“Τὸ μὲν βιάζεσθαι καὶ τοῖς ἀλλοτρίοις σιτίζεσθαι ταύτῃ μόνον ἔν γε τοῖς ἄλλοις καιροῖς μοχθηρὸν πεφυκέναι δοκεῖ, ὅτι τὸ ἄδικον ἐν αὑτῷ φέρεται· νῦν δὲ τοσοῦτον αὐτῷ τῆς δυσκολίας περίεστιν ὥστε, εἰ μὴ πικρὸν εἰπεῖν, τὸν τοῦ δικαίου λόγον περὶ ἐλάσσονος ποιησαμένους τὸν ἐντεῦθεν κίνδυνον ἡμᾶς ἡλίκος ποτέ ἐστιν ἐκλογίζεσθαι χρή.ἐγὼ γὰρ ἐκείνῳ μόνῳ τὸ θαρρεῖν ἔχων εἰς τὴν γῆν ὑμᾶς ἀπεβίβασα ταύτην, ὅτι τοῖς Βανδίλοις οἱ Λίβυες, Ῥωμαῖοι τὸ ἀνέκαθεν ὄντες, ἄπιστοί τέ εἰσι καὶ χαλεπῶς ἔχουσι, καὶ διὰ τοῦτο ᾤμην ὡς οὔτ’ ἄν τι τῶν ἀναγκαίων ἡμᾶς ἐπιλείποι οὔτε τι ἐξ ἐπιδρομῆς κακὸν ἐργάσονται ἡμᾶς οἱ πολέμιοι.ἀλλὰ νῦν αὕτη ὑμῶν ἡ ἀκράτεια ταῦτα εἰς τοὐναντίον ἡμῖν μεταβέβληκε. τοὺς γὰρ Λίβυας δήπου κατηλλάξατε τοῖς Βανδίλοις, εἰς ὑμᾶς αὐτοὺς ἤδη τὴν τούτων περιαγαγόντες δυσμένειαν.φύσει γὰρ πρόσεστι τοῖς ἀδικουμένοις ἡ πρὸς τοὺς βιαζομένους ἔχθρα, καὶ περιέστηκεν ὑμῖν τῆς τε ὑμῶν αὐτῶν ἀσφαλείας καὶ τῆς τῶν ἀγαθῶν ἀφθονίας ὀλίγα ἄττα ἀργύρια ἀνταλλάξασθαι, παρὸν ὑμῖν παρ’ ἑκόντων ὠνουμένοις τὰ ἐπιτήδεια τῶν κυρίων μήτε ἀδίκοις εἶναι δοκεῖν καὶ φίλοις ἐκείνοις ἐς τὰ μάλιστα χρῆσθαι.νῦν οὖν πρός τε Βανδίλους ὑμῖν καὶ Λίβυας ὁ πόλεμος ἔσται, λέγω δὲ ἔγωγε καὶ τὸν θεὸν αὐτόν, ὃν οὐδεὶς ἀδικῶν ἐς ἐπικουρίαν παρακαλεῖ.ἀλλὰ παύσασθε μὲν τοῖς ἀλλοτρίοις ἐπιπηδῶντες, κέρδος δὲ ἀποσείσασθε κινδύνων μεστόν.οὗτος γὰρ ἐκεῖνος ὁ καιρός ἐστιν ἐν ᾧ μάλιστα σωφροσύνη μὲν οἵα τε σώζειν, ἀκοσμία δὲ ἐς θάνατον φέρει. τούτων γὰρ ἐπιμελομένοις ὑμῖν ἵλεως μὲν ὁ θεός, εὔνους δὲ ὁ τῶν Λιβύων λεώς, καὶ τὸ τῶν Βανδίλων γένος εὐέφοδον ἔσται.”Τοσαῦτα εἰπὼν Βελισάριος καὶ τὸν ξύλλογον διαλύσας, ἐπεὶ ἤκουσε Σύλλεκτον πόλιν ἡμέρας ὁδὸν τοῦ στρατοπέδου διέχουσαν ἐπὶ θαλάσσῃ εἶναι ἐν τῇ ἐπὶ Καρχηδόνα φερούσῃ, ἧς τὸ μὲν τεῖχος ἐκ παλαιοῦ καθῃρημένον ἐτύγχανεν, οἱ δὲ ταύτῃ ᾠκημένοι τοὺς τῶν οἰκιῶν τοίχους πανταχόθεν ἀποφράξαντες διὰ τὰς τῶν Μαυρουσίων ἐπιδρομὰς περιβόλου ἐφύλασσον σχῆμα, τῶν δορυφόρων ἕνα Βοριάδην ἅμα τῶν ὑπασπιστῶν τισιν ἔστελλεν, ἐπαγγείλας αὐτοῖς τῆς τε πόλεως ἀποπειρᾶσθαι καί, ἢν ἕλωσι, κακὸν μὲν μηδὲν ἐν αὐτῇ δρᾶσαι, ἐπαγγείλασθαι δὲ ἀγαθὰ μυρία, καὶ ὡς ἐπὶ τῇ αὐτῶν ἐλευθερίᾳ ἥκοιεν, ὥστε εἰσιτητὰ τῷ στρατῷ ἐς αὐτὴν γενέσθαι.οἱ δὲ περὶ λύχνων ἁφὰς ἀγχοῦ τῆς πόλεως γενόμενοι ἐν φάραγγί τε λαθόντες διενυκτέρευσαν. ἕωθεν δὲ ἀγροίκων σὺν ἁμάξαις ἐς αὐτὴν εἰσιόντων ἐπιτυχόντες συνεισῆλθόν τε σιωπῇ καὶ οὐδενὶ πόνῳ τὴν πόλιν ἔσχον.καὶ ἐπεὶ ἡμέρα ἐγένετο, οὐδενὸς θορύβου ἡγησαμένου, τόν τε ἱερέα καὶ εἴ τι δόκιμον ἦν ξυγκαλέσαντες τάς τε τοῦ στρατηγοῦ ἐντολὰς ἀπήγγελλον, καὶ τὰς κλεῖς τῶν εἰσόδων παρ’ ἑκόντων λαβόντες τῷ στρατηγῷ ἔπεμψαν.Τῇ δὲ αὐτῇ ἡμέρᾳ καὶ ὁ τοῦ δημοσίου δρόμου ἐπιμελούμενος ηὐτομόλησε παραδοὺς τοὺς δημοσίους ξύμπαντας ἵππους. ξυλληφθέντα δὲ καί τινα τῶν ἐς τὰς βασιλικὰς ἀποκρίσεις ἀεὶ στελλομένων, οὓς δὴ βεριδαρίους καλοῦσι, κακὸν μὲν οὐδὲν ὁ στρατηγὸς ἔδρασε, χρυσῷ δὲ πολλῷ δωρησάμενος καὶ πιστὰ λαβὼν τὰς ἐπιστολὰς ἐνεχείρισεν ἅσπερ Ἰουστινιανὸς βασιλεὺς πρὸς Βανδίλους ἔγραψεν, ἐφ’ ᾧ τοῖς Βανδίλων ἄρχουσι δοῦναι.ἐδήλου δὲ ἡ γραφὴ τάδε· “Οὔτε Βανδίλοις πολεμεῖν ἔγνωμεν οὔτε τὰς Γιζερίχου σπονδὰς λύομεν, ἀλλὰ τὸν ὑμέτερον τύραννον καθελεῖν ἐγχειροῦμεν, ὃς τῶν Γιζερίχου διαθηκῶν ὀλιγωρήσας τὸν μὲν βασιλέα ὑμῶν καθείρξας τηρεῖ, τῶν δὲ αὐτοῦ συγγενῶν οὓς μὲν σφόδρα ἐμίσει κατ’ ἀρχὰς ἔκτεινε, τοὺς δὲ λοιποὺς τὰς ὄψεις ἀφελόμενος ἐν φυλακῇ ἔχει, οὐκ ἐῶν θανάτῳ καταλῦσαι τὰς συμφοράς.συλλάβεσθε τοίνυν ἡμῖν καὶ συνελευθεροῦτε ὑμᾶς αὐτοὺς οὕτω μοχθηρᾶς τυραννίδος, ὅπως ἂν δύνησθε τῆς τε εἰρήνης καὶ τῆς ἐλευθερίας ἀπόνασθαι. ταῦτα γὰρ ὑμῖν παρ’ ἡμῶν ἔσεσθαι πρὸς τοῦ θεοῦ τὰπιστὰ δίδομεν.” τοσαῦτα μὲν τὰ βασιλέως γράμματα ἐδήλου. ὁ δὲ ταῦτα παρὰ Βελισαρίου λαβὼν ἐξενεγκεῖν μὲν εἰς τὸ φανερὸν οὐκ ἐτόλμησε, λάθρα δὲ τοῖς φίλοις ἐπιδείξας οὐδὲν ὅ τι καὶ λόγου ἄξιον διεπράξατο.Βελισάριος δὲ ὡς ἐς παράταξιν ὧδε διακοσμήσας τὸ στράτευμα τὴν ἐπὶ Καρχηδόνα ἐβάδιζε. τῶν δ’ ὑπασπιστῶν τριακοσίους ἀπολέξας, ἄνδρας ἀγαθοὺς τὰ πολέμια, Ἰωάννῃ παρέδωκεν, ὅς οἱ ἐπεμελεῖτο τῆς περὶ τὴν οἰκίαν δαπάνης· ὀπτίωνα τοῦτον καλοῦσι Ῥωμαῖοι.ἀνὴρ δὲ ἦν Ἀρμένιος μὲν γένος, ξυνέσεως δὲ καὶ ἀνδρίας ἐς τὸ ἀκρότατον μάλα ἥκων. τοῦτον δὴ τὸν Ἰωάννην ἐκέλευσε τῇ στρατιᾷ ἡγεῖσθαι, οὐχ ἧσσον ἢ κατὰ εἴκοσι σταδίους διέχοντα, καὶ ἤν τι πολέμιον ἴδοι, κατὰ τάχος σημῆναι, ὅπως δὴ μὴ ἀπαράσκευοι ἐς μάχην καθίστασθαι ἀναγκάζοιντο.τοὺς δὲ ξυμμάχους Μασσαγέτας ἐκέλευε τοσούτοις ἢ καὶ πλείοσι σταδίοις ἀπέχοντας ἀεὶ κατὰ τὸ ἀριστερὸν μέρος τὴν πορείαν ποιεῖσθαι· αὐτὸς δὲ ὄπισθεν μετὰ τῶν ἀρίστων ἐβάδιζεν.ὑπώπτευε γὰρ ἐκ τῆς Ἑρμιόνης Γελίμερα σφίσιν ἑπόμενον οὐκ ἐς μακρὰν ἐπιθήσεσθαι. κατὰ γὰρ τὸ δεξιὸν μέρος οὐδὲν ἦν δέος οὐ πόρρω τῆς ἠιόνος πορευομένοις.