Πέτραν γὰρ πόλιν καὶ Πέρσας τοὺς ἐνταῦθα διασώσασθαι ἐν σπουδῇ εἶχε, καίτοι καὶ μοῖρά τις τοῦ περιβόλου καταπεπτώκει ἐξαπιναίως.ᾐώρητο γάρ, ὥσπερ μοι εἴρηται· ἄνδρες τε τοῦ Ῥωμαίων στρατοῦ ἐς πεντήκοντα ἐθελούσιοι ἐν τῇ πόλει γενόμενοι βασιλέα Ἰουστινιανὸν ἀνεβόων καλλίνικον.ἡγεῖτο δὲ αὐτῶν νεανίας τις Ἀρμένιος γένος, Ἰωάννης ὄνομα, Θωμᾶ υἱός, ὅνπερ Γούζην ἐπίκλησιν ἐκάλουν.οὗτος ὁ Θωμᾶς πολλὰ τῶν ἀμφὶ τὴν Λαζικὴν ὀχυρωμάτων ἐδείματο, βασιλέως οἱ ἐπαγγείλαντος, καὶ τῶν ἐκείνῃ στρατιωτῶν ἦρξεν, ἔμφρων τε βασιλεῖ ἔδοξεν εἶναι.ὁ μὲν οὖν Ἰωάννης, Περσῶν σφίσιν ἐς χεῖρας ἐλθόντων, πληγεὶς αὐτίκα ξὺν τοῖς ἑπομένοις ἐς τὸ στρατόπεδον ἀνεχώρησεν, ἐπεὶ οὐδείς οἱ τῶν ἐκ τοῦ Ῥωμαίων στρατοῦ ἕτερος ἀμύνων ἦλθε·Πέρσης δὲ ἀνήρ, Μιρράνης ὄνομα, ὅσπερ τοῦ ἐν Πέτρᾳ φυλακτηρίου ἦρχεν, ἀμφὶ τῇ πόλει δείσας, Πέρσαις μὲν πᾶσιν ἐπέστελλε τῆς φυλακῆς ἐς τὸ ἀκριβὲς μάλιστα ἔχεσθαι, αὐτὸς δὲ παρὰ Δαγισθαῖον σταλεὶς θῶπάς τε καὶ ἀπατηλοὺς προὐτείνετο λόγους, οὐδενὶ πόνῳ ὁμολογῶν οὐ πολλῷ ὕστερον ἐνδώσειν τὴν πόλιν. ταύτῃ τε παρακρούσασθαι ἴσχυσεν, ὡς μὴ ἐς τὴν πόλιν αὐτίκα τῷ Ῥωμαίων στρατῷ ἐσιτητὰ εἶναι.Οἱ δ’ ἀμφὶ Μερμερόην ἐπειδὴ ἀφίκοντο ἐς τὸν στενωπόν, ἐνταῦθα σφίσι τὸ Ῥωμαίων φυλακτήριον ὑπηντίαζον ἐς ἑκατὸν ὄντες, καρτερῶς τε ἠμύνοντο, καὶ τοὺς τῆς εἰσόδου ἀποπειρωμένους ἀνέστελλον.Πέρσαι δὲ οὐδαμοῦ ὑπεχώρουν, ἀλλὰ τοὺς κτεινομένους ἀεὶ ἕτεροι ἐκδεχόμενοι πρόσω ἐχώρουν, παντὶ σθένει τὴν εἴσοδον βιαζόμενοι.θνήσκουσι μὲν Πέρσαι πλέον ἢ χίλιοι, κτείνοντες δὲ Ῥωμαῖοι ἀπεῖπον, τοῦ τε ὁμίλου σφᾶς βιαζομένου ὑπεχώρησάν τε καὶ ἐς τῶν ἐκείνῃ ὀρῶν τὰς ὑπερβολὰς ἀναδραμόντες ἐσώθησαν.ταῦτα Δαγισθαῖος μαθὼν αὐτίκα τὴν προσεδρείαν διέλυσεν, οὐδὲν τῷ στρατῷ ἐπιστείλας, ἐπὶ Φᾶσίν τε ποταμὸν ἤλαυνε· καὶ οἱ Ῥωμαῖοι ξύμπαντες εἵποντο, τὰ σφέτερα αὐτῶν ἐν τῷ στρατοπέδῳ ἀπολιπόντες.Πέρσαι δὲ τὰ ποιούμενα κατιδόντες τάς τε πύλας ἀνέῳγον καὶ ἐπεξελθόντες ἀμφὶ τὰς καλύβας τῶν πολεμίων ἦλθον, ὡς τὸ στρατόπεδον ἐξαιρήσοντες.Τζάνοι δὲ ʽοὐ γὰρ Δαγισθαίῳ ἐπισπόμενοι ἔτυχον’ ἐβοήθουν ἐνταῦθα δρόμῳ, τρεψάμενοί τε πόνῳ οὐδενὶ τοὺς πολεμίους πολλοὺς ἔκτειναν.Πέρσαι μὲν οὖν φεύγοντες ἐντὸς τοῦ περιβόλου ἐγένοντο, Τζάνοι δὲ ληισάμενοι τὸ Ῥωμαίων στρατόπεδον εὐθὺ τοῦ Ῥιζαίου ἐχώρησαν. ἔνθεν δὲ ἐς Ἀθήνας ἐλθόντες διὰ Τραπεζουντίων ἐπ’ οἴκου ἀπεκομίσθησαν.Μερμερόης δὲ καὶ ὁ Μήσων στρατὸς ἐνταῦθα ἦλθον ἡμέρᾳ μετὰ τὴν Δαγισθαίου ὑπαγωγὴν ἐνάτῃ· οὗ δὴ ἀπολελειμμένους ἐκ τοῦ Περσῶν φυλακτηρίου τραυματίας μὲν καὶ ἀπομάχους γεγενημένους πεντήκοντα καὶ τριακοσίους εὗρον, ἀκραιφνεῖς δὲ πεντήκοντα καὶ ἑκατὸν μόνους· οἱ γὰρ ἄλλοι ἅπαντες ἐτεθνήκεσαν.ὧνπερ τὰ σώματα οἱ περιόντες τοῦ περιβόλου ἐκτὸς οὐδαμῆ ἔρριψαν, ἀλλὰ τῷ τῆς ὀσμῆς δυσώδει ἀποπνιγόμενοι παρὰ δόξαν ἀντεῖχον, ὡς μή τινα ἐς τὸ πολιορκεῖν προθυμίαν τοῖς πολεμίοις, ἅτε τῶν πλείστων ἀπολωλότων σφίσι, παρέχωνται.ὅ τε Μερμερόης ἐπιτωθάζων δακρύων τε καὶ θρήνων ἀξίαν Ῥωμαίων τὴν πολιτείαν ἔφασκεν εἶναι, οἷς γε δὴ ἐς τοῦτο ἀσθενείας περιεστήκει τὰ πράγματα, ὡς πεντήκοντά τε καὶ ἑκατὸν ἀτειχίστους Πέρσας μηδεμιᾷ μηχανῇ ἐξελεῖν δεδυνῆσθαι.καὶ τοῦ μὲν περιβόλου ἀνοικοδομήσασθαι ὅσα καταπεπτώκει ἐν σπουδῇ ἐποιεῖτο· ἐπεὶ δὲ οὔτε τίτανον ἐν τῷ παραυτίκα οὔτε τι ἄλλο τῶν ἐς τὴν οἰκοδομίαν ἐπιτηδείων ἐν παρασκευῇ εἶχεν, ἐπενόει τάδε.θυλάκους λινοῦς, οἷς δὴ Πέρσαι τὰ ἐπιτήδεια σφίσιν ἐσεκομίσαντο ἐς γῆν τὴν Κολχίδα, ψάμμου ἐμπλησάμενος ἐς τῶν λίθων τὴν χώραν ἐτίθετο, οἳ δὴ ἐνταῦθα βαλλόμενοι ἀντὶ τοῦ τοίχου ἐγίνοντο.καὶ τρισχιλίους μὲν τῶν μαχίμων ἀπολεξάμενος αὐτοῦ εἴασεν, οἷσπερ τὰ ἐδώδιμα οὐκ ἐς χρόνου κατέθετο μῆκος, ἐπιστείλας τοῦ περιβόλου τῆς οἰκοδομίας ἐπιμελεῖσθαι· αὐτὸς δὲ παντὶ τῷ ἄλλῳ στρατῷ ὀπίσω ἀπήλαυνεν.Ἐπεί τέ οἱ ὁδῷ τῇ αὐτῇ ἐνθένδε ἰόντι οὐδεὶς τῶν ἀναγκαίων ἐγίνετο πόρος, ἅπαντα ἐν Πέτρᾳ λιπόντι ἅπερ ἐπιφερόμενος ἐξ Ἰβηρίας ὁ στρατὸς ἔτυχεν, ἄλλην τινὰ πορείαν ἰέναι διὰ τῶν ταύτῃ ὀρῶν διενοεῖτο, ἵνα δὴ ἀνθρώπους οἰκεῖν ἔμαθεν,ὅπως ληιζόμενοι ἀποζῆν δύνωνται. ἐν ταύτῃ τῇ πορείᾳ τῶν τις ἐν Λαζοῖς λογίμων, Φούβελις ὄνομα, Πέρσας αὐλιζομένους ἐνήδρευσε, Δαγισθαῖον ἅμα Ῥωμαίων δισχιλίοις ἐπαγόμενος, οἳ δὴ τῶν Περσῶν ἐξ ἐπιδρομῆς ἵππους νέμοντάς τινας ἔκτειναν, ἵππους τε ληισάμενοι δι’ ὀλίγου τὴν ἀναχώρησιν ἐποιήσαντο. οὕτω μὲν ὁ Μερμερόης τῷ Μήδων στρατῷ ἐνθένδε ᾔει.Ὁ δὲ Γουβάζης, μαθὼν ὅσα δὴ Ῥωμαίοις ἔν τε τῇ Πέτρᾳ καὶ τῷ στενωπῷ ξυνηνέχθη γενέσθαι, οὐδ’ ὣς ἔδεισεν, οὐδὲ τὴν ἐν τῷ κατ’ αὐτὸν στενωπῷ φυλακὴν εἴασεν, ἐνταῦθα σφίσι τὴν κεφαλὴν τῆς ἐλπίδος οἰόμενος εἶναι.ἐξηπίστατο γὰρ ὡς, ἢν καὶ Ῥωμαίους ἐκτὸς Φάσιδος ποταμοῦ βιασάμενοι Πέρσαι τὸν στενωπὸν διαβῆναι καὶ ἐν Πέτρᾳ γενέσθαι δεδύνηνται, οὐδὲν ἂν ἐνθένδε Λαζῶν τῇ χώρᾳ προστρίψαιντο βλάβος, Φᾶσιν διαβῆναι οὐδεμιᾷ μηχανῇ ἔχοντες, ἄλλως τε καὶ νηῶν οὐ παρουσῶν σφίσιν.