Βελισάριος δέ, ἐπεὶ τὸν πρεσβευτὴν ἄγχιστά πη ἐπέπυστο εἶναι, καλύβην ἐκ παχειῶν τινῶν σινδόνων πηξάμενος, ἣν δὴ παπυλεῶνα καλεῖν νενομίκασιν, ἐκάθητο ἐκεῖ, ὥσπερ ἐν χωρίῳ ἐρήμῳ, παραδηλῶν ὅτι δὴ οὐδεμιᾷ παρασκευῇ ἐνταῦθα ἥκοι.τοὺς δὲ στρατιώτας διέταξεν ὧδε. τῆς μὲν καλύβης ἐφ’ ἑκάτερα Θρᾷκές τε καὶ Ἰλλυριοὶ ἦσαν, Γότθοι δὲ μετ’ αὐτούς, καὶ τούτων ἐχόμενοι Ἔρουλοι, μεθ’ οὓς Βανδίλοι τε καὶ Μαυρούσιοι ἦσαν.τοῦ τε πεδίου ἐπὶ πλεῖστον διῆκον. οὐ γὰρ ἑστῶτες ἐπὶ χώρας ἀεὶ τῆς αὐτῆς ἔμενον, ἀλλὰ διεστηκότες τε ἀπ’ ἀλλήλων καὶ περιπάτους ποιούμενοι παρέργως τε καὶ ὡς ἥκιστα κατεσπουδασμένως ἐς τὸν Χοσρόου πρεσβευτὴν ἔβλεπον.εἶχε δὲ αὐτῶν οὐδεὶς οὔτε χλαμύδα οὔτε ἄλλην ἐπωμίδα τινά, ἀλλὰ χιτῶνας μὲν λινοῦς καὶ ἀναξυρίδας ἀμπεχόμενοι, εἶτα διεζωσμένοι ἐβάδιζον.εἶχε δὲ τὴν τοῦ ἵππου μάστιγα ἕκαστος, ὅπλον δὲ τῷ μὲν ξίφος ἦν, τῷ δὲ πέλεκυς, τῷ δὲ τόξα γυμνά.δόκησίν τε παρείχοντο ἅπαντες ὅτι δὴ ἀφροντιστήσαντες τῶν ἄλλων ἁπάντων κυνηγετήσειν ἠπείγοντο.ὁ μὲν οὖν Ἀβανδάνης Βελισαρίῳ ἐς ὄψιν ἥκων δεινὰ ποιεῖσθαι τὸν βασιλέα Χοσρόην ἔφη, ὅτι δὴ καθὰ ξυνέκειτο πρότερον οὐ πέμψειε παρ’ αὐτὸν τοὺς πρέσβεις ὁ Καῖσαρ ʽοὕτω γὰρ τὸν Ῥωμαίων βασιλέα καλοῦσι Πέρσαἰ καὶ ἀπ’ αὐτοῦ ὁ Χοσρόης ἠνάγκαστο ἐς γῆν τὴν Ῥωμαίων ἐν ὅπλοις ἥκειν.Βελισάριος δὲ οὔτε κατορρωδήσας, ἅτε πη ἄγχιστα ἐστρατοπεδευμένων βαρβάρων τοσούτων τὸ πλῆθος, οὔτε τῷ λόγῳ ἐς ταραχήν τινα καταστάς, ἀλλὰ γελῶντί τε καὶ ἀνειμένῳ τῷ προσώπῳ ἀμείβεται “Οὐ ταύτῃ” λέγων “ᾗ τῷ Χοσρόῃ τανῦν εἴργασται νενόμισται τοῖς ἀνθρώποις τὰ πράγματα.οἱ μὲν γὰρ ἄλλοι, ἤν τι ἀντιλέγοιτο σφίσι τε καὶ τῶν πέλας τισί, πρεσβεύουσι μὲν ἐς αὐτοὺς πρότερον, ἐπειδὰν δὲ τῶν μετρίων μὴ τύχωσιν, οὕτω δὴ πολέμῳ ἐπ’ αὐτοὺς ἴασιν.ὁ δὲ γενόμενος ἐν μέσοις Ῥωμαίοις, εἶτα τοὺς ὑπὲρ τῆς εἰρήνης προτείνεται λόγους.” ὁ μὲν τοσαῦτα εἰπὼν τὸν πρεσβευτὴν ἀπεπέμψατο.Ὁ δὲ παρὰ Χοσρόην γενόμενος παρῄνει οἱ ὅτι τάχιστα ἀπαλλάσσεσθαι.στρατηγῷ τε γὰρ ἐντυχεῖν ἔφη ἀνδρειοτάτῳ τε καὶ ξυνετωτάτῳ ἀνθρώπων ἁπάντων καὶ στρατιώταις οἵους ἄλλους αὐτὸς οὐ πώποτε εἶδεν, ὧν δὴ τὴν εὐκοσμίαν θαυμάσειε μάλιστα πάντων, εἶναί τε οὐκ ἐξ ἀντιπάλου τοῦ κινδύνου αὐτῷ τε καὶ Βελισαρίῳ τὴν ἀγωνίαν, διαφέρειν δέ, ὅτι νικήσας μὲν αὐτὸς τὸν Καίσαρος νικήσει δοῦλον, ἡσσηθεὶς δέ, ἂν οὕτω τύχοι, μέγα τι αἶσχος τῇ τε βασιλείᾳ πορίσεται καὶ τῷ Περσῶν γένει, καὶ Ῥωμαῖοι μὲν νενικημένοι ῥᾳδίως ἂν ἔν τε ὀχυρώμασι καὶ γῇ τῇ αὐτῶν διασώζοιντο, αὐτῶν δέ, ἤν γέ τι ἐναντίωμα ξυμβαίη, οὐδ’ ἂν ἄγγελος διαφύγοι ἐς τὴν Περσῶν χώραν.ταύτῃ ὁ Χοσρόης ἀναπεισθεὶς τῇ ὑποθήκῃ ἀναστρέφειν μὲν ἐς τὰ Περσῶν ἤθη ἐβούλετο, ἀμηχανίᾳ δὲ πολλῇ εἴχετο.τήν τε γὰρ διάβασιν τοῦ ποταμοῦ πρὸς τῶν πολεμίων φυλάσσεσθαι ᾤετο καὶ ὁδῷ τῇ αὐτῇ, ἐρήμῳ ἀνθρώπων παντάπασιν οὔσῃ, ὀπίσω ἀπελαύνειν οὐχ οἶός τε ἦν, ἐπεὶ ἅπαντα σφᾶς τὰ ἐπιτήδεια ἤδη ἐπιλελοίπει ἅπερ τὸ πρότερον ξὺν αὑτοῖς ἔχοντες ἐς γῆν τὴν Ῥωμαίων ἐσέβαλον.τέλος δὲ πολλὰ λογισαμένῳ ξυμφορώτατόν οἱ ἔδοξεν εἶναι μάχῃ διακινδυνεύσαντι ἐς γῆν τε τὴν ἀντιπέρας ἥκειν καὶ διὰ χώρας πᾶσιν εὐθηνούσης τοῖς ἀγαθοῖς τὴν πορείαν ποιήσασθαι.Βελισάριος δὲ εὖ μὲν ἠπίστατο ὡς οὐδ’ ἂν δέκα μυριάδες ἀνδρῶν τὴν διάβασιν Χοσρόῃ ἀναχαιτίζειν ποτὲ ἱκαναὶ εἶεν· ʽὅ τε γὰρ ποταμὸς πολλαχῆ τῶν ταύτῃ χωρίων ναυσὶ διαβατὸς ὢν ἐπὶ πλεῖστον τυγχάνει, καὶ κρεῖσσον ἦν ἄλλως τὸ Περσῶν στράτευμα ἢ πρὸς πολεμίων ὀλίγων τινῶν τῆς διαβάσεως ἀποκεκλεῖσθαι·̓ τοῖς δὲ ἀμφὶ Διογένην τε καὶ Ἀδόλιον σὺν τοῖς χιλίοις ἐπέστελλε τὰ πρῶτα περιιέναι τὴν ἐκείνῃ ἀκτήν, ὅπως δὴ ἐς ταραχὴν ἀφασίᾳ τινὶ τὸν βάρβαρον καταστήσονται.ὅνπερ δεδιξάμενος, ὥσπερ μοι ἐρρήθη, ἔδεισε μή τι αὐτῷ ἐμπόδισμα, ὥσπερ μοι ἐρρήθη, ἔδεισε μή τι αὐτῷ ἐμπόδισμα εἴη ἀπαλλάσσεσθαι ἐκ τῆς Ῥωμαίων γῆς.λόγου τέ οἱ πολλοῦ ἄξιον ἐφαίνετο εἶναι ἐξελάσαι ἐνθένδε τὸν Χοσρόου στρατόν, οὐδεμιᾷ κινδυνεύσαντι μάχῃ πρὸς μυριάδας βαρβάρων πολλὰς ξὺν στρατιώταις λίαν τε ὀλίγοις οὖσι καὶ ἀτεχνῶς κατεπτηχόσι τὸν Μήδων στρατόν. διὸ δὴ ἐκέλευε Διογένην τε καὶ Ἀδόλιον ἡσυχῆ μένειν.Ὁ γοῦν Χοσρόης γέφυραν σὺν πολλῷ τάχει πηξάμενος, ποταμὸν Εὐφράτην ἐκ τοῦ αἰφνιδίου διέβη παντὶ τῷ στρατῷ.Πέρσαις γὰρ πόνῳ οὐδενὶ διαβατοί εἰσι ποταμοὶ ἅπαντες, ἐπεὶ αὐτοῖς ὁδῷ ἰοῦσιν ἀγκιστροειδῆ σιδήρια ἐν παρασκευῇ ἐστιν, οἶς δὴ ξύλα μακρὰ ἐς ἄλληλα ἐναρμόζοντες γέφυραν αὐτοσχεδιάζουσιν ἐκ τοῦ παραυτίκα ὅπη ἂν σφίσι βουλομένοις εἴη.ἐπεὶ δὲ τάχιστα γέγονεν ἐν τῇ ἀντιπέρας ἠπείρῳ, πέμψας παρὰ Βελισάριον αὐτὸς μὲν Ῥωμαίοις κεχαρίσθαι τοῦ Μήδων στρατοῦ τὴν ἀναχώρησιν ἔφασκε, προσδέχεσθαι δὲ τοὺς παρ’ αὐτῶν πρέσβεις, οὓς σφίσι παρέσεσθαι οὐκ ἐς μακρὰν ἄξιον εἶναι.Βελισάριος δὲ παντὶ καὶ αὐτὸς τῷ Ῥωμαίων στρατῷ τὸν Εὐφράτην ποταμὸν διαβὰς παρὰ Χοσρόην εὐθὺς ἔπεμψεν.