οὗτος ὁ Ὀδονάθος ἀνεσώσατο Ῥωμαίοις τὴν ἑῴαν ἀρχὴν ὑπὸ Μήδοις γεγενημένην. ἀλλὰ ταῦτα μὲν ἐν τοῖς ἄνω χρόνοις ἐγένετο.Χοσρόης δὲ τότε ἄγχιστά που τῆς Ζηνοβίας ἥκων, ἐπειδὴ τὸ χωρίον οὔτε ἀξιόλογον ἔμαθεν εἶναι καὶ τὴν χώραν κατενόησεν ἀοίκητόν τε καὶ πάντων ἀγαθῶν ἔρημον οὖσαν, δείσας μή τίς οἱ χρόνος ἐνταῦθα τριβεὶς πράξεσι μεγάλαις ἐπ’ οὐδενὶ ἔργῳ ἐμπόδιος εἴη, ἀπεπειράσατο μὲν ὁμολογίᾳ τὸ χωρίον ἑλεῖν. ὡς δὲ οὐδὲν προὐχώρει, πρόσω κατὰ τάχος τὸν στρατὸν ἤλαυνεν.Ὁδόν τε αὖθις τοσαύτην ἀνύσας ἀφίκετο ἐς πόλιν Σούρων πρὸς τῷ Εὐφράτῃ ποταμῷ οὖσαν,ἧς δὴ ἀγχοτάτω γενόμενος ἔστη. ἐνταῦθα δὲ τῷ ἵππῳ ξυνέβη ἐφ’ οὗ ὁ Χοσρόης ἐκάθητο χρεμετίσαι τε καὶ τῷ ποδὶ τὸ ἔδαφος κρούειν. ὃ δὴ οἱ μάγοι ξυμβαλόντες ἁλώσεσθαι τὸ χωρίον ἀπέφαινον.ὁ δὲ στρατοπεδευσάμενος ἐπὶ τὸν περίβολον ὡς τειχομαχήσων τὸ στράτευμα ἐπῆγεν.ἐτύγχανε δέ τις ὄνομα μὲν Ἀρσάκης, Ἀρμένιος δὲ γένος, τῶν ἐνταῦθα στρατιωτῶν ἄρχων, ὃς τοὺς στρατιώτας ἐς τὰς ἐπάλξεις ἀναβιβάσας, ἐνθένδε τε μαχόμενος ἰσχυρότατα καὶ πολλοὺς τῶν πολεμίων κτείνας, τοξεύματι βληθεὶς ἐτελεύτησε.καὶ Πέρσαι μὲν τότε ʽἦν γὰρ τῆς ἡμέρας ὀψἒ ὡς αὖθις τῇ ὑστεραίᾳ τειχομαχήσοντες ἐπὶ τὸ στρατόπεδον ἀνεχώρησαν, Ῥωμαῖοι δὲ ἀπογνόντες, ἅτε τετελευτηκότος σφίσι τοῦ ἄρχοντος, ἱκέται διενοοῦντο Χοσρόου γενέσθαι·τῇ οὖν ἐπιούσῃ ἡμέρᾳ τὸν τῆς πόλεως ἐπίσκοπον δεησόμενόν τε καὶ τὸ χωρίον ἐξαιτησόμενον ἔπεμψαν, ὃς τῶν ὑπηρετῶν τινας ἐπαγόμενος ὄρνις τε φέροντας καὶ οἶνον καὶ καθαροὺς ἄρτους, παρὰ Χοσρόην ἀφίκετο, ἐς δὲ τὸ ἔδαφος καθῆκεν αὑτὸν καὶ δεδακρυμένος ἱκέτευε φείδεσθαι ἀνθρώπων οἰκτρῶν καὶ πόλεως Ῥωμαίοις μὲν ἀτιμοτάτης, Πέρσαις δὲ ἐν οὐδενὶ λόγῳ οὔτε τὰ πρότερα γεγενημένης οὔτε ὕστερόν ποτε ἐσομένης· λύτρα τέ οἱ τοὺς Σουρηνοὺς δώσειν σφῶν τε αὐτῶν καὶ πόλεως ἧσπερ οἰκοῦσιν ἐπαξίως ὑπέσχετο.Χοσρόης δὲ Σουρηνοῖς μὲν χαλεπῶς εἶχεν, ὅτι δὴ αὐτῷ πρῶτοι περιπεπτωκότες Ῥωμαίων ἁπάντων οὔτε τῇ πόλει ἐδέξαντο ἐθελούσιοι, ἀλλὰ καὶ ἀνταίρειν οἱ ὅπλα τολμήσαντες πολύν τινα δοκίμων Περσῶν ὅμιλον ἔκτειναν.τὴν μέντοι ὀργὴν οὐκ ἐξήνεγκεν, ἀλλ’ ὑπὸ τῷ προσώπῳ ἀκριβῶς ἔκρυψεν, ὅπως τὴν κόλασιν ἐς Σουρηνοὺς ποιησάμενος φοβερόν τε Ῥωμαίοις αὑτὸν καὶ ἄμαχόν τινα καταστήσηται. οὕτω γάρ οἱ προσχωρήσειν οὐδενὶ πόνῳ ὑπετόπαζε τοὺς ἐν ποσὶν ἀεὶ γενησομένους.διὸ δὴ ξύν τε φιλοφροσύνῃ πολλῇ τὸν ἐπίσκοπον ἐξανέστησε, καὶ τὰ δῶρα δεξάμενος παρείχετό τινα δόκησιν ὡς ἀμφὶ τοῖς Σουρηνῶν λύτροις αὐτίκα κοινολογησόμενος Περσῶν τοῖς λογίμοις εὖ τὴν δέησιν διαθήσεται.οὕτω τε ξὺν τοῖς ἑπομένοις τὸν ἐπίσκοπον ἀπεπέμψατο οὐδεμίαν τῆς ἐπιβουλῆς αἴσθησιν ἔχοντα, καί οἱ τῶν ἐν Πέρσαις δοκίμων τινὰς παραπομποὺς ἐσομένους δῆθεν τῷ λόγῳ ξυνέπεμψεν.οὓς δὴ λάθρα ἐκέλευε μὲν ἰέναι ξὺν αὐτῷ ἄχρι ἐς τὸ τεῖχος, παρηγοροῦντας καί τισιν ἀγαθαῖς ἐπαίροντας ἐλπίσιν, ὥστε αὐτὸν καὶ τοὺς ξὺν αὐτῷ ἅπαντας χαίροντάς τε καὶ οὐδὲν δεδιότας τοῖς ἔνδον ὀφθῆναι.ἐπειδὰν δὲ οἱ φύλακες ἀνακλίναντες τὴν πυλίδα τῇ πόλει αὐτοὺς δέχεσθαι μέλλωσι, λίθον τινὰ ἢ ξύλον τοῦ τε οὐδοῦ καὶ τῆς θύρας μεταξὺ ῥίψαντες οὐ ξυγχωρεῖν ἐπιτίθεσθαι, ἀλλὰ καὶ αὐτοὺς τοῖς ἐπιθεῖναι βουλομένοις χρόνον δή τινα ἐμποδὼν ἵστασθαι· οὐκ εἰς μακρὰν γὰρ αὐτοῖς τὸν στρατὸν ἕψεσθαι.Ταῦτα τοῖς ἀνδράσιν ὁ Χοσρόης ἐντειλάμενος ἐν παρασκευῇ τὸν στρατὸν ἐποιεῖτο, δρόμῳ τε χωρεῖν ἐπὶ τὴν πόλιν ὅταν αὐτὸς σημήνῃ ἐκέλευεν.ἐπεὶ δὲ ἄγχιστα τοῦ περιβόλου ἐγένοντο, οἱ μὲν Πέρσαι τὸν ἐπίσκοπον ἀσπασάμενοι ἐκτὸς ἔμενον, οἱ δὲ Σουρηνοὶ περιχαρῆ γεγονότα τὸν ἄνδρα ὁρῶντες ξὺν τιμῇ τε πολλῇ προπεμπόμενον πρὸς τῶν πολεμίων, ἀφροντιστήσαντες δυσκόλων ἁπάντων τήν τε πυλίδα ὅλην ἀνέῳγον καὶ τὸν ἱερέα ξὺν τοῖς ἑπομένοις κροτοῦντές τε καὶ πολλὰ εὐφημοῦντες ἐδέξαντο.ἐπεί τε ἅπαντες εἴσω ἐγένοντο, τὴν μὲν πυλίδα ὡς ἐπιθήσοντες οἱ φύλακες ὤθουν, οἱ δὲ Πέρσαι λίθον ὃς αὐτοῖς παρεσκεύαστο ἐν μέσῳ ἐρρίπτουν.οἵ τε φύλακες ἔτι μᾶλλον ὠθοῦντές τε καὶ βιαζόμενοι ἐξικνεῖσθαι τῇ πυλίδι ἐς τὸν οὐδὸν οὐδαμῆ ἴσχυον.οὐ μὴν οὐδὲ ἀνοιγνύναι αὐτὴν αὖθις ἐτόλμων, ἐπεὶ πρὸς τῶν πολεμίων αὐτὴν ἔχεσθαι ᾔσθοντο. τινὲς δὲ οὐ λίθον, ἀλλὰ ξύλον Πέρσας ἐς τὴν πυλίδα φασὶν ἐμβεβλῆσθαι.οὔπω δὲ Σουρηνῶν σχεδόν τι τῆς ἐπιβουλῆς ᾐσθημένων, παρῆν τε τῷ παντὶ ὁ Χοσρόης στρατῷ καὶ τὴν πυλίδα οἱ βάρβαροι βιασάμενοι ἀνεπέτασαν, δι’ ὀλίγου τε κατὰ κράτος ἥλω.εὐθὺς μὲν οὖν θυμῷ ὁ Χοσρόης ἐχόμενος τάς τε οἰκίας ἐληίσατο καὶ τῶν ἀνθρώπων πολλοὺς μὲν κτείνας, τοὺς δὲ λοιποὺς ἅπαντας ἐν ἀνδραπόδων ποιησάμενος λόγῳ πυρπολήσας τε ξύμπασαν τὴν πόλιν ἐς ἔδαφος καθεῖλεν.οὕτω τε τὸν Ἀναστάσιον ἀπεπέμψατο, Ἰουστινιανῷ βασιλεῖ ἀπαγγέλλειν κελεύσας ὅπῃ. ποτὲ γῆς Χοσρόην τὸν Καβάδου ἀπολιπὼν εἴη.Μετὰ δέ, εἴτε φιλανθρωπίᾳ εἴτε φιλοχρηματίᾳ ἐχόμενος, ἢ γυναικὶ χαριζόμενος ἣν δὴ ἐνθένδε δορυάλωτον ἐξελών, Εὐφημίαν ὄνομα, γυναῖκα γαμετὴν ἐποιήσατο, ἔρωτα ἐξαίσιον αὐτῆς ἐρασθείς ʽἦν γὰρ τὴν ὄψιν εὐπρεπὴς μάλιστἀ δρᾶν τι ἀγαθὸν ὁ Χοσρόης τοὺς Σουρηνοὺς ἔγνω.