καὶ τότε μὲν ἥκοντες παρὰ τὸν Χοσρόην οἱ πρέσβεις, εἰπόντες τε ἀμφὶ τῇ διαλύσει τῆς εἰρήνης πολλὰ καὶ πρὸς ἐκείνου ἀκούσαντες ἀνεχώρησαν.τῇ δὲ ἐπιούσῃ ἡμέρᾳ τῶν Ἀντιοχέων ὁ δῆμος ʽεἰσὶ γὰρ οὐ κατεσπουδασμένοι, ἀλλὰ γελοίοις τε καὶ ἀταξίᾳ ἱκανῶς ἔχονταἰ πολλὰ ἐς τὸν Χοσρόην ὕβριζόν τε ἀπὸ τῶν ἐπάλξεων καὶ ξὺν γέλωτι ἀκόσμῳ ἐτώθαζον·καὶ Παῦλον τοῦ περιβόλου ἐγγὺς ἥκοντα παραινοῦντά τε χρημάτων ὀλίγων σφᾶς τε αὐτοὺς καὶ τὴν πόλιν ὠνεῖσθαι, ὀλίγου ἐδέησαν τοξεύσαντες κτεῖναι, εἰ μὴ προϊδὼν ἐφυλάξατο. διὸ δὴ ζέων τῷ θυμῷ ὁ Χοσρόης τειχομαχεῖν ἔγνω.Τῇ οὖν ὑστεραίᾳ ἐπαγαγὼν ἅπαντας Πέρσας ἐπὶ τὸ τεῖχος ἄλλους μὲν ἄλλῃ προσβάλλειν τοῦ ποταμοῦ ἐκέλευεν, αὐτὸς δὲ τοὺς πλείστους τε καὶ ἀρίστους ἔχων κατὰ τὴν ἄκραν προσέβαλλε. ταύτῃ γάρ, ὥς μοι ἔμπροσθεν ἐρρήθη, ἐπιμαχώτατος ὁ περίβολος ἦν.ἐνταῦθα Ῥωμαῖοι ʽστενοτάτη γὰρ ἡ οἰκοδομία ἐτύγχανεν οὖσα ἐφ’ ἧς ἱστάμενοι πολεμεῖν ἔμελλον’ ἐπενόησαν τάδε. δοκοὺς μακρὰς ἐς ἀλλήλους ξυνδέοντες μεταξὺ τῶν πύργων ἐκρέμων, οὕτω τε πολλῷ εὐρυτέρας δὴ ταύτας τὰς χώρας ἐποίουν, ὅπως ἔτι πλείους ἐνθένδε ἀμύνεσθαι τοὺς τειχομαχοῦντας οἷοί τε ὦσιν.οἱ μὲν οὖν Πέρσαι ἰσχυρότατα ἐγκείμενοι πανταχόθεν τὰ τοξεύματα συχνὰ ἔπεμπον, ἄλλως τε καὶ κατὰ τὴν τῆς ἄκρας ὑπερβολήν.οἱ δὲ Ῥωμαῖοι ἠμύνοντο δυνάμει πάσῃ, οὐ στρατιῶται μόνον, ἀλλὰ καὶ τοῦ δήμου εὐτολμότατοι νεανίαι πολλοί.ἐδόκουν δὲ οἱ τειχομαχοῦντες ἐνταῦθα ἐς τὴν μάχην ἐκ τοῦ ἀντιπάλου τοῖς πολεμίοις καθίστασθαι. ἡ γὰρ πέτρα, εὐρεῖά τις καὶ ὑψηλὴ οὖσα καὶ ὥσπερ ἀντιτεταγμένη τῷ περιβόλῳ καθάπερ ἐφ’ ὁμαλοῦ εἶναι τὴν ξυμβολὴν ἐποίει.καὶ εἰ μέν τις ἐθάρσησε τοῦ Ῥωμαίων στρατοῦ ξὺν τριακοσίοις ἔξω τε γενέσθαι τοῦ περιβόλου καὶ τὴν πέτραν ἐκείνην προτερήσας καταλαβεῖν ἐνθένδε τε τοὺς ἐπιόντας ἀμύνασθαι, οὐκ ἄν ποτε, οἶμαι, πρὸς τῶν πολεμίων ἐς κίνδυνόν τινα ἡ πόλις ἦλθεν.οὐ γὰρ εἶχον ὅθεν ὁρμώμενοι τειχομαχοῖεν οἱ βάρβαροι, κατὰ κορυφὴν ἔκ τε τῆς πέτρας καὶ ἀπὸ τοῦ τείχους βαλλόμενοι· νῦν δέ ʽκαὶ γὰρ ἔδει Ἀντιοχέας τούτῳ τῷ Μήδων στρατῷ ἀπολέσθαἰ οὐδενὶ τοῦτο ἐς ἔννοιαν ἦλθε.τῶν μὲν οὖν Περσῶν, ἅτε Χοσρόου παρόντος σφίσι καὶ κραυγῇ ἐγκελευομένου μεγάλῃ, ὑπὲρ δύναμιν βιαζομένων καὶ οὐδένα τοῖς ἐναντίοις ἐνδιδόντων καιρὸν ὥστε διασκοπεῖσθαι ἢ φυλάσσεσθαι τὰς τοξευμάτων βολάς, τῶν δὲ Ῥωμαίων ἔτι μᾶλλον πλήθει τε πολλῷ καὶ θορύβῳ ἀμυνομένων, οὐκ ἐνεγκοῦσαι τὸ ἄχθος αἱ σχοῖνοι αἷς αἱ δοκοὶ ξυνδεδέατο, διερράγησαν ἐκ τοῦ αἰφνιδίου καὶ ξὺν ταῖς δοκοῖς ἅπαντες ὅσοι αὐταῖς ἐφεστήκεσαν ἐς τὸ ἔδαφος ἐξέπεσον πατάγῳ πολλῷ.οὗ δὴ αἰσθόμενοι καὶ ἄλλοι Ῥωμαίων οἳ ἐκ πύργων τῶν ἐχομένων ἐμάχοντο, καὶ ξυμβάλλειν μὲν τὸ γεγονὸς οὐδαμῆ ἔχοντες, διεφθάρθαι δὲ ταύτῃ τὸ τεῖχος οἰόμενοι ἐς φυγὴν ὥρμηντο.τοῦ μὲν οὖν δήμου νεανίαι πολλοὶ ὅσοι τὰ πρότερα πρός γε ἀλλήλους στασιάζειν ἐν τοῖς ἱπποδρομίοις εἰώθεσαν, ἐπειδὴ ἀπὸ τοῦ περιβόλου κατέβησαν, οὐδαμῆ ἔφευγον, ἀλλ’ αὐτοῦ ἔμενον, οἱ δὲ στρατιῶται ξύν τε Θεοκτίστῳ καὶ Μολάτζῃ εὐθὺς ἐπὶ τοὺς ἵππους ἀναθορόντες οἳ δὴ ἐνταῦθά πη παρεσκευασμένοι ἐτύγχανον, ἐπὶ τὰς πύλας ἀπήλαυνον, Βούζην αὐτοῖς ἐπιθρυλοῦντες ξὺν στρατῷ ἥκειν, ἐθέλειν τε κατὰ τάχος δέξασθαι μὲν αὐτοὺς τῇ πόλει, ξὺν αὐτοῖς δὲ τοὺς πολεμίους ἀμύνασθαι.ἐνταῦθα τῶν Ἀντιοχέων πολλοὶ μὲν ἄνδρες, γυναῖκες δὲ πᾶσαι ξὺν τοῖς παιδίοις ἐπὶ τὰς πύλας δρόμῳ πολλῷ ᾔεσαν· εἶτα πρὸς τῶν ἵππων ὠθούμενοι ἅτε ἐν στενοχωρίᾳ πολλῇ ἔπιπτον.οἱ δὲ στρατιῶται τῶν ἐν ποσὶν οὐδενὸς τὸ παράπαν φειδόμενοι ἔτι μᾶλλον ἢ πρότερον ὕπερθεν τῶν κειμένων ἅπαντες ἤλαυνον, γέγονέ τε φόνος ἐνταῦθα πολὺς ἄλλως τε καὶ κατὰ τὰς πύλας αὐτάς.Οἱ δὲ Πέρσαι, οὐδενὸς σφίσιν ἀντιστατοῦντος, κλίμακας ἐπιθέντες ἐπὶ τὸ τεῖχος οὐδενὶ πόνῳ ἀνέβαινον. ἔν τε ταῖς ἐπάλξεσι κατὰ τάχος γενόμενοι χρόνον τινὰ καταβαίνειν οὐδαμῆ ἤθελον, ἀλλὰ διασκοπουμένοις τε καὶ ἀπορουμένοις ἐῴκεσαν, ἐμοὶ μὲν δοκεῖ, προλοχίζεσθαι τὰς δυσχωρίας ἐνέδραις τισὶ τῶν πολεμίων ὑποτοπάζοντες.τὰ γὰρ ἐντὸς τοῦ περιβόλου ἀπὸ τῆς ἄκρας εὐθὺς κατιόντι λοιπὸν ἀοίκητος χώρα ἐπὶ πλεῖστόν ἐστι. πέτραι τε λίαν ὑψηλαὶ ἀνέχουσιν ἐνταῦθα καὶ τόποι κρημνώδεις.ἔνιοι δέ φασι Χοσρόου γνώμῃ γεγονέναι τὴν μέλλησιν Πέρσαις.ἐπειδὴ γὰρ τήν τε δυσχωρίαν κατενόησε καὶ τοὺς στρατιώτας φεύγοντας εἶδεν, ἔδεισε μή τινι ἀνάγκῃ ἐκ τῆς ὑπαγωγῆς ἀναστρέψαντες πράγματα σφίσι παράσχωνται, ἐμπόδιοί τε γένωνται, ἂν οὕτω τύχοι, πόλιν ἑλεῖν ἀρχαίαν τε καὶ λόγου ἀξίαν καὶ πρώτην Ῥωμαίοις οὖσαν τῶν κατὰ τὴν ἕω πασῶν πόλεων, πλούτῳ τε καὶ μεγέθει καὶ πολυανθρωπίᾳ καὶ κάλλει καὶ τῇ ἄλλῃ εὐδαιμονίᾳ.οὗ δή, περὶ ἐλάσσονος τἄλλα ποιούμενος ἅπαντα, ἤθελε τοῖς Ῥωμαίων στρατιώταις καιρὸν ἐνδιδόναι, ὥστε κατ’ ἐξουσίαν τῇ φυγῇ χρῆσθαι. διὸ δὴ καὶ ταῖς χερσὶ τοῖς φεύγουσι Πέρσαι σημαίνοντες ἐνεκελεύοντο φεύγειν ὡς τάχιστα.