ἐκεῖνο μέντοι ἀποφήνασθαι ἔχω, ὡς τῶν ἰατρῶν οἱ δοκιμώτατοι πολλοὺς μὲν τεθνήξεσθαι προηγόρευον, οἳ δὴ κακῶν ἀπαθεῖς ὀλίγῳ ὕστερον παρὰ δόξαν ἐγίνοντο, πολλοὺς δὲ ὅτι σωθήσονται ἰσχυρίζοντο, οἳ δὴ διαφθαρήσεσθαι ἔμελλον αὐτίκα δὴ μάλα.οὕτως αἰτία τις ἦν οὐδεμία ἐν ταύτῃ τῇ νόσῳ ἐς ἀνθρώπου λογισμὸν φέρουσα· πᾶσι γάρ τις ἀλόγιστος ἀπόβασις ἐπὶ πλεῖστον ἐφέρετο, καὶ τὰ λουτρὰ τοὺς μὲν ὤνησε, τοὺς δὲ οὐδέν τι ἧσσον κατέβλαψεν.ἀμελούμενοί τε πολλοὶ ἔθνησκον, πολλοὶ δὲ παρὰ λόγον ἐσώζοντο. καὶ πάλιν αὖ τὰ τῆς θεραπείας ἐφ’ ἑκάτερα τοῖς χρωμένοις ἐχώρει· καὶ τὸ ξύμπαν εἰπεῖν οὐδεμία μηχανὴ ἀνθρώπῳ ἐς τὴν σωτηρίαν ἐξεύρητο, οὔτε προφυλαξαμένῳ μὴ πεπονθέναι οὔτε τοῦ κακοῦ ἐπιπεσόντος περιγενέσθαι, ἀλλὰ καὶ τὸ παθεῖν ἀπροφάσιστον ἦν καὶ τὸ περιεῖναι αὐτόματον.Καὶ γυναιξὶ δὲ ὅσαι ἐκύουν προὖπτος ἐγίνετο τῇ νόσῳ ἁλισκομέναις ὁ θάνατος. αἱ μὲν γὰρ ἀμβλίσκουσαι ἔθνησκον, αἱ δὲ τίκτουσαι ξὺν αὐτοῖς εὐθὺς τοῖς τικτομένοις ἐφθείροντο.τρεῖς μέντοι λεχοῦς λέγουσι τῶν παίδων σφίσιν ἀπολομένων περιγενέσθαι, καὶ μιᾶς ἤδη ἐν τῷ τοκετῷ ἀποθανούσης τετέχθαι τε καὶ περιεῖναι τῷ παιδίῳ ξυμβῆναι.Ὅσοις μὲν οὖν μείζων τε ὁ βουβὼν ᾔρετο καὶ ἐς πύον ἀφῖκτο, τούτοις δὴ περιεῖναι τῆς νόσου ἀπαλλασσομένοις ξυνέβαινεν, ἐπεὶ δῆλον ὅτι αὐτοῖς ἡ ἀκμὴ ἐς τοῦτο ἐλελωφήκει τοῦ ἄνθρακος, γνώρισμά τε τῆς ὑγείας τοῦτο ἐκ τοῦ ἐπὶ πλεῖστον ἐγίνετο· οἷς δὲ ὁ βουβὼν ἐπὶ τῆς προτέρας ἰδέας διέμεινε, τούτοις περιειστήκει τὰ κακὰ ὧν ἄρτι ἐμνήσθην.τισὶ δὲ αὐτῶν καὶ τὸν μηρὸν ἀποξηρανθῆναι ξυνέβη, ἐφ’ οὗ ὁ βουβὼν ἐπαρθεὶς ὡς ἥκιστα ἔμπυος γέγονεν.ἄλλοις τε οὐκ ἐπ’ ἀκεραίῳ τῇ γλώσσῃ περιγενέσθαι τετύχηκεν, ἀλλ’ ἢ τραυλίζουσιν, ἢ μόλις τε καὶ ἄσημα φθεγγομένοις βιῶναι.Ἡ μὲν οὖν νόσος ἐν Βυζαντίῳ ἐς τέσσαρας διῆλθε μῆνας, ἤκμασε δὲ ἐν τρισὶ μάλιστα.καὶ κατ’ ἀρχὰς μὲν ἔθνησκον τῶν εἰωθότων ὀλίγῳ πλείους, εἶτα ἔτι μᾶλλον τὸ κακὸν ᾔρετο, μετὰ δὲ ἐς πεντακισχιλίους ἡμέρᾳ ἑκάστῃ ἐξικνεῖτο τὸ τῶν νεκρῶν μέτρον, καὶ αὖ πάλιν ἐς μυρίους τε καὶ τούτων ἔτι πλείους ἦλθε.τὰ μὲν οὖν πρῶτα τῆς ταφῆς αὐτὸς ἕκαστος ἐπεμελεῖτο τῶν κατὰ τὴν οἰκίαν νεκρῶν, οὓς δὴ καὶ ἐς ἀλλοτρίας θήκας ἐρρίπτουν ἢ λανθάνοντες ἢ βιαζόμενοι· ἔπειτα δὲ πάντα ἐν ἅπασι ξυνεταράχθη.δοῦλοί τε γὰρ ἔμειναν δεσποτῶν ἔρημοι, ἄνδρες τε τὰ πρότερα λίαν εὐδαίμονες τῆς τῶν οἰκετῶν ὑπουργίας ἢ νοσούντων ἢ τετελευτηκότων ἐστέρηντο, πολλαί τε οἰκίαι παντάπασιν ἔρημοι ἀνθρώπων ἐγένοντο.διὸ δὴ ξυνέβη τισὶ τῶν γνωρίμων τῇ ἀπορίᾳ ἡμέρας πολλὰς ἀτάφοις εἶναι. Ἔς τε βασιλέα ἡ τοῦ πράγματος πρόνοια,ὡς τὸ εἰκός, ἦλθε. στρατιώτας οὖν ἐκ παλατίου καὶ χρήματα νείμας Θεόδωρον ἐκέλευε τοῦ ἔργου τούτου ἐπιμελεῖσθαι, ὃς δὴ ἀποκρίσεσι ταῖς βασιλικαῖς ἐφειστήκει, ἀεὶ τῷ βασιλεῖ τὰς τῶν ἱκετῶν δεήσεις ἀγγέλλων, σημαίνων τε αὖθις ὅσα ἂν αὐτῷ βουλομένῳ εἴη. ῥεφερενδάριον τῇ Λατίνων φωνῇ τὴν τιμὴν ταύτην καλοῦσι Ῥωμαῖοι.οἷς μὲν οὖν οὔπω παντάπασιν ἐς ἐρημίαν ἐμπεπτωκότα τὰ κατὰ τὴν οἰκίαν ἐτύγχανεν, αὐτοὶ ἕκαστοι τὰς τῶν προσηκόντων ἐποιοῦντο ταφάς.Θεόδωρος δὲ τά τε βασιλέως διδοὺς χρήματα καὶ τὰ οἰκεῖα προσαναλίσκων τοὺς ἀπημελημένους τῶν νεκρῶν ἔθαπτεν.ἐπεὶ δὲ τὰς θήκας ἁπάσας αἳ πρότερον ἦσαν ἐμπίπλασθαι τῶν νεκρῶν ἔτυχεν, οἱ δὲ ὀρύσσοντες ἅπαντα ἐφεξῆς τὰ ἀμφὶ τὴν πόλιν χωρία, ἐνταῦθά τε τοὺς θνήσκοντας κατατιθέμενοι, ὡς ἕκαστός πη ἐδύνατο, ἀπηλλάσσοντο, ἔπειτα δὲ οἱ τὰς κατώρυχας ταύτας ποιούμενοι πρὸς τῶν ἀποθνησκόντων τὸ μέτρον οὐκέτι ἀντέχοντες, ἐς τοὺς πύργους τοῦ περιβόλου ἀνέβαινον ὃς ἐν Συκαῖς ἐστι·τάς τε ὀροφὰς περιελόντες ἐνταῦθα ἐρρίπτουν τὰ σώματα οὐδενὶ κόσμῳ, καὶ ξυννήσαντες, ὥς πη ἑκάστῳ παρέτυχεν, ἐμπλησάμενοί τε τῶν νεκρῶν ὡς εἰπεῖν ἅπαντας,εἶτα ταῖς ὀροφαῖς αὖθις ἐκάλυπτον. καὶ ἀπ’ αὐτοῦ πνεῦμα δυσῶδες ἐς τὴν πόλιν ἰὸν ἔτι μᾶλλον ἐλύπει τοὺς ταύτῃ ἀνθρώπους, ἄλλως τε ἢν καὶ ἄνεμός τις ἐκεῖθεν ἐπίφορος ἐπιπνεύσειε.Πάντα τε ὑπερώφθη τότε τὰ περὶ τὰς ταφὰς νόμιμα. οὔτε γὰρ παραπεμπόμενοι ᾗ νενόμισται οἱ νεκροὶ ἐκομίζοντο οὔτε καταψαλλόμενοι ἧπερ εἰώθει, ἀλλ’ ἱκανὸν ἦν, εἰ φέρων τις ἐπὶ τῶν ὤμων τῶν τετελευτηκότων τινὰ ἔς τε τῆς πόλεως τὰ ἐπιθαλάσσια ἐλθὼν ἔρριψεν, οὗ δὴ ταῖς ἀκάτοις ἐμβαλλόμενοι σωρηδὸν ἔμελλον ὅπη παρατύχοι κομίζεσθαι.τότε καὶ τοῦ δήμου ὅσοι στασιῶται πρότερον ἦσαν, ἔχθους τοῦ ἐς ἀλλήλους ἀφέμενοι τῆς τε ὁσίας τῶν τετελευτηκότων κοινῇ ἐπεμέλοντο καὶ φέροντες αὐτοὶ τοὺς οὐ προσήκοντας σφίσι νεκροὺς ἔθαπτον.ἀλλὰ καὶ ὅσοι πράγμασι τὰ πρότερα παριστάμενοι αἰσχροῖς τε καὶ πονηροῖς ἔχαιρον, οἵδε τὴν ἐς τὴν δίαιταν ἀποσεισάμενοι παρανομίαν τὴν εὐσέβειαν ἀκριβῶς ἤσκουν, οὐ τὴν σωφροσύνην μεταμαθόντες οὐδὲ τῆς ἀρετῆς ἐρασταί τινες ἐκ τοῦ αἰφνιδίου γεγενημένοι·ἐπεὶ τοῖς ἀνθρώποις ὅσα ἐμπέπηγε φύσει ἢ χρόνου μακροῦ διδασκαλίᾳ ῥᾷστα δὴ οὕτω μεταβάλλεσθαι ἀδύνατά ἐστιν, ὅτι μὴ θείου τινὸς ἀγαθοῦ ἐπιπνεύσαντος· ἀλλὰ τότε ὡς εἰπεῖν ἅπαντες καταπεπληγμένοι μὲν τοῖς ξυμπίπτουσι, τεθνήξεσθαι δὲ αὐτίκα δὴ μάλα οἰόμενοι, ἀνάγκῃ, ὡς τὸ εἰκός, πάσῃ τὴν ἐπιείκειαν ἐπὶ καιροῦ μετεμάνθανον.