ὀλίγοι δέ τινες καὶ διαβάντες τὸν μεταξὺ Σηστοῦ τε καὶ Ἀβύδου πορθμόν, ληισάμενοί τε τὰ ἐπὶ τῆς Ἀσίας χωρία καὶ αὖθις ἐς Χερρόνησον ἀναστρέψαντες, ξὺν τῷ ἄλλῳ στρατῷ καὶ πάσῃ τῇ λείᾳ ἐπ’ οἴκου ἀπεκομίσθησαν.ἐν ἑτέρᾳ τε εἰσβολῇ τούς τε Ἰλλυριοὺς καὶ Θεσσαλοὺς ληισάμενοι, τειχομαχεῖν μὲν ἐνεχείρησαν ἐν Θερμοπύλαις, τῶν δὲ ἐν τοῖς τείχεσι φρουρῶν καρτερώτατα ἀμυνομένων διερευνώμενοι τὰς περιόδους παρὰ δόξαν τὴν ἀτραπὸν εὗρον ἣ φέρει εἰς τὸ ὄρος ὃ ταύτῃ ἀνέχει.οὕτω τε σχεδὸν ἅπαντας Ἕλληνας πλὴν Πελοποννησίων διεργασάμενοι ἀπεχώρησαν.Πέρσαι δὲ οὐ πολλῷ ὕστερον τὰς σπονδὰς λύσαντες ἔργα Ῥωμαίους τοὺς ἑῴους εἰργάσαντο ἅπερ ἐγὼ αὐτίκα δὴ μάλα δηλώσω.Βελισάριος ἐπεὶ τῶν Γότθων τε καὶ Ἰταλιωτῶν βασιλέα Οὐίττιγιν καθελὼν ζῶντα ἐς Βυζάντιον ἤνεγκεν. ὅπως δὲ ὁ Περσῶν στρατὸς ἐς γῆν τὴν Ῥωμαίων ἐσέβαλεν ἐρῶν ἔρχομαι.ἡνίκα Χοσρόου πολεμησείοντος Ἰουστινιανὸς βασιλεὺς ᾔσθετο, παραίνεσίν τε ποιεῖσθαί τινα καὶ τῆς ἐγχειρήσεως αὐτὸν ἀπαγαγεῖν ἤθελεν.ἐτύγχανε δέ τις ἐς Βυζάντιον ἥκων ἐκ Δάρας πόλεως, Ἀναστάσιος ὄνομα, δόξαν ἐπὶ ξυνέσει ἔχων, ὃς καὶ τὴν ἐν Δάρας ἔναγχος γενομένην τυραννίδα καταλελύκει.τοῦτον οὖν τὸν Ἀναστάσιον παρὰ Χοσρόην Ἰουστινιανὸς ἔπεμψε γράμματα γράψας·ἐδήλου δὲ ἡ γραφὴ τάδε “Ξυνετῶν μὲν ἀνθρώπων ἐστὶ καὶ οἷς τὰ ἐς τὸ θεῖον ἱκανῶς ἤσκηται πολέμου φυομένας αἰτίας, ἄλλως τε καὶ πρὸς ἄνδρας τὰ μάλιστα φίλους, σθένει παντὶ ἀποτέμνεσθαι· ἀξυνέτων δὲ καὶ τὰ τοῦ θεοῦ σφίσιν αὐτοῖς ῥᾷστα ποιουμένων πολέμια μάχης τε καὶ ταραχῆς ἀφορμὰς οὐδαμῆ οὔσας ἐπιτεχνᾶσθαι.εἰρήνην μὲν γὰρ καταλύσασιν ἐς πόλεμον ἰέναι οὐδὲν πρᾶγμά ἐστιν, ἐπεὶ τῶν ἐπιτηδευμάτων τὰ πονηρότατα καὶ τοῖς τῶν ἀνθρώπων ἀτιμοτάτοις εὔκολα τίθεσθαι ἡ τῶν πραγμάτων νενόμικε φύσις.πόλεμον δὲ κατὰ γνώμην διαθεμένοις αὖθις ἐπὶ τὴν εἰρήνην χωρεῖν ἀνθρώποις οἶμαι οὐ ῥᾴδιον εἶναι.καίτοι σὺ μὲν ἡμῖν γράμματα οὐκ ἐπίτηδες γεγραμμένα ἐπικαλεῖς, ταῦτά τε γνώμῃ αὐτονόμῳ τανῦν ἑρμηνεύειν ἐσπούδακας, οὐχ ᾗπερ ἡμεῖς διανοηθέντες γεγράφαμεν, ἀλλ’ ᾗ σοι τὰ βεβουλευμένα ἐπιτελεῖν οὐκ ἄνευ τινὸς παραπετάσματος ἐφιεμένῳ ξυνοίσειν δοκεῖ.ἡμῖν δὲ πάρεστιν Ἀλαμούνδαρον δεικνύναι τὸν σὸν γῆν ἔναγχος καταδραμόντα τὴν ἡμετέραν ἔργα ἐν σπονδαῖς διαπεπρᾶχθαι ἀνήκεστα, χωρίων ἁλώσεις, χρημάτων ἁρπαγάς, ἀνθρώπων φόνους τε καὶ ἀνδραποδισμοὺς τοσούτων τὸ πλῆθος, ὑπὲρ ὧν σε οὐκ αἰτιᾶσθαι ἡμᾶς, ἀλλ’ ἀπολογεῖσθαι δεήσει.τὰ γὰρ τῶν ἠδικηκότων ἐγκλήματα αἱ πράξεις, οὐχ αἱ διάνοιαι, δηλοῦσι τοῖς πέλας. ἀλλὰ καὶ τούτων τοιούτων ὄντων ἡμεῖς μὲν ἔχεσθαι καὶ ὣς τῆς εἰρήνης ἐγνώκαμεν, σὲ δὲ πολεμησείοντα ἐπὶ Ῥωμαίους ἀκούομεν ἀναπλάττειν αἰτίας οὐδαμόθεν ἡμῖν προσηκούσας.εἰκότως· οἱ μὲν γὰρ τὰ παρόντα περιστέλλειν ἐν σπουδῇ ἔχοντες καὶ σφόδρα ἐγκειμένας ἀποσείονται τὰς ἐπὶ τοὺς φίλους αἰτίας, οὓς δὲ ὁ τῆς φιλίας οὐκ ἀρέσκει θεσμός, καὶ τὰς οὐκ. οὔσας ἐφίενται πορίζεσθαι σκήψεις.ἀλλὰ ταῦτα μὲν οὐδὲ τοῖς τυχοῦσιν ἀνθρώποις, μή τί γε δὴ βασιλεῦσι, πρέπειν ἂν δόξειε.σὺ δὲ τούτων ἀφέμενος σκόπει μὲν τὸ μέτρον τῶν ἑκατέρωθεν κατὰ τὸν πόλεμον ἀπολουμένων καὶ τίς ἂν εἴη τῶν ξυμπεσουμένων τὴν αἰτίαν φέρεσθαι δίκαιος, λογίζου δὲ τοὺς ὅρκους, οὓς δὴ ὀμοσάμενός τε καὶ τὰ χρήματα κομισάμενος, εἶτα ἀτιμάσας οὐ δέον τέχναις τισὶν ἢ σοφίσμασι παραγαγεῖν οὐκ ἂν δύναιο· τὸ γὰρ θεῖον κρεῖσσον ἢ ἐξαπατᾶσθαι πέφυκε πρὸςπάντων ἀνθρώπων.” ταῦτα ἐπεὶ ὁ Χοσρόης ἀπενεχθέντα εἶδεν, ἐν μὲν τῷ αὐτίκα οὔτε τι ἀπεκρίνατο οὔτε τὸν Ἀναστάσιον ἀπεπέμψατο, ἀλλ’ αὐτοῦ μένειν ἠνάγκαζεν.Ἐπειδὴ δὲ ὁ μὲν χειμὼν ἤδη ὑπέληγε, τρίτον δὲ καὶ δέκατον ἔτος ἐτελεύτα Ἰουστινιανῷ βασιλεῖ τὴν αὐτοκράτορα ἀρχὴν ἔχοντι, Χοσρόης ὁ Καβάδου ἐς γῆν τὴν Ῥωμαίων ἅμα ἦρι ἀρχομένῳ στρατῷ μεγάλῳ ἐσέβαλε, τήν τε ἀπέραντον καλουμένην εἰρήνην λαμπρῶς ἔλυεν. ᾔει δὲ οὐ κατὰ τὴν μέσην τῶν ποταμῶν χώραν, ἀλλὰ τὸν Εὐφράτην ἐν δεξιᾷ ἔχων.ἔστι δὲ τοῦ ποταμοῦ ἐπὶ θάτερα Ῥωμαίων φρούριον ἔσχατον ὃ Κιρκήσιον ἐπικαλεῖται, ἐχυρὸν ἐς τὰ μάλιστα ὄν, ἐπεὶ Ἀβόρρας μὲν ποταμὸς μέγας ἐνταῦθα τὰς ἐκβολὰς ἔχων τῷ Εὐφράτῃ ἀναμίγνυται, τὸ δὲ φρούριον τοῦτο πρὸς αὐτῇ που τῇ γωνίᾳ κεῖται ἣν δὴ τοῖν ποταμοῖν ἡ μίξις ποιεῖται.καὶ τεῖχος δὲ ἄλλο μακρὸν τοῦ φρουρίου ἐκτὸς χώραν τὴν μεταξὺ ποταμοῦ ἑκατέρου ἀπολαμβάνον τρίγωνον ἐνταῦθα ἀμφὶ τὸ Κιρκήσιον ἐπιτελεῖ σχῆμα.διὸ δὴ ὁ Χοσρόης οὔτε φρουρίου ἐθέλων οὕτω δὴ ἐχυροῦ ἀποπειρᾶσθαι οὔτε διαβαίνειν ποταμὸν Εὐφράτην διανοούμενος, ἀλλ’ ἐπὶ Σύρους τε καὶ Κίλικας ἰέναι, οὐδὲν διαμελλήσας, ἐπίπροσθεν τὸν στρατὸν ἤλαυνε, τριῶν τε σχεδόν τι ὁδὸν ἡμερῶν εὐζώνῳ ἀνδρὶ παρὰ τοῦ Εὐφράτου τὴν ὄχθην ἀνύσας πόλει Ζηνοβίᾳ ἐπιτυγχάνει· ἣν ἡ Ζηνοβία ποτὲ δειμαμένη τὴν ἐπωνυμίαν τῇ πόλει,ὡς τὸ εἰκός, ἔδωκεν. ἦν δὲ ἡ Ζηνοβία Ὀδονάθου γυνή, τῶν ἐκείνῃ Σαρακηνῶν ἄρχοντος, οἳ Ῥωμαίοις μαίοις ἔνσπονδοι ἐκ παλαιοῦ ἦσαν.