οἶμαι δὲ ἔγωγε ὡς Καρχηδόνος τε ἡμᾶς ἐξ ἐπιδρομῆς κρατήσειν εἰκός, ἄλλως τε καὶ μακρὰν αὐτῆς ἀπολελειμμένων τῶν πολεμίων, καὶ κρατήσασιν οὐδὲν τοῦ λοιποῦ μοχθηρὸν ἔσεσθαι.τὰ γὰρ ἀνθρώπεια πάντα κατειλημμένων τῶν κεφαλαίων καταρρεῖν οὐκ ἐς μακρὰν εἴωθεν. ὧν δὴ πάντων ἡμᾶς ἐνθυμουμένους τὰ βέλτιστα αἱρεῖσθαι προσήκει.” Ἀρχέλαος μὲν τοσαῦτα εἶπε.Βελισάριος δὲ ἔλεξεν ὧδε· “Μηδεὶς ὑμῶν, ὦ ξυνάρχοντες, ἐπιγνώμονος εἶναι τοὺς λόγους οἰέσθω, μηδὲ διὰ τοῦτο ἐν ὑστάτῳ εἰρῆσθαι, ὥστε αὐτοῖς ἕπεσθαι, ὁποῖοί ποτ’ ἂν ὦσιν, ἀναγκαῖον ἅπασι γίγνεσθαι.ὅσα μὲν γὰρ ὑμῶν ἑκάστῳ δοκεῖ ἄριστα εἶναι ἀκήκοα· προσήκει δὲ καὶ ἐμὲ ὅσα γινώσκω ἐς μέσον ἐξενεγκόντα οὕτω σὺν ὑμῖν ἑλέσθαι τὰ κρείσσω.ἐκεῖνο δὲ ὑπομνῆσαι ὑμᾶς ἄξιον, ὡς ὀλίγῳ πρότερον οἱ μὲν στρατιῶται δεδιέναι τε τοὺς ἐν τῇ θαλάσσῃ κινδύνους ἄντικρυς ἔλεγον καὶ ὡς ἐς φυγὴν τρέψονται, ἢν ναῦς πολεμία ἐπ’ αὐτοὺς ἴοι, ἡμεῖς δὲ τὸν θεὸν ᾐτοῦμεν γῆν τὴν Λιβύης καὶ τὴν ἐς ταύτην ἀπόβασιν εἰρηναίαν ἡμῖν ἐπιδεῖξαι.τούτων δὲ τοιούτων ὄντων, ἀξυνέτων ἀνδρῶν ἡγοῦμαι εἶναι εὔχεσθαι μὲν παρὰ τοῦ θεοῦ λαβεῖν τὰ βελτίονα, δεδομένων δὲ αὐτῶν ἀποσείεσθαί τε καὶ ἀπ’ ἐναντίας ἰέναι.ἢν δὲ καὶ πλέουσιν ἡμῖν εὐθὺ Καρχηδόνος στόλος ἀπαντήσῃ πολέμιος, τοῖς μὲν στρατιώταις κατὰ κράτος φεύγουσι τὸ μὴ μεμπτοῖς εἶναι λελείψεται· ἁμάρτημα γὰρ προρρηθὲν τὴν ἀπολογίαν ἐφ’ ἑαυτοῦ φέρει· ἡμῖν δὲ καὶ διασωθεῖσιν οὐδεμία συγγνώμη.πολλῶν δὲ ὄντων, ἢν ἐν ταῖς ναυσὶ μένωμεν, δυσχερῶν, ἐκεῖνο μόνον ἱκανῶς, οἶμαι, λελέξεται, ᾧ μάλιστα δεδίττεσθαι ἡμᾶς ἀξιοῦσι, τὸν χειμῶνα ἐπανασείοντες.ἢν γάρ τις ἐπιπέσοι χειμών, ἀνάγκη ταῖς ναυσίν, ὥσπερ φασί, δυοῖν ξυμβῆναι τὸ ἕτερον, ἢ πόρρω που τῆς Λιβύης διαφυγεῖν, ἢ ἐπὶ τῆς ἀκτῆς διαφθαρῆναι ταύτης.τί τοίνυν ὡς ἐκ τῶν παρόντων ἑλομένοις ἡμῖν μᾶλλον ξυνοίσει; μόνας διεφθάρθαι τὰς ναῦς, ἢ αὐτοῖς ἀνδράσιν ἅπαντα ἀπολωλέναι τὰ πράγματα; χωρὶς δὲ τούτων νῦν μὲν ἀπαρασκεύοις ἐπιπεσόντες τοῖς πολεμίοις κατὰ νοῦν, ὡς τὸ εἰκός, ἀπαλλάξομεν· τὰ γὰρ πολέμια τῷ ἀπροσδοκήτῳ δουλοῦσθαι πέφυκε·μικρὸν δὲ ὕστερον ἤδη τῶν πολεμίων ἐν παρασκευῇ γεγονότων ἐξ ἀντιπάλου ἡμῖν τῆς δυνάμεως ὁ ἀγὼν ἔσται.προσθείη δὲ ἄν τις ὡς καὶ ὑπὲρ αὐτῆς ἴσως ἀγωνιεῖσθαι δεήσει τῆς ἀποβάσεως, ἐκεῖνά τε ζητεῖν ἃ νῦν παρόντα ἡμῖν ὡς οὐκ ἀναγκαῖα ἐς βουλὴν ἔρχεται.ἢν δὲ καὶ χειμὼν τηνικαῦτα ἀγωνιζομένοις ἡμῖν ἐπιγένηται, ὡς τὰ πολλὰ ἐν θαλάσσῃ φιλεῖ γίνεσθαι, πρός τε τὰ κύματα καὶ τοὺς Βανδίλους διαμαχόμενοι μεταμαθεῖν τὴν εὐβουλίαν εἰσόμεθα.φημὶ δὴ ἔγωγε χρῆναι ἀποβῆναι μὲν ἡμᾶς ἐς τὴν ἤπειρον αὐτίκα δὴ μάλα, ἵππους τε ἀποβιβάζοντας καὶ ὅπλα καὶ εἴ τι ἄλλο ἐς τὴν χρείαν ἡμῖν ἀναγκαῖον εἶναι οἰόμεθα, τάφρον δὲ κατὰ τάχος ὀρύξαι καὶ χαράκωμα περιβαλεῖν οὐδέν τι ἧσσον ὅτου τις ἂν εἴποι τείχους εἰς ἀσφάλειαν ἡμῖν συντελέσαι δυνάμενον, ἐκεῖθεν δὲ ὁρμωμένους τὸν πόλεμον,ἤν τις ἐπίοι, διενεγκεῖν. ἐπιλείψει δὲ ἡμᾶς ἄνδρας ἀγαθοὺς γινομένους τῶν ἐπιτηδείων οὐδέν. τοῖς γὰρ κρατοῦσι τῶν πολεμίων τὸ κυρίοις εἶναι τῶν ἐκείνοις προσηκόντων ξυμβαίνει, καὶ ἡ νίκη πάντα περιβαλομένη τὰ χρήματα, ἔνθα ἂν κλίνῃ, κατατίθεσθαι πέφυκεν. ὥστε ὑμῖν ἥ τε σωτηρία καὶ ἡ τῶν ἀγαθῶν περιουσία ἐν ταῖς χερσὶ κεῖται.”Ταῦτα Βελισαρίου εἰπόντος ξυνέφασάν τε καὶ ἀπεδέξαντο ἅπας ὁ ξύλλογος, καὶ διαλυθέντες ὡς τάχιστα τὴν ἀπόβασιν ἐποιήσαντο τρισὶ μάλιστα μησὶν ὕστερον ἢ αὐτοῖς ἐκ Βυζαντίου ὁ ἀπόπλους ἐγένετο.καὶ δείξας τι χωρίον ἐπὶ τῆς ἠιόνος ὁ στρατηγὸς τοῖς τε στρατιώταις καὶ ναύταις ἐκέλευε τήν τε τάφρον ὀρύσσειν καὶ τὸ χαράκωμα περιβάλλεσθαι.οἱ δὲ κατὰ ταῦτα ἐποίουν. ἅτε δὲ ὄχλου πολλοῦ ἐργαζομένου καὶ τοῦ φόβου τὴν προθυμίαν ἐγείροντος καὶ τοῦ στρατηγοῦ ἐγκελευομένου, αὐτῇ τῇ ἡμέρᾳ ἥ τε τάφρος ὀρώρυκτο καὶ τὸ χαράκωμα ξυντετέλεστο καὶ οἱ σκόλοπες κύκλῳ πανταχόθεν ξυνεπεπήχατο.ἔνθα δὴ καί τι τοῖς τὴν τάφρον ὀρύσσουσι τετύχηκε θαυμάσιον ἡλίκον. ὕδατος πολύ τι χρῆμα ἡ γῆ ἀνῆκεν, οὐ γεγονὸς τοῦτο ἐν Βυζακίῳ πρότερον, ἄλλως τε καὶ τοῦ χωρίου ἀνύδρου ὄντος.τοῦτο δὴ τὸ ὕδωρ ἐς πᾶσαν χρείαν τοῖς ἀνθρώποις καὶ τοῖς ἄλλοις ζῴοις ἐπήρκεσε. καὶ συνηδόμενος τῷ στρατηγῷ Προκόπιος ἔλεγεν ὡς οὐ διὰ τὴν χρείαν τῇ τοῦ ὕδατος περιουσίᾳ χαίροι, ἀλλ’ ὅτι οἱ ξύμβολον εἶναι δοκεῖ νίκης ἀπόνου καὶ τοῦτο σφίσι προλέγειν τὸ θεῖον.ὅπερ οὖν καὶ ἐγένετο. τὴν μὲν οὖν νύκτα ἐκείνην οἱ στρατιῶται ξύμπαντες ἐν τῷ στρατοπέδῳ ηὐλίσαντο, φύλακάς τε καὶ τὰ ἄλλα ᾗπερ εἰώθει ποιούμενοι, πλήν γε δὴ ὅτι τοξότας πέντε ἐν νηὶ ἑκάστῃ Βελισάριος ἐκέλευσε μεῖναι φυλακῆς ἕνεκα, καὶ τοὺς δρόμωνας ἐν κύκλῳ αὐτῶν ὁρμίζεσθαι, φυλασσομένους μή τις ἐπ’ αὐτὰς κακουργήσων ἴοι.Τῇ δὲ ὑστεραίᾳ, ἐπειδὴ τῶν στρατιωτῶν τινες ἐς τοὺς ἀγροὺς ἀναβαίνοντες τῶν ὡραίων ἥπτοντο, αὐτῶν τε τὰ σώματα ὁ στρατηγὸς οὐ παρέργως ᾐκίσατο καὶ ξυγκαλέσας ἅπαντας ἔλεξε τοιάδε·