Τρίπολιν δὲ τὴν ἐν Λιβύῃ τῶν τις ἐπιχωρίων Πουδέντιος ἀπὸ Βανδίλων ἀπέστησε, πέμψας τε ὡς βασιλέα ἐδεῖτό οἱ στρατιὰν στεῖλαι·πόνῳ γὰρ αὐτῷ τὴν χώραν οὐδενὶ προσποιήσειν. ὁ δέ οἱ ἄρχοντά τε Ταττιμοὺθ καὶ στράτευμα οὐ πολὺ ἔστειλεν.ὃ δὴ ἑταιρισάμενος Πουδέντιος Βανδίλων οὐ παρόντων τήν τε χώραν ἔσχε καὶ βασιλεῖ προσεποίησε. τῷ δὲ Γελίμερι τιμωρεῖν βουλομένῳ Πουδέντιον ἐναντίωμα ξυνέπεσε τόδε.Γώδας τις ἦν ἐν τοῖς Γελίμερος δούλοις, Γότθος τὸ γένος, θυμοειδὴς μὲν καὶ δραστήριος καὶ πρὸς ἰσχὺν ἱκανὼς πεφυκώς, εὐνοϊκῶς δὲ δοκῶν ἐς τὰ τοῦ δεσπότου πράγματα ἔχειν.τούτῳ τῷ Γώδᾳ ὁ Γελίμερ Σαρδὼ τὴν νῆσον ἐπέτρεψε, φυλακῆς τε ἕνεκα καὶ φόρον τὸν ἐπέτειον ἀποφέρειν.ὁ δὲ τὴν ἀπὸ τῆς τύχης εὐημερίαν οὔτε καταπέψαι οὔτε τῇ ψυχῇ φέρειν οἷός τε ὢν τυραννίδι ἐπεχείρησε, καὶ οὐδὲ τὴν τοῦ φόρου ἀπαγωγὴν ἀποφέρειν ἔτι ἠξίου, ἀλλὰ καὶ τὴν νῆσον αὐτὸς Βανδίλων ἀποστήσας εἶχε.καὶ ἐπεὶ ᾔσθετο βασιλέα Ἰουστινιανὸν πολεμησείοντα ἐπί τε Λιβύην καὶ Γελίμερα, ἔγραψε πρὸς αὐτὸν τάδε·“Οὔτε ἀγνωμοσύνῃ εἴκων οὔτε τι ἄχαρι πρὸς δεσπότου παθὼν τοῦ ἐμοῦ εἰς ἀπόστασιν εἶδον, ἀλλὰ τἀνδρὸς ἰδὼν τὴν ὠμότητα ἰσχυρὰν οἵαν εἴς τε τὸ ξυγγενὲς καὶ ὑπήκοον μετέχειν τῆς ἀπανθρωπίας οὐκ ἂν δόξαιμι ἑκών γε εἶναι.ἄμεινον γὰρ βασιλεῖ δικαίῳ ὑπηρετεῖν ἢ τυράννῳ τὰ οὐκ ἔννομα ἐπαγγέλλοντι.ἀλλ’ ὅπως μὲν συλλήψῃ μοι ταῦτα σπουδάζοντι, ὅπως δὲ στρατιώτας πέμποις ὥστε με ἀμύνεσθαι τοὺς ἐπιόντας ἱκανῶς ἔχειν.”Ταύτην βασιλεὺς ἄσμενος λαβὼν τὴν ἐπιστολὴν Εὐλόγιον πρεσβευτὴν ἔπεμψε καὶ γράμματα ἔγραψεν, ἐπαινῶν τὸν Γώδαν τῆς τε ξυνέσεως καὶ τῆς ἐς τὴν δικαιοσύνην προθυμίας, ξυμμαχίαν τε ἐπαγγελλόμενος καὶ στρατιώτας καὶ στρατηγόν, ὃς αὐτῷ ξυμφυλάξαι τε τὴν νῆσον οἷός τε εἴη καὶ τὰ ἄλλα ξυλλήψεσθαι, ὥστε αὐτῷ δύσκολον μηδὲν πρὸς Βανδίλων ξυμβῆναι.Εὐλόγιος δὲ ἀφικόμενος εἰς Σαρδὼ εὕρισκε Γώδαν ὄνομά τε καὶ σχῆμα βασιλέως περιβαλλόμενον καὶ δορυφόρους προσποιησάμενον.ὃς ἐπειδὴ τὴν βασιλέως ἐπιστολὴν ἀνελέξατο, στρατιώτας μὲν ἔφη ἐς ξυμμαχίαν ἐλθεῖν βουλομένῳ εἶναι, ἄρχοντος δὲ οὐ πάνυ χρῄζειν. κατὰ ταῦτά τε πρὸς βασιλέα γράψας τὸν Εὐλόγιον ἀπεπέμψατο.Ταῦτα βασιλεὺς οὔπω πεπυσμένος τετρακοσίους τε στρατιώτας καὶ ἄρχοντα Κύριλλον ὡς τὴν νῆσον ξυμφυλάξοντας Γώδᾳ ἡτοίμαζεν.ἤδη δὲ ξὺν αὐτοῖς καὶ τὴν ἐς Καρχηδόνα στρατείαν ἐν παρασκευῇ εἶχε, πεζοὺς μὲν στρατιώτας μυρίους, ἱππέας δὲ πεντακισχιλίους, ἔκ τε στρατιωτῶν καὶ φοιδεράτων συνειλεγμένους.ἐν δὲ δὴ φοιδεράτοις πρότερον μὲν μόνοι βάρβαροι κατελέγοντο, ὅσοι οὐκ ἐπὶ τῷ δοῦλοι εἶναι, ἅτε μὴ πρὸς Ῥωμαίων ἡσσημένοι, ἀλλ’ ἐπὶ τῇ ἴσῃ καὶ ὁμοίᾳ ἐς τὴν πολιτείαν ἀφίκοιντο·φοίδερα γὰρ τὰς πρὸς τοὺς πολεμίους σπονδὰς καλοῦσι Ῥωμαῖοι· τὸ δὲ νῦν ἅπασι τοῦ ὀνόματος τούτου ἐπιβατεύειν οὐκ ἐν κωλύμῃ ἐστί, τοῦ χρόνου τὰς προσηγορίας ἐφ’ ὧν τέθεινται ἥκιστα ἀξιοῦντος τηρεῖν, ἀλλὰ τῶν πραγμάτων ἀεὶ περιφερομένων, ᾗ ταῦτα ἄγειν ἐθέλουσιν ἄνθρωποι, τῶν πρόσθεν αὐτοῖς ὠνομασμένων ὀλιγωροῦντες.ἄρχοντες δὲ ἦσαν φοιδεράτων μὲν Δωρόθεός τε, ὁ τῶν ἐν Ἀρμενίοις καταλόγων στρατηγός, καὶ Σολόμων, ὃς τὴν Βελισαρίου ἐπετρόπευε στρατηγίαν·ʽδομέστικον τοῦτον καλοῦσι Ῥωμαῖοι. ὁ δὲ Σολόμων οὗτος εὐνοῦχος μὲν ἦν, οὐκ ἐξ ἐπιβουλῆς δὲ ἀνθρώπου τὰ αἰδοῖα ἐτύγχανεν ἀποτμηθείς, ἀλλά τις αὐτῷ τύχη ἐν σπαργάνοις ὄντι τοῦτο ἐβράβευσε·̓ καὶ Κυπριανὸς καὶ Βαλεριανὸς καὶ Μαρτῖνος καὶ Ἀλθίας καὶ Ἰωάννης καὶ Μάρκελλος καὶ Κύριλλος, οὗ πρόσθεν ἐμνήσθην·στρατιωτῶν δὲ ἱππέων μὲν Ῥουφῖνός τε καὶ Ἀϊγάν, ἐκ τῆς Βελισαρίου οἰκίας ὄντες, καὶ Βαρβᾶτος καὶ Πάππος, πεζῶν δὲ Θεόδωρος, ὅνπερ Κτεάνον ἐπίκλησιν ἐκάλουν, καὶ Τερέντιός τε καὶ Ζάϊδος καὶ Μαρκιανὸς καὶ Σάραπις.Ἰωάννης δέ τις ἐξ Ἐπιδάμνου ὁρμώμενος, ἣ νῦν Δυρράχιον καλεῖται, τοῖς τῶν πεζῶν ἡγεμόσιν ἅπασιν ἐφειστήκει.τούτων ἁπάντων Σολόμων μὲν ἑῷος ἐτύγχανεν ὢν ἐκ τῆς Ῥωμαίων ἐσχατιᾶς αὐτῆς, οὗ νῦν πόλις οἰκεῖται Δάρας, Ἀϊγὰν δὲ ἦν Μασσαγέτης γένος, οὓς νῦν Οὔννους καλοῦσιν·οἱ δὲ λοιποὶ σχεδόν τι ἅπαντες τὰ ἐπὶ τῆς Θρᾴκης χωρία ᾤκουν.εἵποντο δὲ αὐτοῖς Ἔρουλοι τετρακόσιοι, ὧν Φάρας ἦρχε, καὶ ξύμμαχοι βάρβαροι ἑξακόσιοι μάλιστα ἐκ τοῦ Μασσαγετῶν ἔθνους, ἱπποτοξόται πάντες·ὧν δὴ ἡγοῦντο Σιννίων τε καὶ Βάλας, ἀνδρίας τε καὶ καρτερίας ἐς ἄκρον ἥκοντε.ναῦς δὲ ἡ σύμπασα στρατιὰ πεντακοσίας ἦγε, καὶ αὐτῶν οὐδεμία πλέον ἢ κατὰ μυριάδας πέντε μεδίμνων φέρειν οἵα τε ἦν, οὐ μὴν οὐδὲ ἔλασσον ἢ κατὰ τρισχιλίους.ναῦται δὲ τρισμύριοι ἐπέπλεον ἁπάσαις, Αἰγύπτιοί τε καὶ Ἴωνες οἱ πλεῖστοι καὶ Κίλικες, ἀρχηγός τε εἷς ἐπὶ ταῖς ναυσὶν ἁπάσαις Καλώνυμος Ἀλεξανδρεὺς ἀπεδέδεικτο.ἦσαν δὲ αὐτοῖς καὶ πλοῖα μακρά, ὡς ἐς ναυμαχίαν παρεσκευασμένα, ἐνενήκοντα δύο, μονήρη μέντοι καὶ ὀροφὰς ὕπερθεν ἔχοντα, ὅπως οἱ ταῦτα ἐρέσσοντες πρὸς τῶν πολεμίων ἥκιστα βάλλοιντο.δρόμωνας καλοῦσι τὰ πλοῖα ταῦτα οἱ νῦν ἄνθρωποι· πλεῖν γὰρ κατὰ τάχος δύνανται μάλιστα. ἐν τούτοις δὴ Βυζάντιοι δισχίλιοι ἔπλεον, αὐτερέται πάντες· περίνεως γὰρ ἦν ἐν τούτοις οὐδείς.