Χοσρόης δὲ οὐ πρότερον ἀπαλλαγήσεσθαι ὡμολόγει ἐνθένδε, εἰ μὴ Πέτρον τε καὶ Περάνιον αὐτῷ παραδοῖεν Ῥωμαῖοι, ὅτι δή οἱ, δοῦλοί γε ὄντες πατρῷοι, τετολμήκασιν ἀντιτάξασθαι.τοῦτο δὲ ἢν μὴ δρᾶν Ῥωμαίοις ἐν ἡδονῇ ἐστιν, ἀλλὰ δυοῖν αὐτοὺς ἐπάναγκες ἑλέσθαι τὸ ἕτερον, ἢ πεντακόσια κεντηνάρια χρυσοῦ σφίσι διδόναι, ἢ δέξασθαι τῇ πόλει τῶν οἱ ἐπιτηδείων τινάς, οἳ τὰ χρήματα διερευνησάμενοι ἅπαντα τὸν μὲν χρυσόν τε καὶ ἄργυρον, ὅσον δὴ ἐνταῦθα ξυμβαίνει εἶναι, κομίζοντες ἐς αὐτὸν ἥξουσι,τἄλλα δὲ τοὺς κυρίους ἐάσουσιν ἔχειν. ταῦτα μὲν ὁ Χοσρόης ἀπέρριψεν, Ἔδεσσαν ἐξελεῖν πόνῳ οὐδενὶ ἐλπίδα ἔχων. οἱ δὲ πρέσβεις ʽἅπαντα γὰρ σφίσιν ἀδύνατα ἔδοξεν εἶναι ὅσα ἐκεῖνος ἀπήγγελλἐ διαπορούμενοί τε καὶ λίαν ἀσχάλλοντες ἐπὶ τὴν πόλιν ἐβάδιζον.ἐπεί τε ἐντὸς τοῦ περιβόλου γενόμενοι τὰ παρὰ Χοσρόου ἀπήγγελλον, θορύβου τε καὶ θρήνων ἡ πόλις ἔμπλεως ἐγένετο.Ἡ μὲν οὖν τοῦ λόφου κατασκευὴ ἐπί τε ὕψος ᾔρετο μέγα καὶ σπουδῇ πολλῇ ἐπίπροσθεν ᾔει. Ῥωμαῖοι δὲ οὐκ ἔχοντες ὅ τι καὶ δράσουσι, πάλιν τοὺς πρέσβεις παρὰ Χοσρόην ἀπέστελλον.οἵπερ ἐπειδὴ ἐν τῷ τῶν πολεμίων στρατοπέδῳ ἐγένοντο, περί τε τῶν αὐτῶν δεησόμενοι ἔφασκον ἥκειν, λόγου μὲν οὐδ’ ὁπωστιοῦν πρὸς Περσῶν ἔτυχον, ὕβρει δὲ καὶ θορύβῳ πολλῷ ἐνθένδε ἐξελαυνόμενοι ἐς τὴν πόλιν ἐχώρουν.τὰ μὲν οὖν πρῶτα Ῥωμαῖοι τὸ κατὰ τὸν λόφον τεῖχος ἑτέρᾳ ἐνεχείρουν οἰκοδομίᾳ τινὶ ὑπερβαλέσθαι· ὡς δὲ καὶ ταύτης τὸ Περσῶν ἔργον πολλῷ καθυπέρτερον ἐγίνετο ἤδη, τῆς μὲν οἰκοδομίας ἀπέστησαν, Μαρτῖνον δὲ πείθουσι τὰ ἀμφὶ τῇ ξυμβάσει τρόπῳ δὴ ὅτῳ βούλοιτο διοικήσασθαι. καὶ ὃς ἄγχιστα τοῦ τῶν πολεμίων στρατοπέδου γενόμενος τῶν τισιν ἐν Πέρσαις ἀρχόντων ἐς λόγους ἦλθεν.οἱ δὲ τὸν Μαρτῖνον ἐξαπατῶντες εἰρηναῖα μὲν σφῶν τὸν βασιλέα βούλεσθαι ἔφασαν, αὐτὸν δὲ ὡς ἥκιστα οἷόν τε εἶναι τὸν Ῥωμαίων αὐτοκράτορα πείθειν τῆς πρὸς Χοσρόην φιλονεικίας ἀφέμενον τὴν εἰρήνην ποτὲ πρὸς αὐτὸν θήσεσθαι·ἐπεὶ καὶ Βελισάριον, ὅνπερ τῇ τε δυνάμει καὶ τῷ ἀξιώματι πολὺ Μαρτίνου προὔχειν οὐδ’ ἂν αὐτὸς ἀντείποι, πεῖσαι μὲν ἔναγχος τὸν Περσῶν βασιλέα, ὄντα δή που ἐν μέσοις Ῥωμαίοις, ἐνθένδε ἀπαλλάσσεσθαι ἐς τὰ Περσῶν ἤθη, ὑποσχόμενον πρέσβεις τε παρ’ αὐτὸν οὐκ εἰς μακρὰν ἐκ Βυζαντίου ἀφίξεσθαι καὶ τὴν εἰρήνην ἐν τῷ βεβαίῳ κρατύνασθαι, πρᾶξαι δὲ τῶν ὡμολογημένων οὐδέν, ἀδύνατον γεγονότα τὴν Ἰουστινιανοῦ βασιλέως βιάσασθαι γνώμην.Ἐν τούτῳ δὲ Ῥωμαῖοι ἐποίουν τοιάδε. διώρυχα ἐκ τῆς πόλεως ἔνερθεν τῶν πολεμίων τοῦ χώματος ἐργασάμενοι ἐκέλευον τοὺς ὀρύσσοντας μὴ μεθίεσθαι τοῦ ἔργου τούτου, ἕως ὑπὸ τὸν λόφον γένωνται μέσον. ταύτῃ γὰρ καῦσαι τὸ χῶμα τοῦτο διενοοῦντο.προϊούσης δὲ τῆς διώρυχος κατὰ τὸν λόφον μάλιστα μέσον πάταγός τις ἐς τῶν Περσῶν τοὺς ὕπερθεν ἑστῶτας ἦλθεν.αἰσθόμενοί τε τοῦ ποιουμένου καὶ αὐτοὶ ἄνωθεν ἀρξάμενοι ἐφ’ ἑκάτερα τοῦ μέσου ὤρυσσον, ὅπως λάβοιεν τοὺς ἐκείνῃ κακουργοῦντας Ῥωμαίους.ὃ δὴ γνόντες Ῥωμαῖοι τούτου μὲν ἀπέσχοντο, χοῦν ἐπὶ τὸν κενωθέντα χῶρον ἐπιβαλόντες, ἐκ δὲ ἄκρου χώματος κάτωθεν, ὃ πρὸς τῷ τείχει ἐτύγχανεν ὄν, ξύλα τε καὶ λίθους καὶ χοῦν ἐκφορήσαντες καθάπερ οἰκίσκου σχῆμα εἰργάσαντο, πρέμνα τε δένδρων τῶν ῥᾷστα καιομένων ξηρὰ ἐνταῦθα ἐσέβαλλον, ἐλαίῳ τε καταβεβρεγμένα τῷ ἐκ κέδρου πεποιημένῳ καὶ θείῳ τε καὶ ἀσφάλτῳ πολλῇ.καὶ οἱ μὲν ταῦτα ἐν παρασκευῇ εἶχον, οἱ δὲ Περσῶν ἄρχοντες πολλάκις ἐντυχόντες Μαρτίνῳ τοιαῦτα μὲν οἷά πέρ μοι εἴρηται διελέχθησαν, δόκησιν παρεχόμενοι ὡς τοὺς ἀμφὶ τῇ εἰρήνῃ ἐνδέξονται λόγους.ἐπεὶ δὲ ὁ λόφος αὐτοῖς ἐτετέλεστο ἤδη, καὶ πλησιάζων μὲν τῷ περιβόλῳ τῆς πόλεως, ὕψει δὲ αὐτὸν πολλῷ ὑπεραίρων ἐπὶ μέγα ἐπῆρτο, Μαρτῖνον μὲν ἀπεπέμψαντο διαρρήδην ἀπειπόντες τὴν ξύμβασιν, ἔργου δὲ ἔχεσθαι τὸ λοιπὸν ἔμελλον.Διὸ δὴ Ῥωμαῖοι τῶν δένδρων τὰ πρέμνα εὐθὺς ἔκαυσαν ἅπερ ἐς τοῦτο ἡτοίμαστο. τοῦ δὲ πυρὸς μοῖραν μὲν τοῦ χώματός τινα καύσαντος, οὔπω δὲ διὰ παντὸς ἐξικνεῖσθαι ἰσχύσαντος, τὰ ξύλα δεδαπανῆσθαι πάντα ἔτυχεν. ἀεὶ γὰρ ἐσέβαλον ἐς τὴν διώρυχα ξύλα ἕτερα, οὐδένα ἀνιέντες καιρόν.ἤδη δὲ τοῦ πυρὸς ἅπαν ἐνεργοῦντος τὸ χῶμα, καπνός τις ὕπερθεν πανταχῆ τοῦ λόφου ἐφαίνετο νύκτωρ, Ῥωμαῖοί τε οὔπω ἐθέλοντες αἴσθησιν τοῦ ποιουμένου Πέρσαις παρέχειν ἐπενόουν τάδε.ἀνθράκων τε καὶ πυρὸς ἀγγεῖα μικρὰ ἐμπλησάμενοι, ταῦτά τε καὶ πυρφόρους οἰστοὺς τοῦ χώματος πανταχόσε συχνὰ ἔπεμπον· ἃ δὴ οἱ Πέρσαι, ὅσοι φυλακὴν ἐνταῦθα εἶχον, ξὺν πάσῃ σπουδῇ περιιόντες ἐσβέννυον καὶ ἀπ’ αὐτοῦ φύεσθαι τὸν καπνὸν ᾤοντο.προϊόντος δὲ τοῦ κακοῦ πλήθει μὲν πολλῷ ἐβοήθουν οἱ βάρβαροι, βάλλοντες δὲ αὐτοὺς. ἀπὸ τοῦ περιβόλου Ῥωμαῖοι πολλοὺς ἔκτειναν.οὗ δὴ καὶ Χοσρόης ἀμφὶ ἡλίου ἀνατολὰς ἦλθε, καί οἱ τὸ πλεῖστον τοῦ στρατοῦ εἵπετο, ἔς τε τὸν λόφον ἀναβὰς πρῶτος ἔλαβε τοῦ κακοῦ αἴσθησιν.ἔνερθεν γὰρ ἀπεφήνατο τοῦ καπνοῦ τὸ αἴτιον εἶναι, οὐκ ἀφ’ ὧν ἐσηκόντιζον οἱ πολέμιοι, βοηθεῖν τε κατὰ τάχος ἐκέλευε τὸ στράτευμα ὅλον.