ἔνδηλος δέ ἐστιν, ἢν καὶ Γότθους παντάπασιν ἐξελεῖν δύνηται, ὡς ξὺν ἡμῖν τε καὶ τοῖς ἤδη δεδουλωμένοις ἐπὶ Πέρσας στρατεύσει, οὔτε τὸ τῆς φιλίας ἐννοῶν ὄνομα οὔτε τι τῶν ὀμωμοσμένων ἐρυθριῶν.ἕως οὖν ἔτι σοι λείπεταί τις σωτηρίας ἐλπίς, μήτε ἡμᾶς ἐργάσῃ κακὸν περαιτέρω μηδὲν μήτε αὐτὸς πάθῃς, ἀλλ’ ὅρα μὲν ἐν τοῖς ἡμετέροις κακοῖς ὅσα ὀλίγῳ ὕστερον ξυμβήσεται Πέρσαις, ἐνθυμοῦ δὲ ὡς Ῥωμαῖοι τῇ σῇ βασιλείᾳ εὖνοι μὲν οὐκ ἄν ποτε εἶεν, δυνάμει δὲ κρείσσους γενόμενοι οὐδὲν μελλήσουσι τὸ ἐς Πέρσας ἔχθος ἐνδείκνυσθαι.ἐν δέοντι τοίνυν τῇ ἐξουσίᾳ χρῆσαι, μὴ παυσαμένην ἐπιζητήσῃς. λωφήσασα γὰρ ἡ τῶν καιρῶν ἀκμὴ ἐπανιέναι οὐδαμῶς πέφυκεν. ἄμεινον δὲ προτερήσαντα ἐν τῷ ἀσφαλεῖ εἶναι ἢ τῶν καιρῶν ὑστερηκότα τὰ πάντων αἰσχρότατα πρὸς τῶν πολεμίων παθεῖν.”Ταῦτα ἐπεὶ Χοσρόης ἤκουσεν, εὖ τέ οἱ παραινεῖν Οὐίττιγις ἔδοξε καὶ λύειν τὰς σπονδὰς ἔτι μᾶλλον ἐν σπουδῇ εἶχε. φθόνῳ γὰρ ἐς Ἰουστινιανὸν βασιλέα ἐχόμενος, λογίζεσθαι ὡς ἥκιστα ἔγνω ὅτι δὴ πρὸς ἀνδρῶν Ἰουστινιανῷ βασιλεῖ δυσμενῶν μάλιστα οἱ λόγοι ἐς αὐτὸν γένοιντο.ἀλλὰ τῷ βούλεσθαι ἐς τὸ πεισθῆναι αὐτόμολος ἦλθεν. ὃ δὴ καὶ ἐς τοὺς Ἀρμενίων τε καὶ Λαζῶν λόγους ὀλίγῳ ὕστερον ἔδρασεν ἅπερ μοι αὐτίκα μάλα λελέξεται.καίτοι τοιαῦτα Ἰουστινιανῷ ἐπεκάλουν ἐγκλήματα, ἅπερ ἂν εἰκότως βασιλεῖ γενναίῳ ἐγκώμια εἴη, ὅτι δὴ τὴν βασιλείαν τὴν αὑτοῦ μείζω τε ποιῆσαι καὶ πολλῷ ἐπιφανεστέραν ἐν σπουδῇ ἔχοι.ταῦτα γὰρ καὶ Κύρῳ ἄν τις ἐπενέγκοι τῷ Περσῶν βασιλεῖ καὶ Ἀλεξάνδρῳ τῷ Μακεδόνι. ἀλλὰ γὰρ φθόνῳ τὸ δίκαιον οὐδαμῆ εἴωθε ξυνοικίζεσθαι. διὰ ταῦτα μὲν ὁ Χοσρόης τὰς σπονδὰς λύειν διενοεῖτο.Ἐν τούτῳ δὲ καὶ ἄλλο τι γενέσθαι τοιόνδε ξυνέβη. Συμεώνης ἐκεῖνος, ὁ τὸ Φαράγγιον Ῥωμαίοις ἐνδούς, Ἰουστινιανὸν βασιλέα πείθει, ἔτι τοῦ πολέμου ἀκμάζοντος, κώμαις αὐτόν τισιν ἀνδρῶν Ἀρμενίων δωρήσασθαι.κύριός τε τῶν χωρίων γενόμενος πρὸς τῶν αὐτὰ πάλαι κεκτημένων ἐξ ἐπιβουλῆς θνήσκει.ἐξειργασμένου δὲ τοῦ κακοῦ οἱ τοῦ φόνου αὐτουργοὶ φεύγουσιν ἐς τὰ Περσῶν ἤθη. ἀδελφὼ δὲ ἤστην δύο Περόζου παῖδε. βασιλεύς τε ταῦτα ἀκούσας τάς τε κώμας Ἀμαζάσπῃ παραδίδωσι τῷ Συμεώνου ἀδελφιδῷ καὶ ἄρχοντα κατεστήσατο Ἀρμενίοις αὐτόν.τοῦτον τὸν Ἀμαζάσπην, προϊόντος τοῦ χρόνου, Ἰουστινιανῷ βασιλεῖ τῶν τις ἐπιτηδείων διέβαλλεν, Ἀκάκιος ὄνομα, κακουργεῖν τε ἐς Ἀρμενίους καὶ βούλεσθαι Πέρσαις ἐνδοῦναι Θεοδοσιούπολίν τε καὶ ἄλλα ἄττα πολίσματα.ταῦτα εἰπὼν γνώμῃ βασιλέως Ἀκάκιος τὸν Ἀμαζάσπην δόλῳ ἔκτεινε, καὶ τὴν Ἀρμενίων ἀρχὴν δόντος βασιλέως ἔσχεν αὐτός.πονηρὸς δὲ ὢν φύσει ἔσχε καθ’ ὅ τι τὰ τῆς ψυχῆς ἤθη ἐνδείξοιτο. γέγονεν οὖν ἐς τοὺς ἀρχομένους ὠμότατος ἀνθρώπων ἁπάντων.τά τε γὰρ χρήματα ἐληίζετο οὐδενὶ λόγῳ καὶ φόρου αὐτοῖς ἀπαγωγὴν οὔποτε οὖσαν ἐς κεντηνάρια τέσσαρα ἔταξεν. Ἀρμένιοι δέ ʽφέρειν γὰρ οὐκέτι αὐτὸν οἷοί τε ἦσαν’ κτείνουσι τε ξυμφρονήσαντες τὸν Ἀκάκιον καὶ ἐς τὸ Φαράγγιον καταφεύγουσι.Διὸ δὴ Σίτταν ἐπ’ αὐτοὺς ἐκ Βυζαντίου βασιλεὺς ἔπεμψεν. ἐνταῦθα γὰρ ὁ Σίττας διέτριβεν, ἐπειδὴ Ῥωμαίοις ἐγένοντο αἱ πρὸς Πέρσας σπονδαί.ὃς δὴ ἐς Ἀρμενίους ἐλθὼν τὰ μὲν πρῶτα ἐς τὸν πόλεμον ὀκνηρῶς ᾔει, τιθασσεύειν μέντοι καὶ ἐπὶ τὰ πρότερα ἤθη ἀντικαθιστάναι τοὺς ἀνθρώπους ἠπείγετο, πείθειν βασιλέα ὑποσχόμενος ἀφεῖναι αὐτοῖς τὴν καινὴν τοῦ φόρου ἀπαγωγήν.ἐπεὶ δὲ αὐτὸν βασιλεὺς τῆς μελλήσεως πολλὰ ὀνειδίζων ἐκάκιζεν, ἠγμένος ταῖς Ἀδολίου διαβολαῖς τοῦ Ἀκακίου παιδός, ἐνταῦθα ἤδη ὁ Σίττας τὰ ἐς τὴν ξυμβολὴν ἐξηρτύετο.πρῶτον μὲν οὖν ὑποσχέσεσι πολλῶν ἀγαθῶν ἀναπείθειν τε καὶ ἑταιρίζεσθαι αὐτῶν τινας ἐνεχείρησεν, ὅπως αὐτῷ ῥᾴων τε καὶ ἀπονωτέρα ἡ ἐς τοὺς λοιποὺς ἐπικράτησις γένοιτο.καί οἱ τὸ τῶν Ἀσπετιανῶν καλουμένων γένος, μέγα τε ὂν καὶ πολυάνθρωπον,προσχωρεῖν ἤθελε. πέμψαντές τε παρὰ τὸν Σίτταν ἐν γράμμασιν ἐδέοντο διδόναι τὰ πιστὰ σφίσιν, ὅτι δή, ἢν ἐν τῷ ἔργῳ τοὺς ὁμογενεῖς ἀπολιπόντες ἥξωσιν ἐς τὴν Ῥωμαίων παράταξιν, κακῶν παντάπασιν ἀπαθεῖς μείνωσι, τὰ σφέτερα αὐτῶν ἔχοντες.ὁ δὲ αὐτοῖς ἄσμενός τε γράψας ἐν βιβλιδίῳ καθάπερ ἐδέοντο τὰ πιστὰ ἔδωκε, καὶ τὸ γράμμα κατασημηνάμενος ἐς αὐτοὺς ἔπεμψε.θαρσῶν τε ὡς δι’ αὐτῶν ἀμαχητὶ τοῦ πολέμου κρατήσει, τῷ παντὶ στρατῷ ἐς χωρίον Οἰνοχαλάκων ᾔει, ἔνθα τοὺς Ἀρμενίους ἐστρατοπεδεῦσθαι ξυνέβαινε.τύχῃ δέ τινι οἱ τὸ βιβλίον ἔχοντες ἑτέρᾳ ἰόντες ὁδῷ Ἀσπετιανοῖς ἐντυχεῖν οὐδαμῆ ἴσχυσαν.μοῖρα μέντοι τοῦ Ῥωμαίων στρατοῦ ὀλίγοις τισὶν αὐτῶν ἐντυχόντες, οὐκ εἰδότες τε τὰ ξυγκείμενα, ὡς πολεμίοις ἐχρήσαντο.καὶ αὐτὸς Σίττας ἐν σπηλαίῳ που παῖδάς τε αὐτῶν καὶ γυναῖκας λαβὼν ἔκτεινεν, ἢ τὸ γεγονὸς οὐ ξυνιεὶς ἢ δι’ ὀργῆς Ἀσπετιανοὺς ἔχων, ὅτι οἱ καθάπερ ξυνέκειτο οὐ προσεχώρουν.Οἱ δὲ θυμῷ ἤδη ἐχόμενοι ξὺν τοῖς ἄλλοις ἅπασιν ὡς ἐς μάχην ἐτάξαντο. ἅτε δὲ ἐν δυσχωρίαις χαλεπαῖς τε καὶ κρημνώδεσιν ἑκάτεροι ὄντες οὐκ ἐν ἑνὶ χώρῳ ἐμάχοντο, ἀλλὰ διασκεδαννύμενοι ἔν τε ὑπωρείαις καὶ φάραγξι. τετύχηκεν οὖν τῶν τε Ἀρμενίων ὀλίγους τινὰς καὶ Σίτταν τῶν ἑπομένων οὐ πολλοὺς ἔχοντα ἀλλήλων πη ἄγχιστα ἰέναι, φάραγγος σφίσι τινὸς μεταξὺ οὔσης.