθαι.εἴτε γὰρ τὴν δίωξιν εὐθυωρὸν ἐποιήσατο, οὐδ’ ἂν αὐτὸν ὑποστῆναι Βελισάριον οἶμαι, ἀλλ’ ἄρδην ἅπαντα ἡμῖν διαφθαρῆναι τὰ πράγματα·τοσοῦτον δὴ τό τε τῶν Βανδίλων πλῆθος τό τε αὐτῶν κατὰ Ῥωμαίων δέος ἐφαινετο· εἴτε καὶ Καρχηδόνος εὐθὺ ἤλασε, τούς τε σὺν Ἰωάννῃ εὐπετῶς ἂν ἅπαντας ἔκτεινεν, οἵ γε κατὰ ἕνα καὶ δύο ἀφροντιστήσαντές τε καὶ περιπάτους ἐν τῷ πεδίῳ ποιούμενοι τοὺς κειμένους ἐσύλων.καὶ τὴν πόλιν ξὺν τοῖς χρήμασι διασωσάμενος τῶν τε ἡμετέρων νεῶν οὐ πόρρω ἀφικομένων ἐκράτει καὶ ὅλην ἡμῖν ἀνέστελλε τοῦ τε ἀπόπλου καὶ τῆς νίκης ἐλπίδα. ἀλλὰ γὰρ ἔπραξε τούτων οὐδέτερα.βάδην δὲ κατιὼν ἐκ τοῦ λόφου, ἐπεὶ ἐν τῷ ὁμαλεῖ ἐγένετο καὶ τἀδελφοῦ τὸν νεκρὸν εἶδεν, ἔς τε ὀλοφύρσεις ἐτράπετο καὶ τῆς ταφῆς ἐπιμελούμενος οὕτω δὴ τοῦ καιροῦ τὴν ἀκμὴν ἤμβλυνεν, ἧς γε οὐκέτι ἀντιλαβέσθαι ἐδύνατο.τοῖς δὲ φεύγουσι Βελισάριος ἀπαντήσας στῆναι κελεύει, κοσμίως τε ἅπαντας διατάξας καὶ πολλὰ ὀνειδίσας, ἐπειδὴ τήν τε Ἀμμάτα τελευτὴν καὶ τὴν Ἰωάννου δίωξιν ἤκουσε καὶ περὶ τοῦ χωρίου καὶ τῶν πολεμίων ἐπύθετο ὅσα ἐβούλετο, δρόμῳ ἐπὶ Γελίμερά τε καὶ Βανδίλους ἐχώρει.οἱ δὲ βάρβαροι ἄτακτοί τε καὶ ἀπαράσκευοι ἤδη γεγονότες ἐπιόντας αὐτοὺς οὐχ ὑπέμειναν, ἀλλὰ φεύγουσιν ἀνὰ κράτος, πολλοὺς ἐνταῦθα ἀποβαλόντες,καὶ ἡ μάχη ἐτελεύτα ἐς νύκτα. ἔφευγον δὲ οἱ Βανδίλοι οὐκ ἐς Καρχηδόνα οὐδὲ ἐς Βυζάκιον, ὅθενπερ ἧκον, ἀλλ’ ἐπὶ τὸ Βούλλης πεδίον καὶ τὴν εἰς Νουμίδας ὁδὸν φέρουσαν.οἱ μὲν οὖν ἀμφὶ τὸν Ἰωάννην καὶ οἱ Μασσαγέται περὶ λύχνων ἁφὰς εἰς ἡμᾶς ἀναστρέψαντες καὶ ἅπαντα τὰ ξυμβεβηκότα μαθόντες τε καὶ ἀναγγείλαντες σὺν ἡμῖν ἐν Δεκίμῳ διενυκτέρευσαν.Τῇ δὲ ὑστεραίᾳ τῶν πεζῶν ἅμα τῇ Βελισαρίου γυναικὶ παραγενομένων ξύμπαντες τὴν ἐπὶ Καρχηδόνα ἐπορευόμεθα, ἔνθα δὴ περὶ δείλην ὀψίαν ἥκοντες ηὐλισάμεθα, καίτοι ἐκώλυεν οὐδεὶς ἐς τὴν πόλιν αὐτίκα ἐσελάσαι. οἵ τε γὰρ Καρχηδόνιοι τὰς πύλας ἀνακλίναντες λύχνα ἔκαιον πανδημεὶ καὶ ἡ πόλις κατελάμπετο τῷ πυρὶ τὴν νύκτα ὅλην ἐκείνην, καὶ τῶν Βανδίλων οἱ ἀπολελειμμένοι ἐν τοῖς ἱεροῖς ἱκέται ἐκάθηντο.ἀλλὰ Βελισάριος διεκώλυσε τοῦ μήτε ἐνέδραν σφίσι πρὸς τῶν πολεμίων γενέσθαι μήτε τοῖς στρατιώταις ἄδειαν εἶναι, ἅτε ἐν νυκτὶ λανθάνουσιν, ἐς ἁρπαγὴν τραπέσθαι.ταύτῃ τῇ ἡμέρᾳ αἱ νῆες, εὔρου σφίσιν ἀνέμου ἐπιπεσόντος, ἐς τὴν ἄκραν ἀφίκοντο. καὶ οἱ Καρχηδόνιοι, ἤδη γὰρ αὐτὰς καθεώρων, τὰς σιδηρᾶς ἁλύσεις τοῦ λιμένος, ὃν δὴ Μανδράκιον καλοῦσιν, ἀφελόμενοι, εἰσιτητὰ τῷ στόλῳ ἐποίουν.ἔστι δὲ ἐν τῇ βασιλέως αὐλῇ οἴκημα σκότους ἀνάπλεων, ὃ δὴ Ἀγκῶνα καλοῦσιν οἱ Καρχηδόνιοι, ἔνθα ἐνεβάλλοντο ἅπαντες οἷς ἂν χαλεπαίνοι ὁ τύραννος.ἐνταῦθα καθειργμένοι ἐτύγχανον πολλοὶ τῶν ἑῴων ἐμπόρων ἐς ἐκεῖνο τοῦ χρόνου.τούτοις γὰρ δὴ ὁ Γελίμερ χαλεπῶς εἶχεν, ἐπικαλῶν ὡς δὴ αὐτοὶ βασιλέα ἐς τὸν πόλεμον ἐναγάγοιεν, ἔμελλόν τε διαφθαρῆναι πάντες, δόξαν τοῦτο Γελίμερι ἐκείνῃ τῇ ἡμέρᾳ ᾗ Ἀμμάτας ἐν Δεκίμῳ ἀπέθανε· παρὰ τοσοῦτον κινδύνου ἦλθον.τούτου ὁ φύλαξ τοῦ δεσμωτηρίου, ἐπεὶ τά τε ἐν Δεκίμῳ πραχθέντα ἤκουσε καὶ τὸν στόλον εἶδε τῆς ἄκρας ἐντός, ἐσελθὼν ἐς τὸ οἴκημα πυνθάνεται τῶν ἀνδρῶν, οὔπω τἀγαθὰ πεπυσμένων, ἀλλ’ ἐν τῷ σκότῳ καθημένων καὶ καραδοκούντων τὸν θάνατον, τί ποτε ἄρα βουλομένοις ἂν αὐτοῖς εἴη τῶν ὑπαρχόντων προεμένοις σεσῶσθαι.