ὁ γὰρ ποταμὸς οὗτος βάθους μὲν εἴπερ τις ἄλλος ἱκανώτατα ἔχει, εὔρους δὲ ἐπὶ πλεῖστον διήκει.τῆς μέντοι ῥύμης αὐτῷ τοσοῦτον περίεστιν ὥστε δὴ ἐς τὴν θάλασσαν ἐκβαλὼν ἐπὶ μακρότατον κατὰ μόνας χωρεῖ, οὐδαμῆ ταύτῃ ἐπιμιγνύμενος. ὕδωρ ἀμέλει πότιμον τοῖς ἐκείνῃ ναυτιλλομένοις ὑδρεύεσθαι πάρεστιν ἐν μέσῳ πελάγει.καὶ φυλακτήρια μέντοι τοῦ ποταμοῦ ἐντὸς πεποίηνται πανταχόθι Λαζοί, τοῦ μηδὲ ναυσὶ διαπορθμευομένοις τοῖς πολεμίοις ἀπόβασιν ἐς τὴν γῆν εἶναι.Βασιλεὺς δὲ Ἰουστινιανὸς Σαβείρων μὲν τῷ ἔθνει τὰ ξυγκείμενα χρήματα ἔπεμψε, Γουβάζην δὲ καὶ Λαζοὺς χρήμασιν ἄλλοις δεδώρηται.ἐτύγχανε δὲ πολλῷ πρότερον καὶ ἄλλο στράτευμα λόγου ἄξιον ἐς Λαζικὴν πέμψας, οἳ οὔπω ἀφικόμενοι ἐνταῦθα ἔτυχον. ἦρχε δὲ αὐτῶν Ῥεκίθαγγος ἐκ Θρᾴκης, ἀνὴρ ξυνετός τε καὶ ἀγαθὸς τὰ πολέμια. ταῦτα μὲν οὖν ταύτῃ πη εἶχε.Γενόμενος δὲ ὁ Μερμερόης ἐν τοῖς ὄρεσιν, ὥσπερ μοι εἴρηται, Πέτραν ἐνθένδε τῶν ἐπιτηδείων ἐμπιπλάναι ἐν σπουδῇ εἶχεν. ἐπαρκέσειν γὰρ τῷ ἐνταῦθα φυλακτηρίῳ ἐς τρισχιλίους ὄντι τὰ ἐδώδιμα οὐδαμῆ ᾤετο ἅπερ εἰσκομισάμενοι ξὺν αὐτοῖς ἔτυχον.ἀλλ’ ἐπεὶ τὰ ἐν ποσὶ σφίσι γινόμενα μόλις ἀπέχρη ἐς τὴν δαπάνην τῇ στρατιᾷ ταύτῃ, οὐχ ἧσσον ἢ τρισμυρίοις οὖσι, καὶ ἀπ’ αὐτοῦ οὐδὲν ὅ τι καὶ λόγου ἄξιον πέμπειν ἐς τὴν Πέτραν οἷοί τε ἦσαν, λογισάμενος εὕρισκε σφίσιν ἄμεινον εἶναι τὸ μὲν πλέον τοῦ στρατοῦ ἀπαλλάσσεσθαι ἐκ γῆς τῆς Κολχίδος, ὀλίγους δέ τινας ἐνταῦθα μεῖναι, οἳ δὴ ἔμελλον τῶν ἐπιτηδείων οἷς ἂν ἐντύχοιεν πολλὰ μὲν ἐς τὸ ἐν Πέτρᾳ φυλακτήριον ἐσκομίζεσθαι, τοῖς δὲ ἄλλοις αὐτοὶ διαρκῶς χρῆσθαι·ἄνδρας οὖν ἐς πεντακισχιλίους ἀπολεξάμενος αὐτοῦ εἴασεν, οἷς δὴ ἄρχοντας ἄλλους τε τρεῖς καὶ Φάβριζον κατεστήσατο.πλείους γὰρ ἐνταῦθα λείπεσθαι οὔ οἱ ἔδοξεν ἐπάναγκες εἶναι, πολεμίων οὐδαμῆ ὄντων. αὐτὸς δὲ τῷ ἄλλῳ στρατῷ ἐς τὴν Περσαρμενίαν ἐλθὼν ἡσύχαζεν ἐν τοῖς ἀμφὶ Δούβιος χωρίοις.Οἱ δὲ πεντακισχίλιοι, ἐπεὶ ἐγγυτέρω τῶν Λαζικῆς ἐσχάτων ἦλθον, παρὰ ποταμὸν Φᾶσιν ἐστρατοπεδεύσαντο ἅπαντες, ἔνθεν τε κατ’ ὀλίγους περιιόντες ἐληίζοντο τὰ ἐκείνῃ χωρία.ὧν δὴ ὁ Γουβάζης αἰσθόμενος τῷ Δαγισθαίῳ ἐπέστελλε βοηθεῖν ἐνταῦθα σπουδῇ· δράσειν γὰρ σφίσι τοὺς πολεμίους κακόν τι μέγα δυνατὰ ἔσεσθαι.ὁ δὲ κατὰ ταῦτα ἐποίει, παντί τε τῷ Ῥωμαίων στρατῷ ἐπίπροσθεν ᾔει, ἐν ἀριστερᾷ ἔχων ποταμὸν Φᾶσιν, ἕως ἐς χῶρον ἀφίκετο ἵνα δὴ οἱ Λαζοὶ ἐστρατοπεδεύοντο ἐν τῇ ἑτέρα τοῦ ποταμοῦ ὄχθῃ.ἐτύγχανε δὲ ταύτῃ ὁ Φᾶσις διαβατὸς ὤν, ὅπερ Ῥωμαῖοι μὲν καὶ Πέρσαι ἀπειρίᾳ τῶν ἐκείνῃ χωρίων ὡς ἥκιστα ὑπετόπαζον, Λαζοὶ μέντοι ἐξεπιστάμενοι ἐνταῦθα διέβησαν ἐξαπιναίως καὶ ἀνεμίγνυντο τῷ Ῥωμαίων στρατῷ· Πέρσαι δὲ ἄνδρας χιλίους τῶν ἐν σφίσι δοκίμων ἀπολεξάμενοι ἔπεμψαν, ὡς μή τις ἐπὶ τὸ στρατόπεδον κακουργήσων ἴοι.ὧνπερ δύο ἐπὶ κατασκοπῇ προτερήσαντες καὶ παρὰ δόξαν ἐς τοὺς πολεμίους ἐμπεπτωκότες τὸν πάντα λόγον ἐσήγγειλαν.διὸ δὴ Ῥωμαῖοί τε καὶ Λαζοὶ τοῖς χιλίοις ἐξαπιναίως ἐπέστησαν, οὐδείς τε αὐτῶν διαφυγεῖν ἔσχεν, ἀλλ’ οἱ μὲν πολλοὶ διεφθάρησαν, τινὰς δὲ αὐτῶν καὶ ζωγρήσαντες οἵ τε ἀμφὶ Γουβάζην καὶ Δαγισθαῖον τό τε μέτρον τοῦ Μήδων στρατοῦ καὶ τὸ τῆς ὁδοῦ μῆκος μαθεῖν ἴσχυσαν, καὶ ὅπη ποτὲ αὐτοῖς τὰ παρόντα ἔχοι.ἄραντες οὖν παντὶ τῷ στρατῷ ἐπ’ αὐτοὺς ᾔεσαν, διαριθμούμενοι ὅπως πόρρω που τῶν νυκτῶν ἐπιπέσοιεν σφίσι· τετρακισχίλιοι δὲ καὶ μύριοι ἦσαν.οἱ μὲν οὖν Πέρσαι πολέμιον οὐδὲν ἐν νῷ ἔχοντες μακρόν τινα ὕπνον ἐκάθευδον· τόν τε γὰρ ποταμὸν ἀπόρευτον ᾤοντο εἶναι καὶ τοὺς χιλίους, οὐδενὸς σφίσιν ὑπαντιάσαντος,ἐπὶ μακρότατόν πη ὁδῷ ἰέναι. Ῥωμαῖοι δὲ αὐτοῖς καὶ Λαζοὶ ὄρθρου βαθέος ἀπροσδόκητοι ἐπιπεσόντες τοὺς μὲν ἔτι ὕπνον αἱρουμένους εὗρον, τοὺς δὲ ἄρτι ἐξ ὕπνου ἐγηγερμένους καὶ γυμνοὺς ἐπὶ τῶν στρωμάτων κειμένους.διὸ δὴ αὐτῶν οὐδενὶ ἐς ἀλκὴν ἰδεῖν ξυνηνέχθη, ἀλλ’ οἱ μὲν πλεῖστοι καταλαμβανόμενοι ἔθνησκον, τινὰς δὲ καὶ ἐζώγρησαν οἱ πολέμιοι, ἐν τοῖς καὶ τῶν ἀρχόντων ἕνα τετύχηκεν εἶναι, ὀλίγοι δέ τινες ἐν σκότῳ διαφεύγοντες ἐσώθησαν.τό τε στρατόπεδον Ῥωμαῖοι καὶ Λαζοὶ αἱροῦσι καὶ τὰ σημεῖα πάντα, ὅπλα τε πολλὰ καὶ χρήματα μεγάλα ἐληίσαντο, καὶ ἵππων τε καὶ ἡμιόνων μέγα τι χρῆμα.ἐπὶ μακρότατον δὲ τὴν δίωξιν ποιησάμενοι καὶ Ἰβηρίας πόρρω ἀφίκοντο. ἔνθα δὴ καὶ ἄλλοις τισὶ Περσῶν ἐντυχόντες πολλοὺς ἔκτειναν.οὕτω μὲν ἐκ Λαζικῆς Πέρσαι ἀπήλλαξαν, Ῥωμαῖοι δὲ καὶ Λαζοὶ τά τε ἄλλα ἐπιτήδεια καὶ ἄλευρα παμπληθῆ ἐνταῦθα εὑρόντες ἅπαντα ἔκαυσαν ἅπερ ἐξ Ἰβηρίας οἱ βάρβαροι ἐπηγάγοντο ἐφ’ ᾧ ἐς Πέτραν ἐσκομίσονται.Λαζῶν τε πολλοὺς ἐλίποντο ἐν τῷ στενωπῷ, ὡς μηκέτι Πέρσαις ἐς Πέτραν τὰ ἐπιτήδεια ἐσκομίζεσθαι δυνατὰ εἴη, ξύν τε τῇ ἄλλῃ λείᾳ καὶ τοῖς αἰχμαλώτοις ἀνέστρεφον.καὶ τέταρτον ἔτος ἐτελεύτα Ῥωμαίοις τῆς ἐς Πέρσας ἐκεχειρίας, τρίτον καὶ εἰκοστὸν ἔτος Ἰουστινιανοῦ βασιλέως τὴν αὐτοκράτορα ἀρχὴν ἔχοντος.Ἰωάννης δὲ ὁ Καππαδόκης ἐνιαυτῷ πρότερον βασιλεῖ ἐς Βυζάντιον μετάπεμπτος ἦλθε. τηνικάδε γὰρ Θεοδώρᾳ τῇ βασιλίδι ἐπεγένετο ἡ τέλειος ἡμέρα τοῦ βίου.