ταῦτά τε αὐτοῦ διέποντος καὶ ἀνέμων ἥκιστα ἐπιγινομένων, ἐπῆλθε πολλοῖς τῶν στρατιωτῶν νόσῳ διαφθαρῆναι ἐξ αἰτίας τοιᾶσδε.Ὁ τῆς αὐλῆς ἔπαρχος Ἰωάννης φλαῦρός τε ἦν τὸν τρόπον καὶ οὕτω δυνατὸς εἰς τὸ προσαγαγεῖν εἰς τὸ δημόσιον ἐπινοῆσαι χρήματα ἐπὶ λύμῃ ἀνθρώπων, ὡς οὐκ ἄν ποτε ἔγωγε φράσαι ἱκανῶς ἔχοιμι.ἀλλὰ ταῦτα μὲν καὶ ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, ἡνίκα πρὸς τῆς ἱστορίας ἐς τόδε ἠγόμην τοῦ λόγου.τὰ δὲ νῦν ὅτῳ ποτὲ τρόπῳ τούτους δὴ τοὺς στρατιώτας διεχρήσατο ἐρῶν ἔρχομαι.τὸν ἄρτον ᾧ δὴ μέλλουσιν ἐν τῷ στρατοπέδῳ οἱ στρατιῶται σιτίζεσθαι, δὶς μὲν ἐπάναγκες ἐς τὸν πνιγέα εἰσάγεσθαι, ἐπιμελῶς δὲ οὕτως ὀπτᾶσθαι ὥστε ἐξικνεῖσθαί τε ἐπὶ πλεῖστον καὶ μὴ χρόνῳ βραχεῖ διαφθείρεσθαι, τόν τε οὕτως ὀπτώμενον ἄρτον ἀνάγκη ἐλάσσω τὸν σταθμὸν ἕλκειν· καὶ διὰ τοῦτο ἐν ταῖς τοιαῖσδε ἀρτοδαισίαις εἰώθασιν οἱ στρατιῶται τοῦ συνειθισμένου σταθμοῦ τὸ τεταρτημόριον ἀποτέμνεσθαι.Ἰωάννης οὖν λογισάμενος ὅπως ἐλάσσω τε τὰ ξύλα καὶ τὸν μισθὸν τοῖς ἀρτοποιοῖς ἥσσονα δοίη, καὶ ὅπως οἱ οὐκ ἐνδεὴς ὁ σταθμὸς εἴη, ὠμὸν ἔτι τὸν ἄρτον ἐς τὸ δημόσιον βαλανεῖον ἐσκομίσας τὸν Ἀχιλλέα, οὗ δὴ ἔνερθεν τὸ πῦρ καίεται, καταθέσθαι ἐκέλευσε.καὶ ἐπειδὴ ἀμωσγέπως ὀπτᾶσθαι ἐδόκει, ἐμβαλὼν θυλακίοις ἐνθέμενός τε ἐν ταῖς ναυσὶν ἔστελλε.καὶ ἐπεὶ ὁ στόλος ἐς Μεθώνην ἀφίκετο, διαρρυέντες οἱ ἄρτοι ἐπανῆκον αὖθις ἐς ἄλευρα, οὐχ ὑγιᾶ μέντοι, σεσηπότα δὲ καὶ εὐρωτιῶντα καί τινα ὀσμὴν ἤδη βαρεῖαν φέροντα.ἐχορήγουν τε αὐτὰ τοῖς στρατιώταις πρὸς μέτρον οἷς προσέκειτο ἡ τιμὴ αὕτη, χοίνιξί τε ἤδη καὶ μεδίμνοις τὴν ἀρτοδαισίαν ποιούμενοι.τούτοις δὲ οἱ στρατιῶται ὥρᾳ θέρους ἐν χωρίῳ αὐχμοὺς ἔχοντι σιτιζόμενοι ἐνόσησάν τε καὶ αὐτῶν ἀπέθανον οὐχ ἧσσον ἢ πεντακόσιοι· ὃ δὴ καὶ τοῖς πλείοσι ξυμπεσεῖν ἔμελλεν, ἀλλὰ Βελισάριος διεκώλυσεν, ἄρτους αὐτοῖς ἐπιχωρίους χορηγεῖσθαι κελεύσας. βασιλεῖ δὲ τὸ πρᾶγμα δηλώσας αὐτὸς μὲν ηὐδοκίμησεν, οὐ μήν τινα τότε Ἰωάννῃ ζημίαν ἤνεγκε.Ταῦτα μὲν δὴ οὕτως ἐγένετο. ἐκ δὲ Μεθώνης ὁρμηθέντες ἀφίκοντο ἐς τὸν Ζακυνθίων λιμένα, ἔνθα δὴ ὕδωρ τε ἐμβεβλημένοι ὅσον σφίσιν ἐξικνεῖσθαι ἔμελλε τὸ Ἀδριατικὸν πέλαγος διαπλέουσι καὶ τὰ ἄλλα παρασκευασάμενοι ἔπλεον.ἀνέμου δὲ σφίσι μαλακοῦ τε καὶ νωθροῦ κομιδῆ ἐπιπνεύσαντος ἑκκαιδεκαταῖοι κατέπλευσαν τῆς Σικελίας ἐς χῶρον ἔρημον, οὗ τὸ ὄρος ἐγγὺς ἡ Αἴτνη ἀνέχει.ἐν δὲ τῷ διάπλῳ τούτῳ διατρίψασιν αὐτοῖς ὥσπερ εἴρηται, ξυνέπεσεν ἅπασι διαφθαρῆναι τὰ ὕδατα, πλήν γε δὴ οὗ Βελισάριός τε αὐτὸς καὶ οἱ ξυμπόται ἔπινον.τοῦτο γὰρ διεσώσατο μόνον ἡ Βελισαρίου γυνὴ τρόπῳ τοιῷδε. ἀμφορέας ἐξ ὑάλου πεποιημένους ὕδατος ἐμπλησαμένη οἰκίσκον τε ἐκ σανίδων ποιήσασα ἐν κοίλῃ νηὶ ἔνθα δὴ τῷ ἡλίῳ ἐσιέναι ἀδύνατα ἦν, ἐνταῦθα ἐς ψάμμον τοὺς ἀμφορέας κατέχωσε, ταύτῃ τε ἀπαθὲς τὸ ὕδωρ διέμεινε. τοῦτο μὲν οὖν οὕτως ἔσχε.Βελισάριος δέ, ἐπειδὴ τάχιστα ἐς τὴν νῆσον ἀπέβη, ἀπορούμενός τε ἤσχαλλε καὶ ἔστρεφεν αὐτοῦ τὴν διάνοιαν τὸ μὴ εἰδέναι ἐπὶ τίνας ποτὲ ἀνθρώπων τοὺς Βανδίλους ἴοι, ἢ ὁποίους ποτὲ τὰ πολέμια, μηδὲ ὅτῳ τρόπῳ ἢ ὁπόθεν ποτὲ σφίσιν ὁρμωμένοις πολεμητέα εἴη.μάλιστα δὲ αὐτὸν οἱ στρατιῶται ξυνετάρασσον, κατωρρωδηκότες τε τὴν ναυμαχίαν καὶ προλέγειν ἥκιστα αἰσχυνόμενοι ὡς, ἢν μέν τις σφᾶς εἰς τὴν γῆν ἀποβήσειε, πειράσονται ἄνδρες ἀγαθοὶ ἐν τῇ μάχῃ γίγνεσθαι, ἢν δὲ πολέμια πλοῖα ἐπ’ αὐτοὺς ἴοι, ἐς φυγὴν τραπήσονται· οὐ γὰρ οἷοί τέ εἰσι πολεμίοις τε ἀνδράσι καὶ ὕδασι διαμάχεσθαι.τούτοις οὖν ἅπασιν ἀπορούμενος Προκόπιον τὸν αὑτοῦ πάρεδρον ἔστελλεν ἐς Συρακούσας, πευσόμενόν τε ἤν τινες τοῖς πολεμίοις ἐνέδραι εἰσὶ προλοχίζουσαι τὸν διάπλουν ἢ ἐν νήσῳ ἢ ἐν ἠπείρῳ, καὶ ὅπη μὲν τῆς Λιβύης προσορμίσασθαι σφίσιν ἄμεινον ἂν εἴη, ὁπόθεν δὲ ὁρμωμένοις τὸν πόλεμον πρὸς Βανδίλους διενεγκεῖν ξυνοίσει.ἐπὰν δὲ τὰ ἐντεταλμένα ποιοίη, ἐπανήκοντά οἱ ἐκέλευεν ἐς Καύκανα τὸ χωρίον ξυμμῖξαι, διακοσίοις μάλιστα σταδίοις Συρακουσῶν διέχον, οὗ δὴ αὐτός τε καὶ ὁ ξύμπας στόλος ὁρμίσασθαι ἔμελλε.τῷ δὲ λόγῳ τροφὰς αὐτὸν ἔπεμπεν ὠνησόμενον, ἅτε τῶν Γότθων ἀγορὰν σφίσιν ἐθελόντων διδόναι, δόξαν τοῦτο βασιλεῖ τε Ἰουστινιανῷ καὶ Ἀμαλασούνθῃ τῇ Ἀταλαρίχου μητρί, ὃς τότε παῖς τε ὢν καὶ ὑπὸ τῇ μητρὶ Ἀμαλασούνθῃ τρεφόμενος εἶχε τὸ Γότθων τε καὶ Ἰταλιωτῶν κράτος.ἐπειδὴ γὰρ Θευδέριχος τετελευτήκει καὶ ἐς τὸν θυγατριδοῦν Ἀταλάριχον, ὀρφανὸν τοῦ πατρὸς ἤδη πρότερον γεγονότα, ἡ βασιλεία ἧκε, δειμαίνουσα ἡ Ἀμαλασοῦνθα περί τε τῷ παιδὶ καὶ τῇ βασιλείᾳ φίλον Ἰουστινιανὸν ἐς τὰ μάλιστα ἑταιρισαμένη τά τε ἄλλα ἐπήκουεν αὐτῷ ἐπιτάττοντι καὶ τότε ἀγορὰν διδόναι τῷ στρατοπέδῳ ἐπηγγέλλετο καὶ ἐποίει ταῦτα.Γενόμενος δὲ ἐν ταῖς Συρακούσαις Προκόπιος καὶ ἀνδρὸς παρὰ δόξαν ἐπιτυχὼν πολίτου μέν οἱ καὶ φίλου ὑπάρχοντος ἐκ παιδός, ἐπ’ ἐργασίᾳ δὲ τῇ κατὰ θάλασσαν ἀπὸ παλαιοῦ ἐν Συρακούσαις ᾠκημένου, ἐπύθετο ὅσων ἔχρῃζεν·