ἱππεῖς δὲ ἦσαν ἑκάτεροι. ὁ μὲν οὖν Σίττας, ὀλίγων οἱ ἐπισπομένων, ἐπὶ τοὺς ἐναντίους τὴν φάραγγα διαβὰς ἤλαυνεν, Ἀρμένιοι δὲ ὀπίσω ὑποχωρήσαντες ἔστησαν, καὶ ὁ Σίττας οὐκέτι ἐδίωκεν ἀλλ’ αὐτοῦ ἔμενεν.ἄφνω δέ τις τοῦ Ῥωμαίων στρατοῦ, Ἔρουλος γένος, δίωξιν ἐπὶ τοὺς πολεμίους πεποιημένος ἐνθένδε τε ξὺν θυμῷ ἀπελαύνων, παρὰ τοὺς ἀμφὶ τὸν Σίτταν ἦλθεν. ἐτύγχανε δὲ ὁ Σίττας ἐς τὸ ἔδαφος τὸ δόρυ ἐρείσας· ὃ δὴ ὁ τοῦ Ἐρούλου ἵππος ἐπιπεσὼν ξὺν πολλῇ ῥύμῃ κατέαξε.τόν τε στρατηγὸν τοῦτο ἠνίασεν ἐς τὰ μάλιστα, καὶ αὐτὸν τῶν τις Ἀρμενίων ἰδὼν ἔγνω τε καὶ Σίτταν αὐτὸν τοῖς ἄλλοις ἅπασιν ἰσχυρίζετο εἶναι. ξυνέβαινε γάρ οἱ ἐν τῇ κεφαλῇ κράνος οὐκ εἶναι. διὸ δὴ τοὺς πολεμίους οὐκ ἔλαθε ξὺν ὀλίγοις τισὶν ἐνταῦθα ἥκων.Σίττας μὲν οὖν, ἐπεὶ ταῦτα τοῦ Ἀρμενίου λέγοντος ἤκουσε καὶ τὸ δόρυ, ὥσπερ ἐρρήθη, οἱ ἀποκαυλισθὲν ἐς τὴν γῆν ἔκειτο, σπασάμενος τὸ ξίφος τὴν φάραγγα διαβαίνειν εὐθὺς ἐνεχείρησεν.οἱ δὲ πολέμιοι σπουδῇ πολλῇ ἐπ’ αὐτὸν ἤλαυνον, καί τις αὐτὸν καταλαβὼν ἐν τῇ φάραγγι ξίφει ἐς ἄκραν κεφαλὴν ἔτυψε πληγῇ ἐγκαρσίᾳ. καὶ τὸ μὲν βρέγμα ὅλον ἀφείλετο,τοῦ δὲ ὀστέου ὁ σίδηρος οὐδαμῆ ἥψατο. καὶ ὁ μὲν Σίττας ἔτι μᾶλλον ἢ πρότερον πρόσω ἤλαυνεν, Ἀρταβάνης δὲ Ἰωάννου παῖς Ἀρσακίδης ὄπισθεν ἐπιπεσὼν καὶ παίσας τῷ δόρατι ἔκτεινεν.οὕτω τε ὁ Σίττας ἐξ ἀνθρώπων ἠφάνιστο οὐδενὶ λόγῳ, ἀναξίως τῆς τε ἀρετῆς καὶ τῶν ἐς τοὺς πολεμίους ἀεὶ πεπραγμένων, ἀνὴρ τό τε σῶμα ἐς ἄγαν καλὸς γεγονὼς καὶ ἀγαθὸς τὰ πολέμια, στρατηγός τε ἄριστος τῶν καθ’ αὑτὸν οὐδενὸς ἥσσων.τινὲς δέ φασι τὸν Σίτταν οὐ πρὸς τοῦ Ἀρταβάνου ἀπολωλέναι, ἀλλὰ Σολόμωνα, λίαν ἐν Ἀρμενίοις ἀφανῆ ἄνδρα, τὸν ἄνθρωπον διαχρήσασθαι.Τελευτήσαντος δὲ Σίττα Βούζην βασιλεὺς ἐπὶ τοὺς Ἀρμενίους ἐκέλευσεν ἰέναι· ὃς ἐπεὶ ἄγχιστά που ἐγένετο, ἔπεμψε πρὸς αὐτοὺς βασιλεῖ τε καταλλάξειν Ἀρμενίους ὑποσχόμενος ἅπαντας καὶ ὑπὲρ τούτων ἐς λόγους οἱ ἐλθεῖν ἀξιῶν τῶν δοκίμων τινάς.οἱ μὲν οὖν ἄλλοι οὔτε πιστεύειν τῷ Βούζῃ εἶχον οὔτε τοὺς λόγους ἐνδέχεσθαι τοὺς αὐτοῦ ἤθελον. ἦν δέ τις αὐτῷ μάλιστα φίλος ἀνὴρ Ἀρσακίδης, Ἰωάννης ὄνομα, Ἀρταβάνου πατήρ, ὃς δὴ τῷ Βούζῃ τότε ἅτε φίλῳ θαρσήσας ξύν τε Βασσάκῃ τῷ κηδεστῇ καὶ ἄλλοις ὀλίγοις τισὶ παρ’ αὐτὸν ἦλθεν· οἳ δὴ ἐν χωρίῳ γενόμενοί τε καὶ αὐλισθέντες ἔνθα τῷ Βούζῃ τῇ ὑστεραίᾳ ἐντυχεῖν ἔμελλον, ᾔσθοντο ἐς κύκλωσιν πρὸς τοῦ Ῥωμαίων στρατοῦ ἥκοντες.πολλὰ μὲν οὖν τὸν Ἰωάννην Βασσάκης ὁ γαμβρὸς ἐλιπάρει δρασμοῦ ἔχεσθαι. ἐπεὶ δὲ αὐτὸν πείθειν οὐκ εἶχε, μόνον ἐνταῦθα καταλιπών, ξὺν τοῖς ἄλλοις ἅπασι λαθὼν τοὺς Ῥωμαίους ὁδῷ τῇ αὐτῇ ὀπίσω αὖθις ἀπήλαυνε.Βούζης τε τὸν Ἰωάννην μόνον εὑρὼν ἔκτεινε, καὶ ἀπ’ αὐτοῦ οὔτε τινὰ ἐλπίδα ἐς Ῥωμαίους Ἀρμένιοι ξυμβάσεως πέρι τὸ λοιπὸν ἔχοντες οὔτε βασιλέα τῷ πολέμῳ ὑπεραίρειν οἷοί τε ὄντες παρὰ τὸν Περσῶν βασιλέα ἦλθον, Βασσάκου σφίσιν ἡγουμένου, δραστηρίου ἀνδρός.ὧν τότε οἱ πρῶτοι Χοσρόῃ ἐς ὄψιν ἐλθόντες ἔλεξαν τοιάδε “Εἰσὶ μὲν ἡμῶν πολλοὶ Ἀρσακίδαι, ὦ δέσποτα, ἐκείνου Ἀρσάκου ἀπόγονοι ὃς δὴ οὔτε τῆς Πάρθων βασιλείας ἀλλότριος ἐτύγχανεν ὤν, ἡνίκα ὑπὸ Πάρθοις ἔκειτο τὰ Περσῶν πράγματα, καὶ βασιλεὺς ἐπιφανὴς γέγονε τῶν καθ’ αὑτὸν οὐδενὸς ἧσσον.πάρεσμεν δὲ τανῦν εἰς ὑμᾶς ἅπαντες δοῦλοί τε καὶ δραπέται γεγενημένοι, οὐχ ἑκούσιοι μέντοι, ἀλλ’ ἠναγκασμένοι ὡς μάλιστα, τῷ μὲν φαινομένῳ ὑπὸ τῆς Ῥωμαίων ἀρχῆς, τῷ δὲ ἀληθεῖ λόγῳ ὑπὸ σῆς,ὦ βασιλεῦ, γνώμης· εἴπερ ὁ τὴν ἰσχὺν τοῖς ἀδικεῖν βουλομένοις διδοὺς αὐτὸς ἂν φέροιτο καὶ τὴν αἰτίαν τῶν ἔργων δικαίως. εἰρήσεται δὲ μικρὸν ἄνωθεν ὅπως δὴ ἅπασι παρακολουθεῖν τοῖς πεπραγμένοις δυνήσεσθε.Ἀρσάκης γὰρ ὁ τῶν προγόνων τῶν ἡμετέρων βασιλεὺς ὕστατος ἐξέστη τῆς ἀρχῆς τῆς αὑτοῦ Θεοδοσίῳ τῷ Ῥωμαίων αὐτοκράτορι ἑκών γε εἶναι, ἐφ’ ᾧ δὴ ἅπαντες οἱ κατὰ γένος αὐτῷ μέλλοντες πάντα τὸν αἰῶνα προσήκειν τά τε ἄλλα βιοτεύσουσι κατ’ ἐξουσίαν καὶ φόρου ὑποτελεῖς οὐδαμῆ ἔσονται.καὶ διεσωσάμεθα τὰ ξυγκείμενα ἕως ὑμεῖς ταύτας πεποίησθε τὰς διαβοήτους σπονδάς, ἃς δὴ κοινόν τινα ὄλεθρον καλῶν τις, οἰόμεθα, οὐκ ἂν ἁμάρτοι.φίλων τε γὰρ καὶ πολεμίων τὸ ἐντεῦθεν ἀφροντιστήσας, ἅπαντα ξυνέχεέ τε καὶ ξυνετάραξε τὰ ἀνθρώπεια ὁ σός, ὦ βασιλεῦ, τῷ λόγῳ μὲν φίλος,ἔργῳ δὲ δυσμενής. ὅπερ καὶ αὐτὸς οὐκ εἰς μακρὰν εἴσῃ, ἐπειδὰν τάχιστα τοὺς ἑσπερίους οἷός τε ᾖ παντάπασι καταστρέψασθαι. τί γὰρ τῶν πρότερον ἀπειρημένων οὐκ ἔπραξεν; ἢ τί οὐκ ἐκίνησε τῶν εὖ καθεστώτων;οὐχ ἡμῖν μὲν φόρου ἀπαγωγὴν ἔταξεν οὐ πρότερον οὖσαν, καὶ Τζάνους τοὺς ὁμόρους ἡμῖν αὐτονόμους ὄντας δεδούλωται, τῷ δὲ βασιλεῖ τῶν ἀθλίων Λαζῶν ἄρχοντα Ῥωμαῖον ἐπέστησε; πρᾶγμα οὔτε τῇ φύσει τῶν πραγμάτων ξυμβαῖνον οὔτε λόγῳ ῥᾴδιον ἑρμηνεύεσθαι.οὐ Βοσπορίταις μὲν τοῖς Οὔννων κατηκόοις στρατηγοὺς ἔπεμψε καὶ τὴν πόλιν προσεποιήσατο οὐδὲν αὐτῷ προσῆκον, ὁμαιχμίαν δὲ πεποίηται πρὸς τὰς τῶν Αἰθιόπων ἀρχάς, ὧν καὶ ἀνήκοοι τὸ παράπαν Ῥωμαῖοι ἐτύγχανον ὄντες;