οἱ μὲν οὖν στρατιῶται Ῥωμαίων ξὺν τοῖς ἄλλοις ἄρχουσιν ἀπιόντες ᾤχοντο ἅπαντες διὰ πύλης ἣ ἐπὶ Δάφνην ἄγει τὸ τῶν Ἀντιοχέων προάστειον·ταύτης γὰρ μόνης, τῶν ἄλλων κατειλημμένων, ἀπέσχοντο Πέρσαι· τοῦ δὲ δήμου ὀλίγοι τινὲς ξὺν τοῖς στρατιώταις διέφυγον.ἐπεὶ δὲ Πέρσαι ἅπαντας τοὺς Ῥωμαίων στρατιώτας εἶδον πρόσω χωρήσαντας, καταβάντες ἀπὸ τῆς ἄκρας ἐν μέσῃ πόλει ἐγένοντο.ἐνταῦθα δὲ αὐτοῖς τῶν Ἀντιοχέων νεανίαι πολλοὶ ἐς χεῖρας ἐλθόντες τὰ πρῶτα καθυπέρτεροι ἔδοξαν τῇ ξυμβολῇ εἶναι. ἦσαν δὲ αὐτῶν τινες μὲν ὁπλῖται, οἱ δὲ πλεῖστοι γυμνοὶ καὶ λίθων βολαῖς χρώμενοι μόναις.ὠσάμενοι δὲ τοὺς πολεμίους ἐπαιάνιζόν τε καὶ Ἰουστινιανὸν βασιλέα καλλίνικον, ἅτε νενικηκότες, ἀνέκραγον.Ἐν τούτῳ δὲ Χοσρόης ἐν πύργῳ τῷ κατὰ τὴν ἄκραν καθήμενος τοὺς πρέσβεις ἐθέλων τι εἰπεῖν μετεπέμψατο. καὶ αὐτὸν τῶν τις ἀρχόντων, ὁ Ζαβεργάνης, οἰόμενος ξυμβάσεως πέρι βούλεσθαι τοῖς πρέσβεσιν ἐς λόγους ἰέναι, ἐς ὄψιν τε τῷβασιλεῖ κατὰ τάχος ἦλθε καὶ ἔλεξεν ὧδε “Οὐχὶ ταὐτά μοι δοκεῖς, ὦ δέσποτα, Ῥωμαίοις ἀμφὶ τῇ τούτων σωτηρίᾳ γινώσκειν. οἱ μὲν γὰρ καὶ πρὸ τῶν κινδύνων ὑβρίζουσιν ἐς τὴν βασιλείαν τὴν σὴν καὶ ἡσσημένοι τολμῶσί τε τὰ ἀμήχανα καὶ δρῶσι τοὺς Πέρσας ἀνήκεστα ἔργα, ὥσπερ δεδιότες μή τις αὐτοῖς παρὰ σοὶ φιλανθρωπίας λελείψεται λόγος· σὺ δὲ τούς τε σώζεσθαι οὐκ ἀξιοῦντας ἐλεεῖν βούλει, καὶ φείδεσθαι τῶν οὐδαμῆ ἐθελόντων ἐσπούδακας.οἱ δὲ προλοχίσαντες ἐν ἁλούσῃ πόλει τοὺς νενικηκότας ἐνέδραις τισὶ διαφθείρουσι, καίπερ ἁπάντωναὐτοῖς πάλαι πεφευγότων στρατιωτῶν.” ταῦτα ὁ Χοσρόης ἀκούσας, τῶν ἀρίστων πολλοὺς ἐπ’ αὐτοὺς ἔπεμψεν, οἳ οὐκ ἐς μακρὰν ἐπανήκοντες οὐδὲν ξυμβῆναι φλαῦρον ἀπήγγελλον.ἤδη γὰρ Ἀντιοχέας Πέρσαι βιασάμενοι πλήθει ἐτρέψαντο, καὶ γέγονε φόνος ἐνταῦθα πολύς. οἱ γὰρ Πέρσαι οὐδεμιᾶς ἡλικίας φειδόμενοι τοὺς ἐν ποσὶν ἅπαντας ἡβηδὸν ἔκτεινον.τότε φασὶ γυναῖκας τῶν ἐν Ἀντιοχεῦσιν ἐπιφανῶν δύο γενέσθαι μὲν ἔξω τοῦ περιβόλου, αἰσθομένας δὲ ὡς ὑπὸ τοῖς πολεμίοις γενήσονται ʽπανταχόσε γὰρ ἤδη περιιόντες καθεωρῶντὀ δρόμῳ μὲν παρὰ τὸν ποταμὸν Ὀρόντην ἐλθεῖν, φοβουμένας δὲ μή τι σφᾶς ἐς τὸ σῶμα ὑβρίσωσι Πέρσαι, ταῖς τε καλύπτραις ἐγκαλυψαμένας τὰ πρόσωπα καὶ ἐς τὸ τοῦ ποταμοῦ ῥεῦμα ἐμπεσούσας ἀφανισθῆναι. οὕτω πᾶσα κακοῦ τοὺς Ἀντιοχέας ἰδέα ἔσχεν.Ἐνταῦθα ὁ Χοσρόης τοῖς πρέσβεσιν ἔλεξε τοιάδε “Οὐκ ἔξω τοῦ ἀληθοῦς τὸν παλαιὸν λόγον οἴομαι εἶναι, ὅτι δὴ οὐκ ἀκραιφνῆ τἀγαθὰ ὁ θεός, ἀλλὰ κεραννύων αὐτὰ τοῖς κακοῖς εἶτα τοῖς ἀνθρώποις παρέχεται.καὶ δι’ αὐτὸ οὐδὲ τὸ γελᾶν ἄκλαυστον ἔχομεν, παραπέπηγε δέ τις ἀεὶ τοῖς μὲν εὐτυχήμασι συμφορά, ταῖς δὲ ἡδοναῖς λύπη, οὐκ ἐῶσαί τινα γνησίας ποτὲ τῆς δεδομένης εὐημερίας ἀπόνασθαι.πόλιν γὰρ τήνδε, ἀξιολογωτάτην ἐς τὰ μάλιστα λεγομένην τε καὶ οὖσαν ἐν γῇ τῇ Ῥωμαίων, ἀπονώτατα μὲν ἑλεῖν ἴσχυσα, τοῦ θεοῦ αὐτοσχεδιάσαντος ἡμῖν, ὡς ὁρᾶτε δήπου, τὴν νίκην.φόνον μέντοι ἀνθρώπων ὁρῶντί μοι τοσούτων τὸ πλῆθος, αἵματί τε πολλῷ βεβαπτισμένον τὸ τρόπαιον, οὐδεμία τῆς ἀπὸ τῆς πράξεως ἡδονῆς γέγονεν αἴσθησις.καὶ τῶνδε οἱ ταλαίπωροι Ἀντιοχεῖς αἴτιοι, οἵ γε τειχομαχοῦντας μὲν οὐχ οἷοί τε γεγόνασι Πέρσας ἀπώσασθαι, πρὸς δὲ νενικηκότας ἤδη καὶ αὐτοβοεὶ τὴν πόλιν ἑλόντας θράσει θανατῶντες ἀλογίστῳ ζυγομαχεῖν ἔγνωσαν.πάντες μὲν οὖν οἱ Περσῶν δόκιμοι πολλὰ ἐνοχλοῦντες σαγηνεῦσαί τέ με τὴν πόλιν ἠξίουν καὶ ξύμπαντας διαφθεῖραι τοὺς ἡλωκότας, ἐγὼ δὲ τοὺς φεύγοντας ἐκέλευον εἰς τὴν ὑπαγωγὴν ἔτι μᾶλλον ὁρμᾶν, ὅπως ὅτι τάχιστα σώζοιντο. τὸ γὰρ ἐπεμβαίνειν τοῖς ἡλωκόσιν οὐχὅσιον.” τοσαῦτα μὲν ὁ Χοσρόης τερατευόμενός τε καὶ διαθρυπτόμενος τοῖς πρέσβεσιν εἶπεν, οὐκ ἔλαθε μέντοι αὐτοὺς ὅτου ἕνεκα τὸν καιρὸν φεύγουσι τοῖς Ῥωμαίοις ἐνδοίη.Ἦν γὰρ δεινότατος ἀνθρώπων ἁπάντων τὰ μὲν οὐκ ὄντα εἰπεῖν, τὰ δὲ ἀληθῆ ἀποκρύψασθαι, καὶ ὧν αὐτὸς ἐξημάρτανε τὰς αἰτίας τοῖς ἠδικημένοις ἐπενεγκεῖν· ἔτι δὲ ὁμολογῆσαι μὲν ἕτοιμος ἅπαντα καὶ ὅρκῳ τὴν ὁμολογίαν πιστώσασθαι, λίαν δὲ τῶν ἔναγχος αὐτῷ ξυγκειμένων τε καὶ ὀμωμοσμένων ἑτοιμότερος ἐς λήθην ἀφῖχθαι, καὶ χρημάτων μὲν ἕνεκεν ἐπὶ πᾶν ἄγος καθεῖναι τὴν ψυχὴν ἄοκνος, τῷ δὲ προσώπῳ σχηματίζεσθαι τὴν εὐλάβειαν ἀτεχνῶς ἔμπειρος, ἀφοσιοῦσθαί τε τῷ λόγῳ τὴν πρᾶξιν.ὃς καὶ Σουρηνούς, πρότερον οὐδὲν τὸ παράπαν ἠδικηκότας, δόλῳ τε περιελθὼν καὶ τρόπῳ ἀπολέσας τῷ εἰρημένῳ, ἐπειδὴ γυναῖκα κοσμίαν τε καὶ οὐκ ἀφανῆ ἁλισκομένης τῆς πόλεως εἶδεν ἐκ χειρὸς μὲν τῆς ἀριστερᾶς πρός του τῶν βαρβάρων ἑλκομένην ξὺν πολλῇ βίᾳ, παιδίον δὲ ὅπερ αὐτῇ ἄρτι τοῦ τιτθοῦ ἦν ἀπαλλαγὲν ἀφεῖναι μὲν οὐ βουλομένην, ἕλκουσαν δὲ θατέρᾳ χειρὶ ἐμπεπτωκὸς εἰς τὸ ἔδαφος, ἐπεί οἱ ξυντρέχειν οὐχ οἷόν τε ἦν τοῦτον δὴ τὸν βίαιον δρόμον, τὸν οἰκεῖον κἀνταῦθα ἐνδέδεικται τρόπον.φασὶ γὰρ αὐτὸν στενάξαντα δῆθεν τῷ λόγῳ, δόκησίν τε ὡς εἴη δεδακρυμένος παρεχόμενον τοῖς τότε παροῦσιν ἄλλοις τε καὶ Ἀναστασίῳ τῷ πρεσβευτῇ, εὔξασθαι τὸν θεὸν τίσασθαι τὸν τῶν γεγονότων κακῶν αἴτιον.